← 阿里斯·台德斯

修辞学

§1.1.2.5-1.1.2.11

产生庄重之气的诸修辞形象与德摩斯梯尼用例

作者阐述了言辞中尊严与庄重之间的联系,并结合德摩斯梯尼的例证,分析了产生庄重之气的若干修辞形象:直喻的运用、格言的插入、黜低引高的对换、推迟核心概念的悬搁手法、普遍性的定义、隐匿自身而依凭权威事象,以及连词省略的层叠并置。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.2.5

τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ ἡ σεμνότης· ὅπου γὰρ ἀξίωμα ὁ λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται,1 ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον, καὶ πάλιν ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν, καὶ ἑτέρωθι πάλιν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ.

关于修辞形象首先应当知晓的是,在言辞中,尊严与庄重具有某种相通性;凡是言辞获取尊严之处,亦必获取庄重。即便言辞关乎思辨之理,运用直喻亦使言辞具有庄重与尊严,例如: “正如海上不定的风,随意而动”,又如: “犹如雷霆或山洪,这整个事件突然袭向城邦”,又在别处: “因为无人不知,正如发热或其他灾祸的周期或发作一般,它正逼近那如今看似远离之人”。

§1.1.2.6

καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται.

陈述格言亦属于庄重,例如: “因为非分的好运,对于愚人而言乃是滋生妄念的由头”。

§1.1.2.7

καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα2 τῆς σεμνότητός ἐστιν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν, νῦν τὰ μᾶλλον προτετιμημένα εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας.

此外,排斥并舍弃那些不受珍视之物,代之以引出更受尊崇之物,亦属于庄重: “我未曾用石头或砖块为城邦筑墙,但若你想知晓我的筑城”,继而引出更受尊崇之物: “你将发现武器、城邦、要塞与港口”。

§1.1.2.8

σεμνότητα δὲ ἔχει καὶ ὅταν μὴ εὐθὺς ἐπιτρέχῃς τῷ εἰσαγομένῳ, ἀλλὰ προσλαμβάνῃς τὰς δυνάμεις αὐτῶν καὶ προαναρτᾷς τὸν λόγον.3 ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων ἐν ἑαυτῇ κέκτηται φυλακτήριον, καὶ οὐκ εὐθὺς ἐπήγαγε καὶ εἶπεν ἀπιστίαν, ἀλλὰ προσλαβὼν τούτου τὰς δυνάμεις καὶ ἀναρτήσας, ὃ πᾶσι μέν ἐστιν ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους, καὶ ἄλλη ἐπανάληψις τί οὖν ἐστι τοῦτο, εἶτα τὸ εἰσαγόμενον ἀπιστία. ὅμοιον δὲ τούτῳ κἀκεῖνο ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα, καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης ἡττᾶτο, νῦν δὲ ἀπολωλὸς ἅπαντα λελύμανται, καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα, καὶ τοσούτων προεκκειμένων οὔπω εἴρηται τὸ τί, ἀλλʼ ἐπαναλήψει χρησάμενος νῦν εἰσάξει, τί οὖν ἦν τοῦτο; εἶτα τὸ εἰσαγόμενον καθʼ ἑαυτό, ὡς ἐκεῖ ἀπιστία, οὕτως ἐνθάδε, τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν.

当你并不立即奔向所要引出的主题,而是预先纳入其效能并使言辞悬搁以引人期待时,亦具庄重: “明智之士的天性在自身中备有一种共同的护符”,他并没有立即引出并说出“戒备”,而是先纳入其效力并加以悬搁: “这对于所有人皆是福祉与拯救,但对于大众对抗僭主而言尤甚”,并借助另一层重述: “那么这是什么?” 然后才是所引出的词: “戒备”。 与此相似的还有那一例: “它曾制服波斯的财富并引领希腊获得自由,在海战与陆战中皆未尝败绩,如今却荡然无存,毁坏了一切,使一切局势天翻地覆”,在预先陈述了如此多内容之后,仍未说出它究竟是什么;相反,借助重述的提问,他如今引出: “那么这曾是什么?” 然后才是其本身所引出的内容,正如前文中的“戒备”一般,此处则是: “凡是接受那些企图统治或腐蚀希腊之人钱财的受贿者,所有人都予以痛恨”。

§1.1.2.9

καὶ οἱ ἀφορισμοὶ δὲ οἱ ἐν τῷ καθόλου σεμνότητα ἔχουσιν, οἷον πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν.

