- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.1.2.3-1.1.2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了产生庄重之气的修辞形象:一是在叙述中插入提问的“间隔”(diastasis),二是运用属格独立结构等手段的“倾斜结构”(plagiasmos),并结合德摩斯梯尼的演说例证进行了解析。
καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃ τί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτʼ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου,1 τί οὖν ἐπιχειρεῖ; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασιν πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι. καὶ ἑτέρωθι τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν ἡ διάστασις; ἐν τῷ διὰ μέσου, ἐν ᾧ διαστήσας λέγει τί οὖν τοῦτό ἐστιν· ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν. ἀλλʼ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, τί οὖν ἐπιχειρεῖ, ἢ πάλιν τί οὖν τοῦτό ἐστιν; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε. ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.
间隔(diastasis)亦具有庄重之气,正如当他说: “那么他企图做什么?给近邻同盟制造战争并在皮莱亚周围挑起混乱。” 因为若无间隔,行文将是如下这般:腓力认为,如果他因私怨劝说色萨利人或底比斯人向你们进军,将无人理会他;但如果他借由他们的共同名义被推举为统帅,他指望能更容易地在某些事上加以蒙骗,在另一些事上则无论用什么手段。那么怎样?他给近邻同盟制造战争并在皮莱亚周围挑起混乱。若无间隔,这本会是混杂而卑下的;而将其提升至庄重的,乃是这居于中间的间隔: “那么他企图做什么?” 继而是间隔之后的事实: “给近邻同盟制造战争。” 在另一处: “过去最糟糕之事,对于未来而言乃是最好的转机。” 在此处,若无间隔,本该紧接着引出:“因为我们未曾履行任何当行之事”。那么间隔在何处?就在中间的插入语中,在其中他隔开而说道: “那么这是什么?就是我们未曾履行任何当行之事。” 然而这些是依据事实所作的划分: “那么他企图做什么?” 或者: “那么这是什么?” 而那些则是出于他自身的某种判定,正如当他说: “事实确乎如此:我遭受了侮辱,那时我的身体被践踏于泥泞之中。” 间隔总伴随着使言辞分明,在某些地方亦使之清晰。但应当知晓的是,言辞的理论观察会引出诸多美感,而我们当下所专注的只是其中最普遍的一种。
σεμνότητος δὲ σχῆμα καὶ ὅταν πλαγιασμοῖς τις χρῆται· ὅπου μὲν γὰρ ὀρθοῦται τὰ νοήματα, κόπτεται καθʼ ἓν ἕκαστον ὁ λόγος, καὶ τοῦ καθαρωτέρου μᾶλλον τρόπου τὸ σχῆμα, οὐ τοῦ σεμνοτέρου· διὰ τοῦτο ἐν τῷ πρὸς Λεπτίνην ἕως μὲν ὀρθῶς ὁ Δημοσθένης τὰ νοήματα,2 καθαρὸς εἶναι δοκεῖ ὁ λόγος, οἷον λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ. ἄλλο νόημα τοῦ αὐτοῦ τρόπου, ἐπειδὴ δὲ τὰ πράγματα ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ἀπῄτουν. καὶ τὸ ἑξῆς τῷ αὐτῷ τρόπῳ εἰ ὀρθῶς προήγαγεν, οὕτως ἂν εἶπε, λόγοι οὖν ἐγίνοντο, καὶ οἱ μὲν τοὺς ἐξ ἄστεος ἠξίουν ἀποδοῦναι τὰ χρήματα, οἱ δὲ τοὺς ἐκ Πειραιῶς, ἀλλὰ διεφθείρετο ὁ τόνος τοῦ σχήματος καὶ ἡ σεμνότης, διὰ τοῦτο πλαγιάσας λέγει, λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι.3 καὶ ἐν ἀρχῇ δὲ τοῦ κατὰ Φιλίππου πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων περὶ ὧν Φίλιππος ἀδικεῖ. καὶ ἄλλο τι πεπλαγιασμένον ἐπὶ τούτῳ καὶ πάντων εὖ οἶδʼ ὅτι φησάντων γʼ ἄν. καὶ πάλιν ὄντων δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν ὡς ἐγὼ κρίνω φοβερῶν, οὐδένες μὲν ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν.
当有人使用倾斜结构(plagiasmos)时,也是庄重的形象。因为凡是思想直接陈述之处,言辞便被逐段切断,这一形象更多属于纯净体风格,而非庄重体;因此在《反莱普提涅斯》中,只要德摩斯梯尼以直陈方式推进思想,言辞便显得纯净,例如: “据说三十僭主向斯巴达人借贷金钱,用以对付比雷埃夫斯的人。” 同一风格的另一个思想: “当那些变故平息之后,斯巴达人派遣使节索要金钱。” 倘若他以相同方式将接下来的内容直接陈述,他本会这样说:“于是展开了争论,一些人要求城内的居民偿还金钱,另一些人则要求比雷埃夫斯的居民偿还。”但如此一来,形象的紧迫感与庄重便被破坏了;为此他转用倾斜结构说道: “在争论发生,且一些人要求城内居民偿还、另一些人要求比雷埃夫斯居民偿还之际,将此作为和解的首要标记。” 在《反腓力演说》的开端亦然: “雅典人啊,尽管关于腓力的不义之举发表了诸多演说。” 此外又有借此倾斜化的另一例: “而且尽管所有人,我深知,至少都会说。” 再如: “雅典人啊,依我之见,既然眼下的局势对所有人皆是可怖的,那么在所有人当中,没有谁面临的危险甚于你们。”
- 1.1.2.3τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου
系动词(ἐστί)省略的倒装结构。带冠词的不定词短语 τὸ ἐξᾶραι εἰς τὴν σεμνότητα 充当主语(或谓语),与主格名词短语 ἡ διάστασις ἡ διὰ μέσου 构成判定:“将其提升至庄重的,正是这居中的间隔”。
- 1.1.2.4ἕως μὲν ὀρθῶς ὁ Δημοσθένης τὰ νοήματα
在由 ἕως 引导的时间从句中,谓语动词(如 προάγει 或 ἐκφέρει)被省略,需由副词 ὀρθῶς(以直陈方式、直接形式)和宾格宾语 τὰ νοήματα(思想)来补足动作含义:“只要德摩斯梯尼以直陈方式[推进]思想”。
- 1.1.2.4λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι
此处节录自德摩斯梯尼《反莱普提涅斯》第12节。在连续的属格独立结构(λόγων ... γιγνομένων 以及 τῶν μὲν ... κελευόντων, τῶν δὲ ...)之后紧接不定词 ὑπάρξαι,原演说中的支配成分(分词 ἀξιούντων 及主句动词 φασὶ 等)在引用中被省略,使不定词短语作为引述的结论独立保留。
