← 阿里斯·台德斯

修辞学

§1.12.2.6-1.12.2.8

赞颂演说中称赞与谴责的分类及手法

本节论述了赞颂类演说的前提论题、赞扬的三种层级(颂神诗、普通赞扬、颂辞)以及称赞的四种手法(增益、省略、对比、美饰),继而阐明在公共辩论中免于招致反感而行称赞的六种途径,最后解析了以恶名化为主的谴责手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.2.6

τῆς δὲ ἐγκωμιαστικῆς, ἐπειδὴ καὶ ἔξω ζητημάτων ἐστίν, αἱ ὑποθέσεις εἰσὶν ἢ ἀπὸ προσώπων, ἢ ἀπὸ πραγμάτων, ἀφʼ ὧν καὶ οἱ ἔπαινοι καὶ τὰ ἐγκώμια καὶ οἱ ὕμνοι καὶ τὰ ἀντικείμενα τούτοις, οἱ ψόγοι. τῶν τοίνυν ἐπαινετικῶν τὸ μέν τι ἔπαινος καλεῖται, τὸ δὲ ὕμνος, τὸ δὲ ἐγκώμιον· ὕμνος μὲν εἰς θεοὺς μηδὲν ἔχων ἐναντίον, ἔπαινος δὲ τὸ ἐπὶ μικροῖς γινόμενον, οἷον τὸ εὖ καὶ καλῶς· καὶ γὰρ ταῦτα ἐπαινετικά ἐστι, καὶ πάλιν ὁ μὲν ἀγαθός, ὁ δὲ ἀνδρεῖος, ὁ δὲ δίκαιος· τὸ δὲ ἐγκώμιον ἐπὶ μεῖζον ἐξαίρει, διόπερ κατὰ διέξοδον γίνονται. λαμβάνονται δὲ οἱ ἔπαινοι κατὰ τρόπους τέσσαρας, αὐξήσει, παραλείψει, παραβολῇ, εὐφημίᾳ. αὐξήσει μὲν οὖν, οἷον εἴ τις θέλοι τὰ τοῦ μύρμηκος ἔργα ἐπαινῶν λέγειν ὅτι οἰκονομικώτατός ἐστι περὶ τὴν τῶν καρπῶν συγκομιδὴν καὶ περὶ τὴν τούτων ἀπόθεσιν, οὐ μὴν ἀλλὰ καὶ1 ἀγαθὸς προϊδέσθαι τὰς ὥρας τῶν θεῶν καὶ φρονιμώτατος πρὸς τοὺς καιροὺς παρασκευάζεσθαι, καὶ ὅσα ἄν τις εὕροι μύρμηκα αὐξῶν. παραλείψει δὲ ὅταν τὰ προσόντα δυσχερῆ τοῖς ἐγκωμιαζομένοις καὶ ἅπερ ἄν τις εἴποι ψέγων, παραλείποντες μόνα ἐξαγγέλλωμεν τὰ ἐπαίνου ἄξια, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὰς μὲν λοιπὰς πράξεις αὐτοῦ ἐξηγοίμεθα, ὡς διέβη τὸν Γράνικον, ὡς μέχρι Κιλικίας προῆλθεν, ὡς τὰ μέχρι τοῦ Ὠκεανοῦ πάντα ἔθνη κατεστρέψατο, παραλείποιμεν δὲ τὴν Κλείτου ἀναίρεσιν καὶ τὴν περὶ τοὺς πότους αὐτοῦ σπουδήν, καὶ ὅτι Μηδικὴν ἐσθῆτα μετημφιάσατο, καὶ προσκυνεῖσθαι ὁμοίως τῷ Περσῶν βασιλεῖ ἠξίου, καὶ ὅσα τοιαῦτα ἦν αὐτῷ. τῇ δὲ παραβολῇ, ὅταν μείζω μὲν τὰ τοῦ ἐπαινουμένου ἀποφῆναι θέλοντες ἐκ τῶν πρὸς ἄλλα ἀποδεικνύωμεν, ὡς ὁ Δημοσθένης τὰ τοῦ Κόνωνος ἔργα τὰ περὶ τὸν τειχισμὸν μεγάλα ὑποδεῖξαι βουλόμενος τῶν Θεμιστοκλέους αὐτὰ βελτίω φησίν. εὐφημίᾳ δὲ ὅταν τὰ δυσχερῆ μὴ παραλείποντες ἐπὶ τὸ εὐφημότερον ταῦτα ἐξηγησώμεθα, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὴν τῆς Ἑλένης ἁρπαγὴν λέγοιμεν οὐκ ἀδίκημα οὐδὲ μοιχείαν οὐδὲ ἁμάρτημά τι περὶ τὸν Μενέλαον τὸν ξένον γενόμενον, ἀλλʼ ὡς τοῦ Διὸς ἐπεθύμησε κηδεστὴς γενέσθαι, καὶ πάλιν ἐπὶ τῆς Ἑλένης, ὡς οὐχ ἥμαρτε καταλιποῦσα τὸν ἄνδρα καὶ τὴν θυγατέρα καὶ τὸν οἶκον, ἀλλʼ ὡς ἔνδοξος γενέσθαι ἐσπούδαζε.

