- 底本
- Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:1.1.1.1-1.1.1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在定义庄重的三个要素(思想、形象、言辞)之后,作者探讨了思想上的庄重,分析了崇高观念及历史与神话范例(尤其是德摩斯梯尼的马拉松誓言),并警示脱离现实而流于空洞的危险,强调保持恰当节度的重要性。
ἡ μὲν οὖν σεμνότης καθολικῶς συνίσταται τριχῇ, κατὰ γνώμην κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. γνώμην δὲ λέγω τὸν νοῦν καὶ τὰ ἐπινοήματα, ἐν οἷς εὑρίσκεται τὰ πράγματα, σχήματα δὲ τὸν τύπον τοῦ λόγου, ἐν ᾧ ἐκφερόμενα τὰ νοήματα ἤτοι τοιόνδε ἢ τοιόνδε τὸν λόγον φαίνεσθαι ποιεῖ. καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα.1 ἀπαγγελίαν δὲ λέγω αὐτὴν τὴν λέξιν διʼ ἧς ἀπαγγέλλεται τὰ ἐπινοήματα.
庄重一般而言由三个方面构成:依于思想、依于形象、依于言辞。我所谓的思想,是指理智与构思,事理便在其中得以发现;而所谓形象,是指言辞的格局,思想在这一格局中被表达出来,使言辞呈现出此种或彼种样貌。正是这些形象在言辞中拥有最大的力量,其力量相当于有生命、能活动之物相较于处于相反状态之物所具有的力量。我所谓的言辞,则是指表达构思所用的词句本身。
κατὰ δʼ οὖν γνώμην σεμνὸς ἔσται σοι λόγος ἐκ τῶν προτετιμημένων ἐννοημάτων, προτετιμημένα δέ ἐστιν ἑνὶ λόγῳ, ὅταν τις ἐνδόξοις πράγμασι χρῆται, καὶ περὶ ἐνδόξων τι λέγηται, καὶ ὅσα σπάνιά ἐστι καὶ παλαιά. ἔνδοξα δέ ἐστι πρῶτα μὲν τὰ τῶν θεῶν, οἷον ὅταν εἰς τὰ θεῖα ἐπανάγῃς τὰς ἐννοίας, θεῶν εὔνοιαν, τύχης χρηστότητα, οἷον ἐπὶ πολλῶν ἄν τις ἰδεῖν δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν, καὶ ὅσα τοιαῦτα.
因此,当取材于被尊奉的观念时,你的言辞在思想上便会是庄重的;简而言之,所谓被尊奉的观念,就是指当人使用显赫的事理、谈论显赫的事物以及罕见且古老的事物之时。在显赫的事物中,首要的是属于神祇的事物,例如当你把观念引向神圣事物、神祇的善意或命运的眷顾时,就像:“在我看来,人们可以在许多事情上看到来自神祇的善意”,以及诸如此类的话。
καὶ τῶν ἀνθρωπίνων δέ, ὅταν εἰς τὰ προτετιμημένα ἄγῃς, τὸ τιμᾶν γονέας, προγόνους, τοὺς πρώτους καταστήσαντας τὰ νόμιμα, καὶ ἑτέροις τὰ αὐτὰ παραινῇς, καὶ ὅλως τὰ ἐν τῷ βίῳ προτετιμημένα καὶ ταῦτα σεμνότητος μετέχει, οἷον ἐλευθερία, σωφροσύνη, δικαιοσύνη, ὅταν λέγῃς ὅρον καὶ κανόνα τῆς εὐδαιμονίας τὴν ἐλευθερίαν καὶ τὰ ἐξ αὐτῆς πεποιημένα, καὶ ὅλως μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν, ἃ καὶ δῆλά ἐστι πᾶσι τοῖς ἐντὸς ἅπαξ τῆς θεωρίας ταύτης.
在人事方面也是如此,当你引向被尊奉的事物时——如孝敬父母、尊崇祖先、敬重最早确立律法的人,并劝告他人行同样的事;普遍而言,凡人生中所尊奉的事物,这些也分有庄重:例如自由、节制、正义,当你将自由及其所成就之事称为幸福的界限与准则时;总之,人可以列举无数此类例子,对于一旦进入这门研究的所有人而言,这些都是显而易见的。
καὶ τὰ τοιαῦτα σεμνότητος μετέχει, ὅταν περὶ βίου καὶ θανάτου διεξέρχῃ, οἷον πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, ἢ ὅταν λέγῃς καὶ φύσεις διαιρῇς καὶ διορίζῃς, οἷον οὐ γὰρ γένος ἐστὶ φιλίων καὶ πολεμίων.
