← 阿里斯·台德斯

修辞学

§1.12.2.1-1.12.2.3

文体要素的和谐融合与演说家的职责

作者探讨了言论中多种文体风格形态的和谐融合及其对听众的效果,阐明演说家应具备的德性与职责,并比较了审议性演说与法廷演说在性质与篇幅上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.2.1

καὶ ἄλλαι δέ εἰσι περὶ λόγους, ὡσαύτως δὲ καὶ περὶ ποίησιν ἰδέαι, καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμνόμενος κατὰ τοῦτο ηὐδοκίμησεν, Ὅμηρον δὲ ποιητὴν ἐξαιρῶ λόγου.1 ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, πρῶτον μὲν χρὴ τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας,2 οὗ μὲν ἀκρίβεια, ἐνταῦθα ὥραν προσθείς, οὗ δὲ βραχύτης, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχείρισιν. οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν. σκοτοδινιᾷ δὲ ἐνταῦθα πᾶς ἀκροατὴς καὶ οὐκ ἔχει τί γένηται,3 ἀλλʼ ὥσπερ ἐν τῇ παρατάξει κυκλούμενοι θορυβοῦνται καὶ ὡς ἕκαστος ἔχει φύσεως, οὕτως ἐπαινεῖ ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραῖα, ὁ δὲ ἄλλος ἄλλο τι.

关于散文,同样关于诗作,还存在着其他各种风格形态(理念),它们彼此之间或相去甚远,或十分切近;要想一并掌握全部这些形态绝非易事,然而每个人各自截取其中一部分,便在这方面博得了名声——不过我将诗人荷马排除在此论述之外。因此,当有人将贯通所有这些美质、并在言论中融合所有混合视为一场竞技时,他首先应当将符合时宜的品格分配得当,其次应当搭配各种组合:在严谨之处添以婉美,在简炼之处添以迅速,赋予充溢以明晰,在庄重之处添以优雅,在构思发明之处添以处置手法,而在大胆试险之处则添以稳健。此时,每位听众都会感到目眩神迷,不知所措,反而犹如在阵势中遭到合围的人们一样骚乱慌乱;且因各人天性禀赋不同,便各有褒扬:有人赞赏措辞之严密,有人称道思想之微妙,有人赞其华美,而另有人赞赏别的特质。

§1.12.2.2

ἐπεὶ δὲ καὶ τὰ τῆς ἀρετῆς μόρια ἐν τῷ εἴδει τῆς ῥητορικῆς εὑρίσκεται, εἴη ἂν καὶ ὁ ῥήτωρ τοιοῦτος· φρονίμου μὲν γάρ ἐστιν οἶμαι καὶ σώφρονος γνῶναι τὴν ἀξίαν ἑκάστου τῶν πραγμάτων, δικαίου δὲ τὰ πρέποντα καὶ ἑαυτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν· ὁ δὲ αὐτὸς νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων. εἰκότως ἐνέχεταί τισιν, ὡς ἂν μὴ δόξῃ, ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω τὴν δόξαν τῆς ἀληθείας ἐφελκόμενοι. τοῦ ῥήτορος τοίνυν ἐστὶ καὶ ταῦτα, τὸ ἰδεῖν τὰ βέλτιστα καὶ ἐξειπεῖν καὶ διαχειρίσαι ἕκαστα, τὰς ἁρμονίας φυλάξαι καὶ τὴν ἀεὶ πρέπουσαν τῷ καιρῷ τάξιν καὶ προαίρεσιν, σωφρονίσαι, προτρέψαι, κατασχεῖν, ὅτου δέοι, τοῦτʼ εἰσενέγκασθαι· κάλλους τε καὶ τοῦ νοῦ καὶ ῥώμης καὶ σωφροσύνης ὅλως μετέχοντας τοὺς λόγους ἀποδεῖξαι τῇ πυκνότητι τῶν ἐνθυμημάτων, τῇ συμμετρίᾳ τῶν ῥημάτων, ταῖς ἁρμονίαις, τῇ περινοίᾳ, τοῖς σχήμασι, ταῖς χάρισι τῶν κεφαλαίων, τοῦ βουλήματος, τῶν ὑποθέσεων.

既然美德的各个部分亦见于修辞学的这一门类之中,那么演说家也应当是这样的人:因为我认为,明晓每件事物的价值乃是明智与克制者的本分,将相称之物归于自身与他人乃是正义者的本分,而毫不畏惧地说出真相则是勇敢者的本分;而正是同一个人,会对与这些相对立的一切感到义愤。他顺理成章地致力于某些事物,以免言论显得与演说者本人格格不入,或者引来大于真实的虚名。因此,明察最善之物并将其阐明,妥善处置各个细节,保持协调和谐,始终持守适合时机的编排与立意,规诫、激励、遏制,在需要之时引入所需的内容,这些也都是演说家的职责:即通过推论式的密集、词句的匀称、和声与节奏、深刻的构想、修辞格,以及主要论点、意图、命题设定的各种魅力,使言论整体上显露出兼具优美、心智、力量与节制。