另一方面,由于赞颂类演说处于具体审理问题之外,其前提论题或出自人物,或出自行为,赞扬、颂辞、颂神诗以及与这些对立的谴责皆源于此。在表彰性质的言辞中,一部分被称为赞扬,一部分被称为颂神诗,一部分被称为颂辞:颂神诗面向神明,没有相对立的反面;赞扬针对微小之事而发,例如说“好”与“妙”——因为这些也是赞扬性的,再如说“此人良善”、“彼人勇敢”、“某人正义”;而颂辞则将其提升至更大的规模,因而它们是通过详尽展开的叙述而构成的。称赞有四种途径:增益、省略、对比、美饰。所谓增益,例如某人若想赞美蚂蚁的作为,便说它在谷物的采集与贮藏上极有条理,不仅如此,它还善于预知神明的时节,极有先见之明地应对各种关头,以及人们在颂扬蚂蚁时所能搜集到的一切。所谓省略,即当我们把被赞颂者身上附带的不光彩之处以及人们在谴责时会提及的事项撇开不谈,仅宣布值得赞扬的事迹;例如在赞扬亚历山大时,我们详细叙述他的其余功业,如他渡过格拉尼库斯河、推进至基利家、征服直至大洋的各族,却省略对克雷图斯的杀害、他对纵酒的热衷、他改穿米底亚服饰、要求像对待波斯王那样受人俯伏朝拜,以及诸如此类发生在他身上的事。所谓对比,即当我们想要显明被称赞者的作为更为伟大,便通过与其他事物的比较加以证明;正如德摩斯梯尼意欲展示科农修筑城墙的功业之伟大,便称这些作为比地米斯托克利的功业更为优越。所谓美饰,即当我们不省略那些难堪之事,而是将它们朝更为吉祥体面的方向予以解释;例如在称赞亚历山大(帕里斯)时,我们说掠夺海伦既非罪行,亦非通奸,更非对宾客主人墨涅拉奥斯犯下的过错,而是因为他渴求成为宙斯的姻亲;又如谈及海伦时,说她抛弃丈夫、女儿与家庭并非过失,而是因为她热切追求名垂青史。

§1.12.2.7

τοῦ δὲ μὴ φορτικῶς ἐπαινεῖν, δύνασθαι δʼ ὁποσαχῶς ἂν χρεία γένηται ἐν τοῖς πολιτικοῖς ζητήμασι, τρόποι εἰσὶν οἵδε.2 πρῶτον μὲν ὅταν τις μὴ ὡς ἐπιβουλεύσας αὐτὸς καὶ παρεσκευασμένος, ἀλλʼ ὡς συναναγκασθεὶς [καὶ] ἐπὶ τοῦτο δοκῇ συνενεχθῆναι· δεύτερον δὲ ὅταν τις τὰ μὲν ἀποδιωθῆται, τὰ δὲ διεξίῃ· τρίτος τρόπος, ὅταν πρὶν εἰπεῖν τι συγγνώμην ἐφʼ οἷς ἂν μέλλῃ λέγειν αἰτῆται παρὰ τῶν δικαστῶν· τέταρτον ὅταν ἐν τοῖς κοινοῖς τὸν ἔπαινον ἔχῃ· πέμπτον, ὅταν καὶ αὐτοῖς τοῖς ἀκούουσι προσήκειν φάσκῃ ἀποδέχεσθαι αὐτά· ἕκτον, ὅταν καὶ τοὺς ἀντιδίκους οἷός τε ᾖ τις ἐπιδεικνύναι τὸ αὐτὸ ποιοῦντας, καὶ δεινὸν εἶναι φάσκῃ ἐκείνους μὲν ποιεῖν ὑπὲρ τῆς αὑτῶν ὠφελείας, αὐτὸν δὲ μή.

