- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.1.2.1-1.1.2.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了产生庄重风格的形象,重点阐述了断定性形象以及打破句法连缀另起开端的“抽离”(apostatis),并结合德摩斯梯尼的演说论析其效果与构造。
κατὰ σχῆμα δὲ οὕτως, ὅταν ἀποφαντικοῖς τις χρῆται τοῖς σχήμασιν, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ὁ Δημοσθένης ἅπας ὁ τῶν ἀνθρώπων βίος, ἄν τε μικρὰν ἄν τε μεγάλην πόλιν οἰκῶσι, φύσει καὶ νόμοις διοικεῖται.
依于形象则是如下情形:即当有人使用断定性的形象时,正如德摩斯梯尼在《反阿里斯托革顿》中所言:“人类的全部生活,无论他们居住在小城邦还是大城邦,皆由本性与律法所治理。”
ἢ ὅταν ἀποστάσεσί1 τις χρῆται, ἔστι δὲ ἡ φύσις τοῦ σχήματος τῆς ἀποστάσεως τοιάδε τις, ὅταν τοῦ συμπλέκειν κατὰ τὸ ἑξῆς καὶ συναρτᾶν ἀλλήλοις ἀποστάντες εἰς ἀρχὴν ἰδίαν ἐπανάγωμεν, ὥστε τὸ συνημμένον τῶν ἐννοημάτων χωρισθὲν ἀποστῆναι, ὡς ἐν τοῖς Φιλιππικοῖς ἐν τῷ κατὰ Φιλίππου τὸ μὲν κατασκευαζόμενον, δεινὰ ποιεῖ Φίλιππος· τάδε γὰρ ποιεῖ καὶ τάδε, οἷον Θετταλίαν καταδεδούλωται, αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις ἤδη τυραννοῦνται, ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ. καὶ αὐξητικόν, καὶ τοιαῦτα ποιοῦντος οὐδεὶς κωλύει τῶν Ἑλλήνων, ἐν οἷς λέγει καὶ ταῦτα εἰδότες οἱ Ἕλληνες οὐ πέμπομεν πρέσβεις περὶ τούτων καὶ ἀγανακτοῦμεν· ἐν τέλει, ὥστʼ ἐκείνου ποιοῦντος τί αὐτοὶ ποιοῦμεν; καὶ τὸ αὐξητικὸν ἐκ διαφορᾶς, καὶ ταῦτα τῶν προγόνων οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων συγχωρούντων, ἀλλʼ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις,2 οὐ Λακεδαιμονίοις, οὐκ Ἀθηναίοις, οὐ τὰ τελευταῖα Θηβαίοις. εἶτα ἡ αἰτιολογία ἐπὶ πᾶσι τί οὖν τὸ αἴτιον τούτων; ἐνταῦθα πρόσεχε ἤδη τῷ τῆς ἀποστάσεως σχήματι· σαφηνείας γάρ σοι ἕνεκα πρότερον πάντα ἐπεξῆλθον. εἰ μὲν συμπλέξας τὸ κατασκευαστικὸν νόημα ἐβούλετο ἐξενεγκεῖν, οὕτως ἂν ἐποίησεν, ὅτι ἐκεῖνοι μὲν τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ διακόψας τὴν συμπλοκὴν τῶν νοημάτων καὶ ἀποστήσας ἀπὸ τοῦ συνῆφθαι αὐτὸν αὐτῷ, εἰς ἀρχὴν ἀναγαγὼν λέγει ἦν τι τότε, ἦν ὦ ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις· τί ἦν τοῦτο; τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν. εἶτα ἕτερον ἐγίνετό τι κατὰ τὸ σχῆμα, καίτοι ἓν καὶ τὸ αὐτὸ ἐννόημα ὄν, ἐάν τε συμπλέξας εἴπω, τί οὖν τὸ αἴτιον τούτων; ὅτι ἐκεῖνοι μὲν οὐχ οὕτως διενοοῦντο, ἐάν τε καὶ ἀποστάσει χρησάμενος ἐπαναγάγω, ἦν τι τότʼ, ἦν ἐν ταῖς τῶν πολλῶν διανοίαις. καὶ ἑτέρωθι δὲ ἐν ἐπαγγελίᾳ χρησάμενος λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην, εἶτα ἀποστήσας ἐπάγει πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί. κἀκεῖνα δὲ ἀποστάσεως τὰ σχήματα. καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, κἀκεῖνο ἀντικείμενον τούτῳ, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μιαρὸν τὸ θηρίον καὶ ἄμικτον. οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθʼ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατʼ εἶδος οὐχ ὑπεμνήσθην·3 καὶ γὰρ καὶ ἐπαναδίπλωσις ἐν ἐνίοις αὐτῶν γέγονε, καὶ καθόλου ἐξενήνεκται οὐκ ἐπὶ μέρους, ἀλλʼ ἡμῖν πρόκειται καθʼ ἓν ἕκαστον τῶν γενικῶν σχημάτων παραδεικνύναι, καὶ σὺ δὲ οὕτως ἠξίωσας. καὶ ὅλως δὲ ἐπὶ μιᾶς ἐννοίας πολλάκις πλείω συμπίπτει θεωρήματα, καὶ μάλιστα ὁπόσα αὐτῶν τῆς αὐτῆς ἐστι συγγενείας, καὶ ἐξ ὧν τελείως πᾶσι τοῖς αὐτοῦ μέρεσι κατεσκεύασται ὁ λόγος προσλαμβάνει, ἐννοίᾳ, σχήματι, ῥυθμῷ, λέξει. ἡμῖν δὲ νῦν ὁ λόγος περὶ αὐτοῦ μόνου τοῦ σχήματος, καὶ ταῦτα τοῦ κατʼ ἔννοιαν μόνου. καὶ ἄλλαι δέ εἰσιν ἀποστάσεις, οἷον οὐδὲν δεινόν, οὐδʼ ἐλεεινὸν Μειδίας πείσεται, ἐὰν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, καὶ πάλιν πλούσιοι πολλοὶ συνεστηκότες, τὸ δοκεῖν τινες εἶναι διʼ εὐπορίαν προσειληφότες, καὶ πάλιν μισεῖ Μειδίας ἴσως ἐμέ.