§1.12.2.3

αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί,4 αἱ δὲ συμβουλευτικαί, αἱ δὲ δικανικαί. τῶν δὲ δικανικῶν αἱ μέν εἰσι κατʼ οὐσίαν, αἱ δὲ κατʼ ἰδιότητα, αἱ δὲ κατὰ ποιότητα, καὶ πάλιν αὖ τῶν δικανικῶν λόγων οἱ μὲν οἶμαι βραχύτατοί εἰσιν, οἱ δὲ μήκιστοι, οἱ δὲ [τῶν] διὰ μέσου τούτων. οἱ δὲ συμβουλευτικοὶ τοῦ δικανικοῦ τῇ μὲν φύσει βραχύτεροί εἰσι, καίτοι εἰσὶ μὲν καὶ οἱ συμβουλευτικοὶ ὡσπερεὶ μακρότεροι τῶν δικανικῶν, οἱ δὲ δικανικοὶ τῶν ὁμοειδῶν, οἱ δʼ ἐγγὺς πλήθει· ἀλλʼ οὔτε οὗτοι τούτων χωρὶς τίθενται οὔτε ἐκεῖνοι τούτων οὐδὲν διαφέρουσι· τῇ μὲν γὰρ τῶν πραγμάτων τύχῃ καὶ ἐπʼ ἔλαττον καὶ ἐπὶ πλεῖον προέρχονται, αὐτό τε ἑαυτοῦ ἑκάτερον καὶ τοῦ ἑτέρου, τῇ ὅλῃ φύσει τὸ ἕτερον τοῦ ἑτέρου πλέον τι. τοῦτο δὲ σημεῖον, ὅτι μὴ ὁ συμβουλευτικὸς πολὺ βραχύτερος τοῦ μηκίστου [καὶ] ἀγωνιστικοῦ, οὕτως οὐ μόνον ταῖς ἰδέαις, ἀλλὰ καὶ τῇ συμμετρίᾳ κεχωρίσθαι βούλεται τὰ ἀγωνίσματα ἀλλήλων, ὡς ἐπὶ πλῆθος εἰπεῖν· ὁ τοίνυν συμβουλεύων ἐρεῖ πάντα ἃ δεῖ, ἐρεῖ δὲ ἐν ἐλάττοσιν ἢ δίκην ἀγωνιζόμενος· ὁ δὲ ἀγωνιζόμενος ἐρεῖ πάντα καθάπερ ὁ συμβουλεύων.

因为在前提主题中,有的是颂扬性的,有的是审议性的,有的是法庭诉讼性的。在法庭主题中,有的涉及本质实质,有的涉及特殊性质,有的涉及品质;而在法庭演说中,我认为有的极短,有的极长,有的则介于二者之间。审议性演说在本性上比法庭演说短小,虽然审议性演说在某种程度上也有比法庭演说更为冗长的情况,而法庭演说也有比同类更长的,有的则在篇幅上相近。但这二者既非彼此割裂,亦非毫无差异;因为根据事态的变化,它们各自相对于自身和相对于对方,都会或增或减,但在整体本性上,一种总比另一种稍大一些。而审议性演说并未比最长的辩论性演说短小得太多,正表明了这一点:通常而言,竞技性言论不仅希望在风格形态上,而且希望在篇幅匀称度上彼此有所区分。因此,进行审议的人将说出所有应当说的话,但所用的言辞会少于在法庭诉讼中辩论的人;而辩论者则会同审议者一样,说出全部的内容。

语法注4 条
  1. 1.12.2.1Ὅμηρον δὲ ποιητὴν ἐξαιρῶ λόγου

    分离属格 λόγου 依附于动词 ἐξαιρῶ(除外),意为“从论述中除外”。这是一种修辞性声明,表明荷马兼备所有风格形态(理念),因而作为特例不适用于此处关于各人仅凭局部特质成名的普遍讨论。

  2. 1.12.2.1ἔπειτα τὰς συζυγίας

    宾格 τὰς συζυγίας 承前省略了不定式 ἀποδοῦναι(即接续 χρὴ τὰ ἤθη... ἀποδοῦναι)。随后出现的不定过去分词 προσθείς(阳性单数主格)在语法意义上与前文 ὅταν 句中的不定代词主语 τις 相呼应,具体指明各对修辞要素应如何搭配结合。

  3. 1.12.2.1οὐκ ἔχει τί γένηται

    动词 ἔχω 搭配间接疑问从句中的虚拟式(τί γένηται),为固定熟语表达,意为“不知如何是好”;其中的虚拟式源于深思自省式虚拟(deliberative subjunctive)。

  4. 1.12.2.3αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί

    阴性复数冠词 αἱ 承接上一句末尾的名词 τῶν ὑποθέσεων(命题主题/辩题),后面的表语形容词 ἐγκωμιαστικαί、συμβουλευτικαί、δικανικαί 均与其在性、数、格上保持一致,指代古代修辞学关于演说主题的三大分类(赞扬、审议、法庭)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.12.2.1-1.12.2.3