← 阿里斯·台德斯

修辞学

§1.2.1.1-1.2.1.9

思想与句式中冷峻风格的特质与用例

作者论述了文章风格中的“冷峻(沉重)”主要产生于思想立意与句式而非措辞,并通过自我控告、归谬法及诉诸逝者等具体实例加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1.1

βαρύτης δὲ γίνεται καθολικῶς κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτης οὕτως, ὅταν ἢ κατηγορεῖν τις προάγηται αὐτὸς ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸς ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἴη ἐξὸν ἐπαινεῖν,1 ἢ ὅλως τούτων τινὸς ὑπὲρ ὧν λέγει ἢ πρὸς οὓς λέγει, ὡς ὁ Δημοσθένης περιείργασμαι μὲν ἐγώ, περιείργασται δὲ ἡ πόλις ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά.

冷峻(沉重)通常在思想(立意)与句式(辞格)中产生,而在措辞方面则并不多见。在思想方面,冷峻乃是通过以下方式产生的:凡是有人自己挺身控告自身、或者其亲友中之一人时——因为在本可称赞之时做出此种举动便会显出冷峻——抑或全然控告其为其辩护之人或其向之说话之人时,正如德摩斯梯尼所言: “我多管闲事了,听从了我的城邦也多管闲事了;就让所有的过失与不法都归于我吧。”

§1.2.1.2

ὅπου δὲ καθʼ ὑπερβολὴν δύνασαι ἀποδεῖξαι μὴ ἀδικοῦντα σεαυτόν, ἐκεῖ δὲ θρασύτητι χρῆσθαι τοιαύτῃ, ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας2 τῆς παρὰ τῶν δικαστῶν, ὡς ὅταν λέγῃς μηδὲ φωνὴν ἀνάσχησθε, μηδʼ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλʼ ἀναστάντες καταψηφίσασθε ἤδη· βαρύτης κἀνταῦθα γίνεται. καὶ ἐπὶ φίλου δὲ ὡσαύτως βαρύτης γίνεται, ἐὰν ἀφαιρῇς αὐτὸν ἢ συγγνώμης ἢ φιλανθρωπίας δικαστῶν. βαρύτης γίνεται καὶ ὅταν τι ἄτοπον σεαυτῷ ἐπαράσῃ, οἷον καίτοι τεθνάναι μᾶλλον ἢ ταῦτʼ εἰρηκέναι βούλομαι.

而在你能够极其充分地证明自己未曾行不义之处,你在那里运用了这般大胆,以至于将自己从审判官们的宽恕或同情中剥离出来,正如当你说: “你们连我的声音也切勿容忍,哪怕我将所有的公职事务处理得再好不过,而是请立刻起立并对我投下有罪票”;冷峻在此处亦得以产生。对待朋友时同样能产生冷峻,若是你将其从审判官的宽恕或同情中剥离。当你诅咒自身遭遇某种荒谬之事时,亦产生冷峻,例如: “然而我宁愿死去,也不愿说出这些话。”

§1.2.1.3

καὶ ὅταν ἄτοπόν τι προτείνῃ τοῖς ἀκούουσιν, ὃ μὴ ἂν ἑκόντες δέξαιντο, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπεξελθὼν τὰ συμβαίνοντα ἐν ταῖς ἐκκλησίαις, διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ῥητόρων, σὺν βαρύτητι προέτεινε τὸ ἄτοπον, εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ἡμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζειν καὶ ἐᾶν δεῖ.