或者当有人使用抽离(apostasis)时。抽离这一形象的本性大致如下:当我们脱离依序连缀和彼此嵌合,而将其引向一个独立的开端,以使思想中原本相互连属的内容分离开来并独立出来。正如在《腓力演说集》的《反腓力演说》中,所要立论的事实是:腓力正在做出可怖之事;因为他正在做这事和那事,例如奴役了色萨利,“优卑亚的各城邦如今已被僭主统治,他奔向赫勒斯滂,此前他进犯安布拉基亚,在伯罗奔尼撒占领了厄利斯这样重大的城邦”。接着是增重论述:“而当他做出此类行径时,希腊人中无一人加以阻拦”,其中他说:“我们希腊人虽明知这些,却既不就这些事派遣使节,亦不感到愤慨。”在结尾处:“因此当他行此等事时,我们自己在做什么?”又有基于对比的增重论述:“而且先祖们非但未曾向异族人让步分毫此类之事,甚至对希腊人中最显赫者,无论是斯巴达人、雅典人,还是最后对底比斯人,都未尝退让。”继而在这全部之上提出原因论析:“那么这些事情的原因何在?”在此刻,请注意抽离的形象;因为为了清楚起见,我先前已经将一切详细解明。如果他想通过连缀来表达这立论的思想,他本可以这样表述:“因为他们全都憎恨从那些企图统治或败坏希腊的人手中收受金钱者。”但他并非如此行,而是斩断了思想的连缀,使其脱离原有的连接,引向一个开端而说道:“那时曾有某种东西,雅典人啊,曾存在于民众的思想之中;这究竟是什么?所有人都憎恨从那些企图统治或败坏希腊的人手中收受金钱者。”于是,依于形象便产生了不同的效果,尽管这本是同一个思想,无论我连缀着说:“那么这些事情的原因何在?因为那些人并非如此思考”,还是运用抽离引回开头说:“那时曾有某种东西,曾存在于民众的思想之中”。在另一处,他在预告中运用了它:“我将直言不讳;因为我也确实无法以其他方式言说”,随后抽离开来引入道:“所有曾自你们这里出航的将领”。这些同样也是抽离的形象: “美好啊,雅典人啊,对公共事务的守护是美好的”,以及与此相对的:“可憎啊,雅典人啊,那野兽是可憎且不可接近的”。并非因为在这些理论观察的每一个之中不附带无数其他的理论观察,我才因此未按具体类别提及;因为在其中某些例子里也出现了叠词重复,并且它是总体呈现而非局部的,但摆在我们面前的任务乃是逐一阐明各类普遍形象,而你也是如此要求的。普遍而言,在单个思想之上往往汇聚着数种理论观察,尤其是那些属于同一亲缘关系的观察,以及当言辞在其所有部分——思想、形象、节奏、言辞——得到完全构建时所采纳的观察。然而我们眼下的论述仅关乎形象本身,且仅关乎依于思想的形象。此外还有其他的抽离,例如:“若梅迪亚斯所获财产与你们大多数人相当,他决不会遭受任何可怖或可怜之事”,又如:“众多富人结成朋党,因富有而自以为举足轻重”,再如:“梅迪亚斯或许憎恨我”。
- 1.1.2.2ἀποστάσεσι
修辞术语“抽离”(apostasis)。指在句法上不使用从属连词(如 ὅτι)顺承上文或问题(τί οὖν τὸ αἴτιον τούτων;)进行连缀嵌合(συμπλέκειν, συναρτᾶν),而是切断连接、另起一个独立开端(εἰς ἀρχὴν ἰδίαν)的修辞形象。
- 1.1.2.2οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων συγχωρούντων, ἀλλʼ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις
在属格绝对结构(τῶν προγόνων ... συγχωρούντων)内部,使用了惯用表达 οὐχ ὅπως... ἀλλʼ οὐδέ...(“非但未曾……甚至连……也不……”),用以表达强烈的否定与递进。
- 1.1.2.2οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθʼ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατʼ εἶδος οὐχ ὑπεμνήσθην
多重否定句式:οὐχ ὅτι... οὐ... διὰ τοῦτο οὐ...(“并非因为在这些理论观察的每一个之中不包含无数其他观察,我才因此未按具体类别提及……”)。嵌套的双重否定(οὐχ ὅτι... οὐ πρόσεστι)表达强烈肯定(实际上伴随着无数其他观察),解释了未一一赘述的原因。
