- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:82-90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者引述先祖断然拒绝波斯要求、严惩通敌者的崇高往昔,痛斥莱普提涅斯剥夺恩人特权的提案对城邦名誉造成的损害远甚于外敌,殃及雅典的过去、现在与未来世代。
τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην διʼ ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν,1 ἅθʼ ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δʼ αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτʼ ἀνεχόμεθα, καὶ ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή. χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλʼ ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· ὃ δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν ἃ δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος,2 μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθʼ ἕξομεν ὀφθαλμοῖς καθορᾶν, οὓς διὰ τῆς ὧν δεδώκαμεν ἀφαιρέσεως ἀτιμάσομεν, ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων·3 τούς τʼ ἐπιγιγνομένους ἡμῶν καταλελήψεται τοὔνειδος, καὶ ὡς ἀγνωμονούντων παῖδας ἐκτρέψονται καὶ μισήσουσι πάντες. οὐ μὴν ἀλλὰ καὶ ἡ τῶν προγόνων οὐ μόνον ὑπὲρ τῶν ἀδικούντων θαυμαστὴ καὶ ἄτοπος προθυμία τε καὶ σπουδὴ, ἀλλὰ καὶ ἡ πρὸς τοὺς ἠτυχηκότας καὶ καταπεφευγότας εἰς τὴν πόλιν φιλανθρωπία καὶ τὸ σώζεσθαι λόγος ἄλλως ἅπαντα ταῦτʼ οἶμαι δόξει, ὑπὸ τῆς ἡμετέρας ἀπιστηθέντα κακίας. τὸ γὰρ τοὺς εὖ πεποιηκότας ὧν ἀντευπεποιήκαμεν ἀποστερεῖν αὖθις ἐθέλειν ὥσπερ ἐκ μεταμελείας ἡμᾶς, ἄνευ τοῦ τῶν ἀδικωτάτων εἶναι, τεκμήριον ποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι. ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ
当他通过使节索要泥土和水时,我们根本不屑一顾,反而在刚听到此话的瞬间就大为震怒,以至于当有人斗胆提议应当顺从时,我们不仅当场用乱石将他砸死,更把使节们投入井中,随后覆之以泥土,将此视为唤起勇气的唯一号召;在那个时刻,我们向希腊人和蛮族彰显了无比崇高的非凡气魄。然而,对于如今企图让城邦蒙受不可忍受的永世耻辱的莱普提涅斯,我们若不予以遏制,便会被认为完全背离了我们自身。当年,对于泽莱亚的阿尔特米奥斯以及翻译信件的那个人,我们认为应当将后者处死且不予任何宽恕,而对于阿尔特米奥斯,我们则投票宣布他及其子孙皆为雅典人民的公敌并剥夺公民权,因为前者为波斯王效劳将黄金运入伯罗奔尼撒,后者则针对希腊人向波斯王借出了口舌。 然而,正是眼前这位莱普提涅斯,凭借其立法的条文,不仅令我们蒙羞,更使我们的先祖蒙垢;按理本该比惩罚他们更严厉地惩罚他,因为他对城邦造成的损害远甚于他们,可我们却容忍他放肆地陈述这些主张,甚至还认为需要付诸表决和审议究竟该不该听从他的建议。 除此以外,其他不法行为显然并非在整个时代、而只是在局部带来损害;但他现在企图做的事——通过立法剥夺我们已经授予的特权——却正如那诗句所云,最深重地中伤了现存的、未来的以及昔日曾存在的雅典人。 因为对于那些因我们剥夺其赏赐而遭羞辱的人,我们甚至无法再以正常的目光平视他们,一旦他们现身,我们就非得戴上哈得斯的隐形兜帽不可;而这耻辱也将殃及我们的后代,所有人都会把他们视作忘恩负义之辈的子孙而避之唯恐不及、心生怨恨。 不仅如此,先祖们不仅为犯过之人所展现的令人惊异、非同寻常的热忱与尽心,就连他们对遭遇不幸并逃往我们城邦之人的仁爱与拯救,这一切恐怕都将被视为空谈,全因我们的卑劣而丧失了可信度。 因为,我们若宛如反悔一般,意图再次剥夺那些曾施惠于我们的人我们作为回报所赐予的东西,这除了是极其不义的行为之外,天下人无疑都会将其视为证据,要么证明先祖们根本未曾做过我所说的一切,要么证明我们在血脉上与他们毫无关系;因为先祖们出于宽宏的气度,甚至常常挺身为曾伤害过他们的人做主,视若恩人,并为之竭尽全能,而我们却出于寡恩,竟把公正地授予恩人们的赏赐也尽数剥夺,反将他们视作最凶狠的仇敌。 我也感到惊异:倘若在找不出任何指控他们之由的情况下,我们竟把他们羞辱到剥夺其赏赐的地步,那么日后他们若是真对我们表现出恶劣态度,我们又还能施加什么更严厉的惩罚呢? 除此以外,如果某人通过残害他人为自己谋取最大利益时,他断然不能因其奸诈而免除罪责,也不能因私利而受到的赞誉多过因残害他人而遭受的谴责;那么更何况,当某人同时严重危害了自己与他人,或者更确切地说,在表面看似伤害他人的同时,实则在公然同自身的利益为敌,面对这样的人,又有谁不会因这双重罪过……
- 86δέον ὑπὲρ ἐκείνους κολάζειν
非人称动词 δεῖ 的宾格绝对结构(accusative absolute),带有让步与对照含义(“本应当惩罚他……”),与下文主句 ἡμεῖς δʼ αὐτοῦ ... ἀνεχόμεθα(“我们却容忍他……”)形成强烈对比。
- 86πρό τε ὄντας, κατὰ τὸ ἔπος
此处 κατὰ τὸ ἔπος(依诗句所言)套用了荷马《伊利亚特》卷一第70行中著名的成语公式(τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,“现在、未来与昔日之事”)。在句法上,τοὺς πρό τε ὄντας 作为名词化短语,意指“昔日曾存在之人(即先祖)”。
- 88ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων
φανέντων 为独立属格,其逻辑主语由上下文补出,指“那些被剥夺特权的恩人们”(意为“当恩人们现身时”)。“哈得斯的兜帽”(Ἅιδου κυνῆ)在神话中戴上即可隐形,在此作引申比喻,意指“因极度羞愧而无地自容、恨不得隐匿身形”。