以普遍命题作出的断定亦具庄重,例如: “因为我个人认为,城邦的财富乃是盟友、信义与善意”。

§1.1.2.10

καὶ τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα ἢ πρόσωπα ἢ πράγματα ἀπάγοντα ἀφʼ ἑαυτοῦ4 σεμνὸν πάνυ, οἷον καὶ τούτων οὐδὲν καινόν, οὐδὲ εὕρημα ἐμόν, ἀλλὰ παλαιὸς ὃν οὗτος παρέβη νόμος οὕτω κελεύει νομοθετεῖν, καὶ πάλιν οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν ὑμετέρων προγόνων.

始终避开自身而寄身于著名的人物或事迹之下,亦极为庄重,例如: “凡此种种绝非新创,亦非我的发明,而是此人所违犯的古代法律命令如此立法”,又如: “我所说的并非我自己的话,而是你们先祖的典章”。

§1.1.2.11

σχῆμα δὲ καὶ τοῦτο τῆς σεμνότητος τὸ ἀσύνδετα παρατιθέναι τὰ νοήματα, ἐφεξῆς ἐπιτιθέντα ἀλλήλοις, οἷον Μειδίας Ἀναγυράσιος προβέβληται, τὰ ἀπόρρητα οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ πάλιν ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην, οὔθʼ ἡ Ἑλλὰς οὔτε ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τοῦ ἀνθρώπου.

不用连接词(连词省略)而将思想并置、紧密相接,亦是庄重的形象,例如: “阿纳吉鲁斯区的迈狄阿斯已被提告,他洞悉秘密,城邦已容纳不下他”。 再如: “他前往赫勒斯滂,此前他进军安布拉基亚,他在伯罗奔尼撒掌控着厄利斯这样的大邦,前些日子又图谋墨伽拉;无论希腊还是蛮荒之境,都无法容纳此人的贪婪”。

语法注4 条
  1. 1.1.2.5ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται

    祈使语气 ἔστω 在此处表让步(“即便言辞属于思辨/判断之事”),随后引出主句的主语——带冠词不定式 τὸ εἰκόσι χρῆσθαι(“运用直喻/相似之物”)。谓语动词 ἐργάζεται 接双重宾格(τὸν λόγον 以及作宾补的分词短语 σεμνότητα καὶ ἀξίωμα ἔχοντα)。

  2. 1.1.2.7τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα

    在带冠词不定式 τὸ ... ἀντεισάγειν(“代之以引入”)的结构中,分词 ἐκβάλλοντα καὶ ἀναιροῦντα(“排斥并舍弃”)以宾格形式修饰不定式未明言的不定泛指主语。τὰ ἧττον ἐκτετιμημένα 是分词的宾语,而 τὰ μᾶλλον προτετιμημένα 则是不定式 ἀντεισάγειν 的直接宾语。

  3. 1.1.2.8προαναρτᾷς τὸν λόγον

    动词 προαναρτάω 字面义为“预先悬挂”,在修辞学中指并不立即道出核心概念(在此即“戒备/不信”),而是先陈述其属性与功效,以此保留悬念、调动听众期待的修辞手法。

  4. 1.1.2.10τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα ἢ πρόσωπα ἢ πράγματα ἀπάγοντα ἀφʼ ἑαυτοῦ

    在带冠词不定式结构 τὸ ὑπέρχεσθαι(“居于……之下/依托”)中,宾格分词 ἀπάγοντα 修饰不定式所暗含的泛指主语,表示“避开自身/使目光离开自己”的伴随状态。τὰ ἔνδοξα 为定语,同时修饰 πρόσωπα 与 πράγματα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.1.2.5-1.1.2.11