- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.1.3.1-1.1.3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者探讨了措辞中产生庄重感的诸种修辞手段,结合典例阐述了运用名词性表述、借喻、连词并列、抽离具体人物而诉诸事态本身、选用属概念名词以及运用单个富有分量的词汇等方法。
κατὰ δὲ ἀπαγγελίαν γίγνεται σεμνότης οὕτως, ὅταν τις ὀνοματικαῖς χρῆται ταῖς λέξεσιν ἀντὶ ῥηματικῶν, οἷον πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. καὶ τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη.
在措辞方面,庄重乃是通过以下方式产生的:凡是使用名词性词语代替动词性词语之时,例如: “雅典的男人们,重大的优势归于腓力”,以及: “因为盲目的鲁莽被视作为同党献身的勇敢”。
καὶ ὅταν τροπικαῖς ἀντὶ ἰδίων ταῖς λέξεσι χρήσῃ, οἷον τὴν δωροδοκίαν νόσημα εἰπεῖν, νόσημα, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα. καὶ ἑτέρωθι πάλιν εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα. καὶ ἐν τῷ κατὰ Μειδίου σὺ δὲ πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ τουτονὶ δίκαιος εἶ συλλέξασθαι.1
此外,凡是使用借喻词语代替本义词语之时,例如将受贿称为“疾病”: “雅典的男人们,一场可怕的疾病已经降临希腊”,又在别处: “继而,针对城邦架设这台攻城器械之人”,以及在《反迈狄阿斯》中: “而你既然成为了此种互助集资的缴纳者,理当为自己收回这一笔”。
καὶ τὸ κατὰ πλῆθος λέγειν καὶ τὰ ὀνόματα ἐφεξῆς παρατιθέναι τῆς σεμνότητός ἐστιν, οἷον εὐδαίμων καὶ μέγας καὶ φοβερὸς ἅπασιν Ἕλλησι καὶ βαρβάροις.
以繁复之辞言说并将名词连续并列,亦属于庄重,例如: “对全体希腊人与蛮族人而言皆是幸福、伟大且可畏的”。
καὶ τὸ τὰ πρόσωπα ἀφαιροῦντα ἐπʼ αὐτῶν τῶν πραγμάτων προάγειν τὸν λόγον σεμνὸν σφόδρα. εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν2 ἀλλʼ οἱ λέγοντες τὰ περὶ Θεσπιέων καὶ Πλαταιέων, ὁ δὲ ἀφελὼν τὰ πρόσωπα τῶν εἰπόντων αὐτὰ λέγει ἐφʼ ἑαυτῶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαί. καὶ ἀλλαχοῦ πάλιν ἐγὼ δὲ οἶμαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν· καὶ τὸ ἀντικείμενον εἶπεν ἀλλὰ Φίλιππον, ὁ δὲ ἀφελὼν τὸ πρόσωπον ἐπὶ τοῦ πράγματος ἀόριστον εἶπεν, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράσσοντα. καὶ πάλιν ἑτέρωθι βουλόμενος δεῖξαι ὅτι Φίλιππός ἐστιν ὁ τὸν πόλεμον ποιῶν ἀντὶ τοῦ οὕτως εἰπεῖν, εἰ δὲ Φίλιππος τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν ὁ δὲ ἕτερος εἶπε.
