← 阿里斯·台德斯

修辞学

§1.13.1.1-1.13.1.7

文句的组合模式、表达缺陷与言辞目的

本节论述文句的组合模式(连续式、松散式与周期式)以及节与短语的定义和范例,告诫避免晦涩、冗赘与虚妄等表达缺陷,并指出言辞的根本目的在于说服与博爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.1.1

σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν, ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω, ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.

组合方式其一为连续的,即通过多个成分依次贯串而成的,如: “雅典的人们啊,因为一种严重的疾疫已降临希腊;”其二为松散的,即当时是散漫流溢的,正如: “随它去吧,任凭这些事发生,我绝无异议;”其三为周期(句段式)的,此乃节与短语的组合,是完善表达完整思想的言辞,正如: “雅典的人们啊,我既认为这些事重大且对城邦必不可缺,我将尽力就此陈述我认为有益的意见。”

§1.13.1.2

τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ οὐ προφάσεως ἀπορῶ διʼ ἣν Νικίᾳ βοηθῶ. κόμμα δʼ ἐστὶ κώλου μέρος καθʼ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ γνῶθι σαυτὸν καὶ μηδὲν ἄγαν. μεθʼ ἑτέρων δὲ ὡς τὸ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν.

节乃两词或多词的组合,如: “我并不缺乏援助尼客阿斯的借口。” 短语乃节的一部分,当单独使用时,如: “认识你自己”与“凡事勿过度”;当与其他词连用时,如: “我为了你们的孩子、为了你们的妻子、为了你们所拥有的一切福分恳求你们。”

§1.13.1.3

περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται, αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων. ἐκ τριῶν δέ, ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν. ἐκ δὲ πλειόνων, οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν.

周期句由单单一节构成者,如: “因为超越本分的顺遂,乃是愚人产生妄想的由头;”由两节构成者,正如: “因为从一开始就不给予任何东西乃是用心思虑之人的作为,但从占有者手中夺走则是嫉妒之人的行径;”由三节构成者,如: “审判官阁下,主要是由于我认为废除该法律是有益的,其次也是为了卡布里阿斯的儿子,我才答应他们尽己所能协力发言;”由多节构成者,如: “雅典的人们啊,那些赞扬你们祖先的人,在我看来虽发表了取悦于人的言论,却绝未做对于他们所称颂之人有益之事。”

§1.13.1.4

σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι.

组合之中,连续式与松散式适合于事实叙述与情感激发,而周期式则适合于夸示演说、序言与论辩推论(修辞三段论)。

§1.13.1.5

φράσις δὲ ἀσαφὴς γίνεται, ὅταν λίαν ἀπηρχαιωμένῃ χρῆταί τις καὶ ἀμφιβόλῳ, ὥσπερ τὸ "ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.1" ἢ κατʼ ἄλλον τρόπον, οἷον χρόνον ἢ αἰτίαν ἢ τόπον.

当有人使用过于陈旧和歧义的语言时,表达便变得晦暗,正如: “啊,宙斯,但愿野猪击倒我(或我击倒野猪)。” 或通过其他方式,例如时间、原因或地点造成歧义。

§1.13.1.6

πλεονάζει δὲ φράσις, εἰ διπλασιάζεται ὄνομα ἔχουσα χωρὶς χρείας, ὥσπερ ἔλεξα, εἶπον, ἔφρασα. καὶ εἰ ἐπὶ τῶν προειρημένων ἃ εἴπομεν, ταὐτὰ εἴπωμεν καὶ μετὰ ταῦτα.

若表达毫无必要地重复使用名词(或词语),则属于冗余,正如: “我陈述了、我说了、我表达了”;又如对于我们先前已经说过的内容,在之后又重复叙述同样的言辞。

§1.13.1.7

ματαία ἐστὶ φράσις ἡ ἐν βαρβάροις ὀνόμασι, κεκαινοτομημένοις καὶ παρακεχαραγμένοις· διὸ καὶ ἄκαιρος φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοις ἀκαίρως προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα. καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν·2 ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφʼ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας.

空洞的表达乃是由粗野蛮横、标新立异与伪造扭曲的词汇所构成的表达;因此,它不合时宜地将属于别事物的名称安加于其他事物之上,未能表达实际事实,从而显得毫无适切性。 诚然,言辞若是为了说服之外的某种其他目的而被发明,或许还会有所争论;但既然显而易见,理性能力的所有习性皆是奔向这唯一的目标,那么两者之中必居其一:要么言辞不合正道且显出不足,要么它同时达到极美并能彻底征服听众。而言辞乃是普世人道关怀与对所有人怀抱善意的凭证,绝非怨毒或厌世的象征。

语法注2 条
  1. 1.13.1.5ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ

    不定词 καταβαλεῖν 带有两个宾格名词(τὸν σῦν 与 ἐμέ)。在缺乏语境的情况下,无法在句法上断定何者为逻辑主语、何者为直接宾语,因此被用作因结构歧义(ἀμφιβολία)导致语义晦暗的典型例证。

  2. 1.13.1.7εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν

    使用了直陈式过去时态的非真实条件句(条件从句用直陈式不定过去时 εὑρέθη,主句用 ἄν 搭配直陈式未完成过去时 ἦν)。表达与事实相反的假设:“若言辞是为了说服之外的其他目的而被发明的,或许还会有所争执(但事实并非如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.13.1.1-1.13.1.7