- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.12.2.4-1.12.2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者以德摩斯梯尼演说为例阐明法庭、审议与颂扬三门类的融合,随后系统定义了审议性演说的各项核心论题(正义、利益、可能、容易、必然、安全、崇高、虔敬、神圣职责、愉悦)及其构成要素。
τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, ἃ δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ ὁ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ1 τῶν τριῶν που μετέχει γενῶν· τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφʼ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε· τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι· τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλʼ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.2
既然言论存在着三种类型,且关于这些类型的事态变幻亦是如此,我认为其他类型也会汇入同一部演说中,人们必须将它们采纳并加以融合;正如德摩斯梯尼那篇关于给沙里德谟配备护卫的演说,大概就兼具这三种门类:因为关于违法法令的部分就其本身而言完全是法庭诉讼性的,驳斥了阿里斯托克拉特违背法律提出动议;而关于利益的部分则带有某种审议性的形态,论证不应当让科索布勒普特斯变得更加强大;除这些之外,第三部分则属于赞颂与谴责的体裁,即对沙里德谟的指责。所有这些都归结为单一的法庭演说,且它们之间形成了一种交融与调和;一者并非与另一者全无分别,而是事态需要多少差异就展现多少差异,各类门类亦未彼此割裂,以至于整篇言论显得自相矛盾。
εἰδέναι δὲ χρὴ ὅτι τῶν μὲν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλόν, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ ἡδὺ καὶ τὰ ἐναντία τούτοις. συνίσταται δὲ τὸ μὲν δίκαιον νόμῳ, φύσει, ἔθει, τὸ δὲ νόμῳ δίκαιον θεωρεῖται ἐν προστάξει καὶ ἐν ἀπαγορεύσει. τὸ δὲ συμφέρον συνίσταται ἐκ τόπων τεσσάρων, οὗτοι δέ εἰσιν οἵδε, τήρησις ὧν ἔχομεν ἀγαθῶν, ἐπίκτησις ὧν οὐκ ἔχομεν ἀγαθῶν, ἀποφυγὴ τῶν περιεστώτων κακῶν, κώλυσις τῶν ἐπιφερομένων κακῶν. τὸ δὲ δυνατὸν συνίσταται ἐκ προσώπων καὶ τῶν τούτοις προσφερομένων. τὸ δὲ ῥᾴδιον συνίσταται ἐκ τούτων, τοῦ ἐλαττόνων πόνων ἢ δαπάνης ἢ κινδύνων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι.3 τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατʼ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως ἢ οὕτως, ἢ ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἷον τὸ ἀποθανεῖν. τὸ δὲ ἀκίνδυνον συνίσταται ἐκ τούτων, τοῦ μηδὲν δέος εἶναι παθεῖν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ ἐχθρῶν μήτε ὑπὸ κρειττόνων τινῶν μήτε ὑπὸ τοῦ νόμου. τὸ δὲ καλὸν συνίσταται ὡς ὅρῳ περιλαβεῖν ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν. ταῦτα δέ ἐστι τὸ εὐσεβές, αἱ τιμαί, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, καὶ τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τὸ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ, οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δʼ ἂν εἰ πρὸς τούτοις συνίσταται τὸ καλὸν καὶ ἐκ τοῦ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν. καὶ ὅλως ὅσα κατὰ ἀρετὴν καὶ ἀρετῆς ἔργα· πάντα γὰρ ταῦτα τοῦ καλοῦ. ἀντίκειται δὲ τούτοις τὰ ἐναντία. τὸ δὲ εὐσεβὲς συνίσταται ἐκ τῆς φυσικῆς παρατηρήσεως τῶν πρὸς τοὺς θεοὺς δικαίων καὶ νομίμων. τὸ δὲ ὅσιον συνίσταται ἐκ τῆς τηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ εὐεργέτας καὶ παιδευτὰς καὶ τοὺς κατὰ γῆς. τὸ δὲ ἡδὺ συνίσταται ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν αἱ μὲν γίνονται ἀπὸ γεύσεως, αἱ δὲ ἀπὸ ὄψεως, αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζονας καὶ καθαρωτέρας εἶναι συμβέβηκε.
还应当知道,审议性探究的前提论题有如下这些:正义、利益、可能、容易、必然、安全、崇高、虔敬、神圣职责、愉悦,以及与这些相对立的事项。正义由法律、自然与习俗构成,而依法的正义体现在命令与禁止之中。利益由四个论题范畴构成,即:保有我们现有的善好、获取我们尚未拥有的善好、避开迫在眉睫的祸患、阻挡即将来临的祸患。可能由人物以及为他们所提供的手段构成。容易由以下方面构成:比起相反的情形,需要较少的辛劳、开销、危险或任何其他类似之物。必然由以下方面构成:某人哪怕在表面上也无法按照其意愿行事,而只能按照必然性所强加的方式行事;无法以除此以外或除必然性所迫之外的任何方式逃脱恐惧、动乱、悲痛以及必然性中所固有的暴力;或者由于某事本身被规定为绝对的必然,例如死亡。安全由以下方面构成:毫无遭受来自神明、仇敌、更强有力者或法律惩罚的畏惧。崇高若以定义来概括,则由对善大事物的赞美构成。这些是:虔敬、尊荣、称赞、纪念、友谊、信义、先祖的荣耀、伴随不可蒙羞之事业的事物,以及在生活中持守相称之道,例如井然有序、朴实、真实、友谊;此外,若崇高亦由称赞并对比他人的事迹构成,它便同样具备这些。总而言之,即是凡合乎美德的事物与美德的事业;因为所有这些都属于崇高。与这些相对立的则是其反面。虔敬由对神明的正义与礼法的自然遵循构成。神圣职责由持守对祖国及其前瞻关照的正义,以及对父母、恩人、师长和地底亡者的正义构成。愉悦由对快乐的享用构成;而在快乐之中,有的源于味觉,有的源于视觉,有的源于听觉,有的则存在于思想之中,后者的快乐往往更为博大且纯洁。
- 1.12.2.4ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ
修饰前文 ὁ τοῦ Δημοσθένους λόγος 的同位语分词短语。字面义为“赋予沙里德谟护卫的演说”,是在语境中采用拟人化与紧缩表述,指代有关授予沙里德谟护卫法令的那篇演说(即《反阿里斯托克拉特》)。
- 1.12.2.4ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον
连词 ὡς 在此作结果从句(相当于 ὥστε),后接带 μή 的宾格不定式结构,其中 τὸν ἅπαντα ... λόγον 为不定式的主格(宾格形态),ὁμολογούμενον αὐτὸν ἑαυτῷ 为表语分词,表示“以至于整篇言论不至于被视作自相矛盾”。
- 1.12.2.5πρὸς ἐναντίον δεῖσθαι
介词 πρός 在此表示比较的标准,意为“相较于相反的情况/方案”。不定式 δεῖσθαι 支配属格 ἐλαττόνων πόνων(“需要更少的辛劳”),整个短语意为“比起相反的情形,需要较少的辛劳等”。
