← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§92-98

维护城邦信誉与报答恩人的普遍义务

演说者指出剥夺特权将毁掉城邦自身的信誉与长远利益,敦促雅典人恪守先祖的坚定原则,并强调报答恩人是天神与人类共同认可的至高义务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§92

νεμεσῴη δικαίως;1 ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμῃ πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς2 ἑκασταχόσε τῶν πραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ. σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δʼ εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται·

又有谁不会因这双重罪过而理所当然地对他感到义愤呢?莱普提涅斯啊,如果我们真能按照你的论点,在不损害他人的情况下为自己谋取利益,我们或许还算值得羡慕;但事实是,如果我们从持有者手中夺走我们所赐予的恩典,我们也将同时剥夺我们自己日后受人信任的资格,并剥夺今后从任何人那里期待善举的指望。因为实情乃是如此:如果我们允许恩人们保留我们所授予的一切,我们不仅是对他们行了正义之事,而且还将激励其他人效仿同样的善举。但如果——但愿不会发生——我们夺走这些,我们对自身的伤害将甚于对他们的伤害,因为我们剥夺了自己的重大利益,剥夺了最不该剥夺的东西;此外,我们将被视为要么是在当初提供不久之后就要剥夺的东西时未能深谋远虑,要么是如果在当时深谋远虑了,现在剥夺它则是非正义的举措。此外,雅典人啊,如果您们打定主意在一切事情上都凭一种完全反复无常的心意行事,像欧里普斯海峡的潮汐旋转那样随波逐流,那么不仅是想要废除关于免税特权的表决,甚至可以说把随便某个人的胡言乱语置于我们和我们先祖所明智决定的一切之上,也并不算反常。但如果您们哪怕在梦中也无法容忍染上这种恶疾、在思想上同自己内讧,那么只要您们依然名列雅典人之列,依然保有这伟大而令人惊叹的气概,无论某些人为了提及公益捐献如何千百次声嘶力竭地上下鼓噪,您们也绝不会就免税特权表决任何推陈出新的变更,而会一劳永逸地恪守那些已被决定为最为妥当和有益的定案。 您们且换个角度来考虑。雅典人啊,在人间的事物中,有些事物因其自身内在的构造而得以立足,并不那么需要时间的佐助;另一些事物纵然在其他方面有所欠缺,但源自久远的历史却极大地助益它们受到尊崇。

§96

ἔστι δʼ ἃ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δʼ ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δʼ οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτʼ ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονα καὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετʼ αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλʼ ἃ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότʼ ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ.3 εἰ γὰρ καὶ μείζων ἐπʼ ἐκείνοις ἡ δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς ὁ τοῦτʼ αὐτὸ

还有一些事物兼具这二者,却未能获得所有人同等的尊崇,而是有些人用得多,有些人用得少,有些人遵守,有些人不遵守。然而,利用一切可能的方式去奖赏恩人,在理应之事上毫无欠缺,雅典人啊,正是由于这两点理由而成为值得极度珍视的践行,以至于全人类以及居住在奥林匹斯山上的众神与精灵们,都就此投下同样的一票并在这一点上达成了共识:众神将伊克西翁及其命运摆在世人面前,作为绝不可再有恩将仇报之举的借鉴;而至于世人,根本无需多言他们对自己的父母和启蒙师长给予何等极高的敬重,以及在他们生前死后在整个一生的时间里如何对待他们,不仅在言语和行动上向他们偿付极大极多的感恩,几乎将他们高高举过头顶,甚至可以说是将他们视作仅次于众神的存在。正如人们不会因那些心存此道的人的心意而赞叹他们——因为他们选择做的并非什么创举,而只是合乎情理之事——,但他们若未能尽此本分的职责,便将被定为犯下穷凶极恶之罪;同样地,在我看来,对于在其他方面受人恩惠者,也理应依此原则做出裁决。在这点上,绝不能拿血缘天性作为托词。因为纵使对侵犯父母的惩处更为严苛,但忘恩负义的本质毫无疑问是一样的,无论它是发生在天伦血脉之间还是发生于其他关系之中。因为比起杀害一位将军的人来,并不会显得不那么凶残的是……

语法注3 条
  1. 92νεμεσῴη δικαίως

    此动词短语承接上一段落末尾的 ἦ πού γε ὅταν... τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ 完成全句。ἄν 与祈愿气势动词 νεμεσῴη 结合,构成修辞性反问句,表达强烈的肯定确信:“又有谁不会……理所当然地感到义愤呢?”

  2. 92κατὰ τὰς Εὐρίπου στροφὰς

    源自欧里普斯海峡潮汐急速且频繁逆转的成语比喻。在此用于批判城邦决策与公众舆论毫无坚定信念、朝令夕改的摇摆不定。

  3. 98καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ

    由 ὅπως μή 接续虚拟语气(προΐσχῃ)构成的独立句式,表示强烈的警告或禁止(“切不可将……作为托词”)。可视为省略了表示警惕的祈使动词(如 ὅρα)。此句先发制人地封堵了辩论对手(莱普提涅斯)可能提出的抗辩,即试图以“天伦血脉”为由将孝亲义务与对城邦恩人的回报区别开来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:92-98