当论及生与死之时,此类话语也分有庄重,例如:“因为对所有人而言,死乃是生的终点”;或者当你谈论、划分并界定本性时,例如:“因为并不存在天然的朋友与敌人族类”。
ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν.2 ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.
在这些之中存在着政治言论最大的危险:要么顺从并被观念的本性所牵引,彻底脱离手头的论题,从而败坏了言辞的纯正品格,使其变得空洞,沦为与智者派中谈论天象者相似;要么审视其中的节度,考察竞技性演说被提升至何种程度,以及它与何种要素相融合,才能在界限之内既保持庄重具有竞技性,又不致失当。这些固然取决于深察的听众。
νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.
现在让我们回到构成较无危险之庄重的要素上。这些便是显赫的作为与思想,以及行动中最为罕见、最出人意料者:例如薛西斯构想横跨赫勒斯滂、开凿阿索斯山并扬帆航行;雅典人忍受弃城并登上海船;斯巴达人为抵御波斯王而闭锁关隘。因为这些作为与思想是伟大的,属于庄重,它们自然也将言辞提升至庄重之境。
παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθʼ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸς οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους. ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον ἢ οὐ δέον ἡ πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον ἢ οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδʼ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων,3 τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων. δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθʼ ὑπερβολὴν τῶν ἀγώνων ὁ καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἢ ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα ἢ κρινώμεθα. φαίη δʼ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν· αὐτὸ γὰρ τὸ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας οὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας ἀράμενοι κίνδυνον, ὥσπερ οὐδʼ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.
举例来说,有一句思想本身就由于其内涵而分有庄重:“绝不,我以在马拉松率先赴险的先祖,以及在普拉提亚列阵迎敌的人起誓!”因为在这里,所探究的问题乃是城邦在喀罗尼亚赴险是否得当,选择这场战争究竟是错误还是不是。这是所探究的问题,而立论的论证则是:这绝非错误,因为在马拉松率先赴险的先祖们也未曾犯错。而如同以神祇起誓一般以先祖起誓,这正具有了庄重的极致:“绝不,我以在马拉松率先赴险的先祖起誓!”显然,此类思想的契机是在显赫且极重大的争辩之中,而不是在我们为了损害赔偿或其他微不足道之事审判他人或受审之时。人们也可以说,起誓的形象才是一切;因为“绝不,我以在马拉松率先赴险的人起誓”这句话本身并非誓言,而是一个范例,仿佛在说:你们为所有人的自由与得救承担危险并没有犯错,正如在马拉松率先赴险的人没有犯错一样;因为为众人的得救承担危险,正与在马拉松率先赴险相同。因此,他没有直接陈述,而是将其构型为一个范例,同时为了显赫光耀与可信,将其转化为誓言的形态。
καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷον λογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει. κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτʼ ἂν σεμνότης.
述及古昔神话历史亦属于庄重,例如:“考虑到俄瑞斯忒斯杀害了母亲,却因遇到仁慈的神祇担任裁判官而得免其罪”。依于思想的庄重,便可以通过这种方式产生。
- 1.1.1.1καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα.
中性复数代词 ταῦτα 指代前文的 σχήματα,作主语,其后省略了系动词 ἐστί,以名词性分词短语 τὰ πλείστην δύναμιν ἔχοντα 为表语。后半句 καὶ ὅσην [sc. δύναμιν ἔχει] 为关联比较结构,介词 παρά 在此表示比较对象(“相较于……”)。
- 1.1.1.5ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν.
在句首引导句 ἐν οἷς ὁ μέγιστος κίνδυνος [sc. ἐστί] 之后,句子由 ἢ ... ἢ ... 并列起两方面。第一部分的宾格分词 ἐπακολουθήσαντα、ἐπισπασθέντα、ἀποστάντα 作为不定式 διαφθεῖραι、ἐργάσασθαι、γενέσθαι 的逻辑主语(指泛指的演说者)。在第二部分中,宾格分词 ἐπισκεψάμενον 支配间接疑问从句(εἰς ὅσον... 及 οἷστισιν...),形成结构上的对照,展示了偏离论题与审慎把握节度之间的张力。
- 1.1.1.7τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων
中性冠词不定式 τὸ ... ὀμόσαι 作主语短语。属格 τῶν προγόνων 作 ὀμόσαι 的宾格性属格(或与前面的 ὡς κατὰ θεῶν 共享介词 κατά),意为“如同指着神祇起誓一般指着先祖起誓”。