至于如何在公共审理中免于生厌、并能在需求产生时随时进行称赞,其途径如下:第一,当某人显得不是出于自身的预谋与准备,而是被迫陷入这一境地时;第二,当某人摒弃某些内容而详述另一些内容时;第三种途径是,在发言之前,为自己将要陈述之事向审判官们请求宽恕;第四,将称赞寄托于公共事务之中;第五,声称听众自身接纳这些赞誉亦属应当;第六,当某人能够指明诉讼对手也在做同样的事,并声称对手为了自身利益可以这般行事而自己却不行乃是极不合情理的。

§1.12.2.8

περὶ ψόγου. ὁ δὲ ψόγος ἐν τρισὶ τρόποις λαμβάνεται· καὶ γὰρ κατὰ τὴν αὔξησίν ἐστι ψέγειν, καὶ κατὰ παράλειψιν, καὶ κατὰ παραβολήν, κατὰ εὐφημίαν δὲ οὐκέτι, ἀλλὰ κατὰ τὸ ἐναντίον τῇ εὐφημίᾳ, δυσφημίαν. κατὰ δυσφημίαν ψόγος γίνεται, ὅταν τὰ καλῶς πεπραγμένα ἐπὶ τὸ δυσφημότερον ἐξαγγέλληται, οἷον εἰ λέγοι τις ὡς ὁ Μενέλεως οὐχ ὑπὲρ μεγάλων πραγμάτων, οὐχ ὑπὲρ ὧν ὁ βάρβαρος ὕβρισεν εἰς τὴν Ἑλλάδα ἀγανακτῶν ἐπὶ τὴν Τροίαν ἐστράτευσε, μιᾶς δὲ γυναικὸς ἕνεκα οὐκ ἀγαθῆς, ὡς καὶ ὁ τραγικός φησιν, "ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν, τἆλλʼ οὐδέν.3"

关于谴责。谴责通过三种途径进行:因为既可以依增益进行谴责,亦可依省略和对比进行谴责;但不再依美饰,而是依美饰的反面——恶名化进行谴责。依恶名化进行的谴责发生在优良的作为被朝向更为负面的方向加以宣扬之时;例如若有人说墨涅拉奥斯进军特洛伊并非为了重大事业,亦非因愤恨蛮族对希腊的凌辱,而纯粹是为了一个不良妇人的缘故;正如悲剧诗人所云: ‘啊,除却为一个妇人领军出战之外,在其他事上一无所能的人!’

语法注3 条
  1. 1.12.2.6οὐ μὴν ἀλλὰ καὶ

    惯用连词短语 οὐ μὴν ἀλλά 与 καί 连用,相当于“不仅如此,而且”,在肯定前述从句内容(收获与贮藏)的基础上,进一步引出蚂蚁更为高阶的品质(预见节令与提前防备)。

  2. 1.12.2.7τοῦ δὲ μὴ φορτικῶς ἐπαινεῖν, δύνασθαι δʼ ὁποσαχῶς ἂν χρεία γένηται ἐν τοῖς πολιτικοῖς ζητήμασι, τρόποι εἰσὶν οἵδε.

    带冠词不定式的属格 τοῦ ... ἐπαινεῖν 与 δύνασθαι δέ 依附于其后的名词 τρόποι,作宾格性属格或说明性属格,意为“……的方法”。前述的 ἐπαινεῖν 亦作为 δύνασθαι 所省略的宾语补足成分。

  3. 1.12.2.8ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν, τἆλλʼ οὐδέν.

    悲剧诗句引用。呼格感叹词 ὦ 之后,πλήν(“除……之外”)支配不定式 στρατηλατεῖν,而 γυναικὸς οὕνεκα(“为了一个女人”)修饰该不定式,意为“除为一个女人出征作战之外”。句末的 τἆλλʼ οὐδέν 为表范畴的宾格或呼语补足语(“在其他一切事上一无是处”),构成了极具贬损色彩的省略感叹句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.12.2.6-1.12.2.8