- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.13.2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作为修辞学演练,文本陈述了雅典不应从西西里撤军的论据,并逐一驳斥了关于攻略难度、先前挫败以及斯巴达威胁等预期反驳。
οὐχ ἓν τὸ κωλῦόν ἐστιν ἀνακαλεῖν ἡμᾶς τὸν στόλον ἐκ τῆς Σικελίας, ἀλλὰ πρῶτον μὲν τὸ μὴ δεῖν μεταβάλλεσθαι καὶ μεταβουλεύεσθαι ῥᾳδίως· δεινὸν γάρ. αὐξήσεις δὲ τοῦτο ἐν τῇ τοῦ προσώπου ποιότητι· ὑμῖν δὲ οὐδʼ ἐπʼ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι.1 διὰ τί; ἐπειδὴ πλέον φρονεῖν τῶν ἄλλων πιστεύεσθε. ἑτέρα δὲ πάλιν ἐκ τοῦ πράγματος αὔξησις, ὅτι μηδὲ ἁπλῶς μηδὲ ἐπὶ ὀλίγου χρόνου περὶ τῶν πραγμάτων τούτων ἐβουλεύσασθε· κἀνταῦθα παραθήσεις τὰ ἐκ τῆς ἱστορίας. πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. ταῦτα καὶ πρότερον ἴσμεν λεγόμενα, καὶ ὅσον τὸ μέγεθος καὶ ὅσος αὐτῆς ὁ περίπλους, καὶ ὅμως ἐπέμψαμεν. ἀλλὰ μὴν οὐδὲ χαλεπὸν λαβεῖν· στασιάζουσι γὰρ καὶ πολεμοῦσι πρὸς ἀλλήλους οἱ κατοικοῦντες αὐτήν· τί οὖν χαλεπόν ἐστι λαβεῖν νῆσον διῃρημένην καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις; ἀλλʼ ἐπταίκαμεν. ἀλλʼ οὐ χρὴ ῥᾳδίως οὕτως ὑφίεσθαι τῇ ψυχῇ· καὶ τοῦτο ἐξ ὁμοίου παρὰ τοῖς Συρακοσίοις γεγενημένου κατασκευάσεις, ὅτι κἀκεῖνοι οὐχ ἅπαξ, ἀλλὰ πολλάκις πταίσαντες ἀνέλαβον ἑαυτούς· εἰ δʼ ἐκεῖνοι, καὶ ὑμεῖς. τί οὖν ἐκ τοῦ μεταβάλλεσθαι αὐτοὺς ἄτοπον; πρῶτον μὲν αἰσχύνη, οὐ μόνον τοῦ βεβουλεῦσθαι κακῶς, ἀλλὰ καὶ τοῦ ἀνανδροτέρους δόξαι Συρακοσίων· εἶτα καταφρονεῖν ὑμῶν Συρακοσίους ποιήσετε. ἀλλὰ τὰς σπονδὰς λελύκασι Λακεδαιμόνιοι. ἀλλʼ οὐδὲ τότε ταύταις θαρροῦντες ἐφαινόμεθα. ἀλλὰ τὸ ἐπιτείχισμα καινότερον; τί οὖν; ἐλθόντας αὐτοὺς κρατήσειν Λακεδαιμονίων οἴεσθε; καὶ μὴν εἰ μένουσιν ἔνδον, τάχʼ ἂν ἡμῖν εἴη καὶ πρὸς ἐναντίου· οὐ γὰρ συμφέρει τοῖς πολιορκουμένοις ἐπεισάγειν πολὺν ἀνθρώπων ὄχλον. τίνα ἐκ τοῦ λαβεῖν Σικελίαν αὐτοῖς ἀγαθὰ γενήσεται; ἀλλὰ Γύλιππος συνάγει στράτευμα, καὶ συναθροίζει Σικελίαν; οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλʼ ἢ ἕτερον ἐπιπέμπειν στόλον,2 ὃς οὐχ ἥσσω τὴν ἐπιθυμίαν τοῖς ἡμετέροις πολίταις παρέξει ἢ Γύλιππος Συρακοσίοις· τοῖς μὲν γὰρ ἡμετέροις οὐ τὸ τῆς δυνάμεως μόνον προσέσται, ἀλλὰ καὶ τὸ συνειδέναι πολλάκις αὑτοῖς κεκρατηκόσιν, οἱ δὲ ἐπανορθώσασθαι τὸ πρόσθεν τῷ πλήθει νομίζοντες ἔπειθʼ ἥττους ταῖς παρασκευαῖς φανέντες, εἰκότως οἶμαι καὶ ταῖς γνώμαις ὑποδεέστεροι γενήσονται. λοιπὴ ζήτησις ἐκ τῶν ἀποβησομένων. τί πλέον ἔσται, κἂν κρατήσωμεν; οὐ γὰρ κατασχεῖν αὐτὴν πόρρωθεν οὖσαν δυνησόμεθα. βουλοίμην δʼ ἂν ὑμῖν ἐν τούτῳ τὰ πράγματα εἶναι, ὡς τό γε κατασχεῖν αὐτὴν καὶ φυλάξαι βέβαιόν ἐστι. βιαίως δʼ ἂν εἴποις καὶ Δημοσθενικῶς ὅτι μηδʼ ἕτερόν τι πρᾶξαι δυνατόν ἐστιν· οὐ γὰρ ἀπανίστασθαι, ἀλλὰ φεύγειν δόξομεν, οὐδὲ μὴ δυνηθέντες ἑλεῖν, ἀλλὰ παθεῖν φοβηθέντες· εἶτʼ οὐκ ἀφέξονται τοῦ διώκειν ἡμᾶς Συρακόσιοι εἰ δὲ τοῦτο γενήσεται, δέδοικα μὴ περὶ τοῦ Πειραιῶς ὁ κίνδυνος ἡμῖν γένηται, καὶ ναῦς πολεμίας εἰς τοὺς ἡμετέρους λιμένας εἰσδεξώμεθα, δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν.3 ταῦτʼ ἐστὶ καὶ ἐν τούτοις.