并且,抽离人物而直接就事态本身推进言辞,亦极为庄重: “若非塞斯庇埃与普拉泰亚以及底比斯人即刻便将受罚的前景剥夺了真相”,也就是说,原本是指那些谈论塞斯庇埃人和普拉泰亚人的人,但他抽离了说话的人物,就这些事物本身言道: “若非塞斯庇埃与普拉泰亚”。又在别处: “然而我认为,应当被说服保持和平的并非你们”;此处原本对应的表述是说“而是腓力”,但他抽离了人物,就事态以不确定的方式言道: “而是那个从事战争行径之人”。又在另一处,他意图表明是腓力在发动战争,却未曾这样说: “若腓力手中握有武器,身边拥有大批军队”,而是说了“另一方”。
σεμνότητος δὲ καὶ τὸ τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι,3 ἐν γένει δὲ λέγω, χρυσός, ἄργυρος. τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. ὁ δὲ Θουκυδίδης ἀντὶ τούτων εἰς τὸ ἐν γένει ἀναγαγὼν σεμνότητα εἰργάσατο, λέγει δὲ ὁ Ἑρμοκράτης περὶ τῶν Καρχηδονίων χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον ἔχουσιν ἀντὶ τοῦ πλουσιώτατοι γάρ εἰσιν, ἢ ἑτέρως μεταβαλών, πλούσιοι γάρ εἰσιν. καὶ ὁ Δημοσθένης ἀντὶ τοῦ εἰπεῖν Ἀρίθμιος ἐκολάσθη, ἐπειδὴ διέφθειρε τινὰς χρήμασιν ἐν Πελοποννήσῳ, ὁ δὲ ἐν γένει εἰπὼν ὅτι χρυσίον ἐκόμισε παρὰ βασιλέως σεμνότητα εἰργάσατο.
庄重亦在于更多地使用属概念的名词——我所说的“属概念”,是指“黄金”、“白银”。因为由它们衍生出的,乃是就种与部分而言的词,如“钱财”、“富足”、“岁入”。修昔底德未用这些词,而是将其提升至属概念,从而营造了庄重;赫谟克拉底谈及迦太基人时说道: “因为他们拥有极多的黄金与白银”,以此代替“因为他们最为富有”,或者换一种说法代替“因为他们富足”。德摩斯梯尼未曾说阿尔特米奥斯因在伯罗奔尼撒用金钱贿赂收买某些人而受罚,而是以属概念言称“他从波斯王处带来了黄金”,从而营造了庄重。
χρὴ δὲ εἰδέναι ὅτι καὶ ἐξ ἑνὸς ὀνόματος γίγνεται σεμνότης, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὅπου λέγει ὅτι χρὴ κυρίας τηρεῖν τὰς στήλας. πῶς ἐξῆρεν εἰς σεμνότητα; ἐν τῷ τελευταίῳ ὀνόματι, ἵνʼ ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν.
亦当知晓,仅凭单个名词亦可产生庄重,正如《反莱普提涅斯》中所见,他在该篇中谈到应当使铭文石碑保持效力。他是如何将其提升至庄重的呢?正是凭借最后一个名词:“以便它们成为城邦风尚的纪念”。
- 1.1.3.2δίκαιος εἶ συλλέξασθαι
此处使用了古希腊语典型的人称句式(δίκαιός εἰμι + 不定式),取代了非人称句式(δίκαιόν ἐστί σε συλλέξασθαι),意为“你理当收回”。德摩斯梯尼在引文中将互助借款(ἔρανος)的缴纳与回收作为比喻,借以论证对迈狄阿斯实施惩罚与报复的合理性。
- 1.1.3.4εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν
该句主语由两个专有名词(Θεσπιαὶ, Πλαταιαὶ)与一个带冠词不定式从句(τὸ ... δώσειν δίκην)共同构成复合主语,然而谓语动词 ἀφείλετο 却为第三人称单数。正如文论家所析,此处抽离了具体的说话人,直接将城邦与预期事态本身拟人化/抽象化为主语,动词在语法上受就近的单数抽象分句吸引而取单数一致。
- 1.1.3.5τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι
此表述基于修辞学中“属概念”(ἐν γένει)与“种概念/部分”(ἐπὶ εἴδους καὶ μέρους)的技术性对立。该技巧通过采用表达原材料的上级概念名词(χρυσός, ἄργυρος),代替具体交易层面的财富或金钱概念(如 χρήματα 等),从而赋予言辞以普遍的崇高与庄重感。