又如当有人向听众提出某种荒唐的提议,即他们绝不会情愿接受之事时;正如在《反阿里斯托革顿》中,他在详述了因这类演说家的浅陋在公民大会上所发生之事后,带着冷峻提出了这等荒唐之议: “那么,如果你们希求这些,且这些人是依凭我们的意志做出这些事,那就应当顺其自然并任由其发展。”

§1.2.1.4

καὶ ὅταν εἰς ἄτοπον ἀπάγῃς τὸν λόγον, βαρύτητα εἴργασαι, ὡς ἐν τῷ πρὸς Καλλικλέα, οὐ γὰρ δὴ ἐκπιεῖν με αὐτὸ Καλλικλῆς ἀναγκάσει, ἢ ὅταν ὁμολογούμενα ἄτοπα τῷ ἀντιδίκῳ συγχωρῇς, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος, εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης, δίδωμι, συγχωρῶ, Φιλόκρατές, σοι τῷ τοιούτῳ τὸν ὅμοιον σώζειν.

又如当你把言辞引向荒谬之境时,你便营造了冷峻,正如在《反卡利克勒斯》中所言: “因为卡利克勒斯绝不会强迫我将其喝干吧”;或者当你向诉讼对手让步承认公认的荒谬之事时,正如在《反阿里斯托革顿》中所言: “如果阿里斯托革顿纯粹是个邪恶、刻毒之徒与诬告者,菲洛克拉特斯,我准许、我向你让步,让你这般样的人去搭救与你相似之人。”

§1.2.1.5

καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατʼ αὐτοῦ, βαρύτης γίνεται, οἷον πλὴν ἔστι νὴ Δία, ἐστὶν ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών. καὶ πάλιν ἀνελὼν διʼ ἃ οὐ δεῖ ἐπάγει πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.

又如当有人在排除了所有各项之后只留给对手一件,表明此点对他不利绝不亚于对他有利时,冷峻便产生,例如: “除非,凭宙斯起誓,他确实有个兄弟,对他提起了那场漂亮的诉讼”;继而在排除了不应成立的缘由后,他接着补充道: “除非有人会说这样的话:发了疯;因为再无别的可说了。”

§1.2.1.6

καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων,3 βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι. καὶ πάλιν καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου;

又如当你诉诸著名的逝者之评断时,此类举动亦显得冷峻,例如: “然而祖先们将会何等痛切地叹息啊!” 又如: “然而你们认为,你们的祖先究竟会对造成这场毁灭的罪魁祸首施加怎样的愤怒或投下怎样的判决之票呢?”

§1.2.1.7

βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατε οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν.

将无人会说之辞作为将要说出的话留下,亦属于冷峻: “凭宙斯起誓,我们将对希腊人说:‘在我们这里有提摩克拉泰斯的法律;因此请等到第九主席团期,届时我们再出兵。’”

§1.2.1.8

καὶ τὸ συγχωρεῖν δὲ τὰ παρελθόντα ἄτοπα, ὡς τὸ μέχρι οὖν τοῦδε διωρίσθω ὑμῖν, βαρύτης.

而承认过去的荒谬之事亦是冷峻,如: “那么,就让你们的界限止于此处吧。”

§1.2.1.9

βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ.

祈求免除荒唐之事亦属于冷峻: “然而雅典的男人们,但愿局势绝不至于落到这般田地!宁可死上一万次,也强过因奉承腓力而做任何事。”

语法注3 条
  1. 1.2.1.1ἐξὸν ἐπαινεῖν

    非人称动词 ἔξεστι(可以、可能)的中性单数宾格分词,构成宾格绝对独立结构。在此处用作表示让步或背景情况的状语从句:“尽管本可以称赞”。

  2. 1.2.1.2ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας

    在 ὥστε 引导的结果从句中,动词 ἀφαιρέω 采取人身宾格(σεαυτόν)与表示剥离/分离的属格(συγγνώμης ἢ φιλανθρωπίας)搭配,意为“使自身丧失/剥离宽恕或仁慈”。

  3. 1.2.1.6εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων

    属格短语 τεθνηκότων ἐνδόξων(著名的逝者们的)作为主格性属格依附于名词 κρίσιν(审判),构成“将事情诉诸于著名逝者们的裁决/审判”之义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.2.1.1-1.2.1.9