阻止我们从西西里召回舰队的原因绝非仅有一个,首先在于人们绝不应当轻易改变方针和决议;因为这是极其可耻的。而你应当在人物的品格特质上对此予以发挥扩充:“对诸位而言,这耻辱并非与所有其他人等同。为何?因为诸位被公认比其他人更具远虑。”而来自事件本身的另一层扩充则是,诸位关于这些事务的谋划既非草率,亦非在短暂的时间内完成;在那里,你将援引历史中的事例。针对这些,第一条反驳是:“然而西西里实难攻取。”我们知道这些话先前也曾有人说过——它的幅员何其辽阔,绕航一周的距离何其漫长——然而我们依然派出了军队。况且,它甚至并非难以攻取;因为居住在岛上的人正在发生内讧,彼此交战。那么,攻取一座在军备和意志上皆已分裂的岛屿,究竟有何困难?“然而我们遭受了挫折。”但人们绝不应当在心志上如此轻易屈服;你应当根据叙拉古人身上所发生的相似事件来确立此点,即他们同样并非仅是一次、而是多次受挫后重新振作起来;既然他们能做到,诸位亦当如此。“那么,他们改变方针究竟会带来何等荒谬的后果?”首先是耻辱,这不仅是因为决策不善,而且是因为被认为比叙拉古人更为怯懦;其次,诸位将使叙拉古人轻视你们。“然而拉刻代蒙人已经撕毁了和约。”但即使在当时,我们似乎也未曾寄信任于和约。“然而敌方的筑垒难道不是更新的变故吗?”那又如何?诸位以为他们归来便能制服拉刻代蒙人吗?况且,如果他们留守在城内,或许反而对我们不利;因为对被围困者而言,引聚过多的人群入内并无益处。他们从夺取西西里中能获得何等益处?“然而居利普斯正在集结军队,并号召全西西里?”既然如此,对于诸位而言,不因恐惧而逃遁,反而再增派一支舰队,难道不是理所应当的吗?这支舰队带给我们公民的热忱,绝不会少于居利普斯带给叙拉古人的热忱。因为对我们的人而言,不仅将拥有力量,还将具有自知屡次获胜的自信;而对方原本以为凭借人数优势挽回了先前的劣势,随后若在军备上显得逊色,我想他们在心志上也理所当然会变得处于下风。余下的探讨来自事态的最终结果:“即便我们获胜,又能多得什么好处?因为我们无法保有远在天边的它。”但我倒希望诸位的处境恰好在这个节点上,因为占有并守卫它至少是笃定无疑的。你还可以强有力地、以德摩斯梯尼的风格陈述:绝无可能采取任何其他行动;因为我们会被认为不是在撤营拔寨,而是在仓皇逃窜,且不是由于未能攻取,而是由于惧怕蒙受灾难;接下来,叙拉古人难道不会穷追我们吗?而若此事发生,我担心危机将降临于比雷埃夫斯港,且正当〔我们〕自己本应封锁他人之时,我们反倒要在自己的港口迎受敌舰。以上便是相关论点,亦包含于这些内容之中。
- 1.13.2.1ὑμῖν δὲ οὐδʼ ἐπʼ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι
介词短语 ἐπʼ ἴσης 作副词用,意为“同等地”或“在同等程度上”。配合双重否定 οὐδʼ... οὐδέ,字面意义为“对诸位而言,这耻辱与对所有其他人而言并非在同等程度上”。紧接其后的提问与回答指出,由于雅典人被公认比他人更有智慧,因此变卦撤退的耻辱对他们而言远甚于其他任何邦国,属于修辞上的扩充法(aúxēsis)。
- 1.13.2.1οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλʼ ἢ ἕτερον ἐπιπέμπειν στόλον
疑问代词 τί 与非人称动词未完成过去时 προσῆκεν 支配与格 ὑμῖν 及不定式。惯用短语 ἀλλʼ ἤ 意为“除……之外”,构成反问语气(“除了……之外,还有什么对诸位是相称的呢?”)。其中的 οὐ 否定分词短语 οὐ δείσασιν ἀποδρᾶναι(“不因害怕而逃跑”),与 ἀλλʼ ἤ 引出的正向行动 ἕτερον ἐπιπέμπειν στόλον(“派遣另一支舰队”)形成鲜明对比。
- 1.13.2.1δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν
这是由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的独立宾格(accusative absolute),表达转折或让步含义:“当他们理应……之时”。其逻辑主语 αὐτούς 指雅典人自身,突出了事态的荒谬逆转:雅典人本该封锁(ἐφορμεῖν)别国港口,如今却可能面临在自己的港口迎接敌舰的险境。
