← 阿里斯·台德斯

修辞学

§1.3.1.1-1.3.1.2

思想中产生丰瞻的手法与用例

本节论述修辞风格中“丰瞻”的生成方式,通过德摩斯梯尼辩辞的具体实例,说明在确定的事物前添加不确定要素,以及先提出属(通类)再详述种(细目)的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1.1

περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ ὡρισμένον οὐχ ἥκιστα δὲ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. καὶ πάλιν πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου. τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν,1 δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, εἶτα ταῦτα κατʼ εἶδος ἐμέρισεν ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δʼ ἑαυτοὺς ἄχθεσθαι. ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι, τὸ ἐν ἀθροίσματι συλλαβεῖν δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, τὸ κατʼ εἶδος μερίσαι ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι. καὶ τρίτον παράδειγμα ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι. καὶ πάλιν πολλὰ μὲν οὖν τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.

丰瞻从总体上而言,是根据立意(思想)、根据辞格(句式)、根据措辞产生的。在立意方面乃是如此:凡是有人将不确定的内容添加到确定的内容之上时,例如: “因此从许多方面,人都可以看到他的愚妄与奸险的嫉妒” ——这是从外部添加的不确定内容;现在确定的内容则是:—— “尤其是从他关于命运所发表的言论中。” 又如: “因此在这场诉讼中,我自己在许多方面都不如埃斯基涅斯。” 这是不确定的;现在作为总括添加的确定的内容则是: “而且有两个方面,雅典的男士们,且是重大的方面”,随后他将这些按细目(种)加以划分: “其一,此刻对我的诉讼并非处于平等的条件;其二,乃是人所共有之本性:乐于倾听谩骂与控告,却反感自夸自赞之人。” 因为所有这些都属于丰瞻:即不确定内容的添加,“因此我自己在许多方面都处于劣势”,作为总括来概括,“而且有两个方面,雅典的男士们,且是重大的方面”,按细目(种)加以划分,“其一,诉讼并非处于平等条件;其二,所有人皆是如此习性,乐于倾听谩骂者,却反感自夸自赞者。” 第三个例子: “雅典的男士们,在我看来,人在许多事情上都能看到诸神对城邦显露的善意”,随后引向确定的内容: “尤其是在当下的局势中。” 又如: “因此,那个人所做的事中有许多值得称赞,但其中最伟大的乃是城墙的重建。”

§1.3.1.2

περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατʼ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃ μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστιν οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ Ἐπικέρδης, ὁ δὲ πρὶν εἰπεῖν τὸ κατʼ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβεν ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν, εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατʼ εἶδος διαστήσας2 τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος. καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατʼ εἶδος [τὸ ἐν γένει] ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι. νῦν λέγει ἃ ἐποίησε κατʼ εἶδος οὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν. καὶ πάλιν ἐν γένει οἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι. εἶτα κατʼ εἶδος προπύλαια ταῦτα, ὁ Παρθενών, νεώσοικοι. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθη ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες, εἶτα κατʼ εἶδος Λεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων, εἶτα πάλιν ἐν γένει συλλαβὼν ἃ δὲ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν δικαίως, ἀκούσατε, εἶτα πάλιν κατʼ εἶδος πρῶτον μὲν πρὸς Λεωδάμαντα. ὅταν μὲν οὖν μὴ ψιλὰ κατʼ εἶδος λέγῃς,3 ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.

下述做法亦是丰瞻:凡是你先以属(通类)提出诸事,随后再按种(细目)逐一详述,正如在《反莱普提涅斯》中,他想要引出的本是此点: “因此不仅应当关注留孔不遭受不公”,而且埃皮克德斯亦然。但他尚未说出属于细目的“而且埃皮克德斯亦然”之前,先以通类予以先行提出: “而且如果在顺遂之时曾善待你们的任何其他人,如今正当需要从你们那里获得豁免权”,随后在拉开间隔之后,方进入细目: “那么这个人是谁?昔兰尼的埃皮克德斯。” 又如在引出埃皮克德斯的恩惠时,他在预先提出通类之后,如此按细目引出: “而且是在这样一个危急时刻,在彼时即便是受惠者之中,亦难以找到愿意记念所受恩惠之人。” 现在他按细目陈述其所作所为: “因为此人向在西西里罹难的公民们赠送了一百明那。” 又如以通类: “建筑、圣所与港口的装饰以及依附于这些的事物,他们留给我们的数量如此之巨、质量如此之高,以至于后世任何人都不复有超越的余地。” 随后按细目: “这些山门、帕特农神庙、船坞。” 又在《反莱普提涅斯》中,当他意图审查并驳难那些维护该法的人时,先是以通类提及他们: “已选出为该法辩护的人,尤其是擅长辞令之士”,随后按细目: “阿卡尔奈的莱奥达马斯与刻拉梅克斯的刻菲索多托斯”,随后再次以通类总括: “请听你们对这些人理当抱持的见解”,随后再次按细目: “首先针对莱奥达马斯。” 因此,凡是你并非赤裸裸地单说细目,而是预先提出通类时,你便造就了丰瞻。

语法注3 条
  1. 1.3.1.1ἐν ἀθροίσματι προσληφθέν

    介词短语 ἐν ἀθροίσματι(“总括地”、“作为合算/集合”)修饰被动分词 προσληφθέν。此处指在最初的不确定表述(πολλά)与随后的分条细述(ἓν μέν... ἕτερον δέ...)之间,先插入一个总数统计(δύο)的修辞手法。

  2. 1.3.1.2διαστήσας

    动词 διίστημι 的不定过去时主动分词(阳性单数主格),作状语用,意为“拉开间隔”、“作了停顿”。此处指演说者在提出通类描述后,并未紧接着说出专有名词,而是通过反问(“那么这个人是谁?”)在叙述中创造出停顿与间隔,然后再引出细目。

  3. 1.3.1.2μὴ ψιλὰ κατʼ εἶδος λέγῃς

    形容词 ψιλά(中性复数宾格,“赤裸的”、“单纯的”)与 κατʼ εἶδος 连用,作表语性或副词性理解,意为“并非单单赤裸裸地/孤立地陈述细目(种)”,与前文缺乏通类(属)先行提示的情形形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.3.1.1-1.3.1.2