← 阿里斯·台德斯

修辞学

§1.2.2.1-1.2.2.5

产生冷峻之感的修辞辞格与用例

作者结合德摩斯梯尼与埃斯基涅斯的用例,阐述了在句式(辞格)中产生冷峻(沉重)的诸种方式,包括反讽反诘、慨叹、顿绝、坚持严苛措辞而不加缓和、对让步的即刻收回与置疑,以及犹疑困惑之辞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.2.1

κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης, ἢ πάλιν καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι.

而在句式(辞格)方面,冷峻乃是如此产生的:凡是有人运用思想之辞格(立意修辞)时,例如: “立法者梭伦与提摩克拉泰斯何其相似,难道不是吗?” 或者又如: “俄瑞俄斯人的大多数委实得到了美好的回报,因为他们将自己托付给腓力的友人,却憎恨欧普拉奥斯;厄瑞特里亚的人民委实得到了美好的回报,因为他们驱逐了你们的使节,将自己让给了克雷塔尔科斯;而如今他们确实正挨着鞭笞服苦役呢。”

§1.2.2.2

βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι σχήμασιν, οἷον Χαρίδημον, οἴμοι, καὶ τὸ τοῦ Αἰσχίνου παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι. καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;1

运用慨叹辞格亦属于冷峻,例如: “卡里德莫斯,唉!” 以及埃斯基涅斯所言: “你们完完全全忍受了下来,就好像是铁铸的一般。” 而且骤断法(顿绝)对你亦能产生同样的效果,例如: “若要恰当地称呼你,人该说什么呢?”

§1.2.2.3

βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν,2 ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν.

又如当你被迫说出针对听众的某种逆耳之言,且有人认为他们会深感沉重,随后你又以自己并无更温和之辞为由将该言论加以确认并坚持,此时亦产生冷峻,正如《书信集》中所载: “如果你们瞻仰议事会显赫的威望或阿雷奥帕戈斯,请回想对阿里斯托革顿的审判而掩面吧;因为对于冒犯了我本人的这些人,我再没有更温和的称呼可言了。”

§1.2.2.4

βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, ἀλλʼ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων, δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν.3

下述做法亦带有冷峻:当你先承认某事为你方所具备,随后又将其收回并予以置疑,正如《腓力言论》中所载: “然而那个人,趁你们留在家中、安享闲暇、神志清醒之时——”在承认此点为他们所具备之后,他随即抓住话头将其撤回: “——如果我们真能说做出此类行径的人是神志清醒的话。”

§1.2.2.5

καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι.

而在慨叹中的犹疑困惑亦带有冷峻,正如在《书信集》中: “啊,我说什么才能既不显得犯错,也不说谎呢?极其轻率的人们啊!”

语法注3 条
  1. 1.2.2.2τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι

    分词 εἰπών 表附带状况或条件,依附于带有 ἄν 的潜在希求法主谓结构 προσείποι(“人若说什么/说了什么,才能恰当地称呼你呢?”)。此处虽为疑问句形式,但作为顿绝法(ἀποσιώπησις)的例证被提出,体现了演说者中断话语、无法/拒绝找出合适词汇的情态。

  2. 1.2.2.3ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν

    动词 ἀνορθόω 字面意为“扶正、纠正”,在此处的修辞学语境中并非撤回或缓和前言,而是对所言加以坚持和确认。ὡς 搭配分词 μὴ ἔχων 表示主观理由(“以自己没有……为由”),属格 αὐτοῦ 则受比较级 μετριώτερον 支配,指代前文的 λυπηρόν(刺耳/逆耳之言)。

  3. 1.2.2.4εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν

    这是一个省去了显式归结从句的独立条件从句(“如果我们真能说……的话”)。希求法 φήσαιμεν 表达一种审慎的假设或推测,后接宾格加不定式结构(逻辑主语 τοὺς τὰ τοιαῦτα ποιοῦντας 与不定式 ὑγιαίνειν),在修辞上起到对前文刚作出的让步前提(ὑγιαινόντων)进行反讽性推翻的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.2.2.1-1.2.2.5