- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.14.1.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
述者引入《伊利亚特》开篇的主题,叙述了阿喀琉斯的愤怒与阿开奥斯联军的灾祸如何源于阿波罗降下的瘟疫及阿伽门农对克律塞斯的拒绝。
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν διʼ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπʼ αὐτῆς· οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς· πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλʼ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφʼ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον1 πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν, Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτʼ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ,2 οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλʼ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλʼ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντʼ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι,3 σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.
“请歌唱吧,女神,佩琉斯之子阿喀琉斯的愤怒。”因为细致叙述阿喀琉斯在特洛伊所发的愤怒以及由此引发的事迹,正是缪斯诸女神的职责;降临在阿开奥斯人身上的,绝非轻微琐细之事,而是战祸中最沉重之劫难。他们当中许多英勇之士过早殒命,许多人甚至未能获得安葬,而是弃尸荒野、沦为群犬之腹。然而这实乃宙斯的意志,如此众多的变故绝非出于偶然,而是自佩琉斯之子阿喀琉斯与全希腊之王阿特柔斯之子阿伽门农最初决裂之时便已肇始。那么,究竟是哪位神明使他们相争,我们又当说这场纷争始于何处?是从阿波罗开始的;相传他因对他们君王的愤怒而将瘟疫降于阿开奥斯人身上,其缘由乃是如此:有一位名叫克律塞斯的白发老翁来到阿开奥斯人的营地,他是阿波罗的祭司,前来赎回落入阿伽门农之手、沦为战俘的女儿;他手持黄金权杖,权杖上缠绕着神明的冠带,携带着极为丰厚的赎金,向全体阿开奥斯人哀求,尤其是向阿特柔斯之二子请愿,祝愿他们攻克特洛伊并平安归国,同时企盼自己能获准赎回爱女,并极言他们理当敬畏神明。此时,其余众人皆纳其言,并齐声喧腾赞同将少女归还祭司;然而阿伽门农不仅不肯释放,反倒出言威胁:若再撞见他如今在此逗留,或日后为同一目的再度前来,则神明的请愿之物将无法庇护他,随后的言辞亦将不再关乎其女,而将关乎他自身的性命;他还声称绝不释放少女,而要将她留在阿尔戈斯充作侍妾,终生料理其私务,若尚顾全性命,便立刻离去。祭司闻言惊恐万状,立时默然退去;待他远离军营,便放声呼喊,唤着阿波罗的一切名号——斯明透斯、忒涅多斯之主、克律塞之主、美弓之神——祈求道:“主啊,若我曾为您献祭或修葺神庙以悦您心,愿您如今以这些恩情赐我一报:让阿开奥斯人用他们自己的身躯擦干这些泪水,愿您手执弓箭降临他们之上。”神明倾听了祈祷,随即动身施惩。
- 1.14.1.1ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον
关系节中的不定式 ἐμβαλεῖν 属于间接引语(oratio obliqua)结构,承接前文设问(πόθεν ἄρξασθαι φῶμεν;)后的回答。此处并非叙述者直接陈述事实,而是以转述神话情节的口吻表达(“相传他降下……”)。其后的 γενέσθαι 以及 ἄνδρα ἐλθεῖν 均延续了这一间接引语叙事结构。
- 1.14.1.1ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ
由 προσηπείλει(出言威胁)所引出的 ὡς+宾格分词结构。它作为独立宾格(accusative absolute)或间接引语分词结构,表达说话者(阿伽门农)的主观威胁内容(“声称请愿之物将无法庇护他”)。并列的 οὐδὲ ... γενησομένους 亦采同样结构。
- 1.14.1.1ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι
作为同位解释性不定式,具体展开前文祈愿句(τοῦτό μοι νῦν ἀντʼ ἐκείνων γένοιτο)中指示代词 τοῦτο 的内容。该不定式带双重宾格(逻辑主语 τοὺς Ἀχαιοὺς 与直接宾语 τὰ δάκρυα ταῦτα),意指让阿开奥斯人以其自身的肉体承受惩罚来抹去这些眼泪。
