← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§100-106

剥夺恩宠之不义与效法敬神之报恩

演说者指出剥夺恩人的特权属于不义之举,会使雅典背负轻率反复、缺乏深思的恶名。他进一步论述,正如敬奉神明兼具感恩既往与祈求未来之意,厚待人间恩人同样旨在激励当下与将来的善行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§100

στρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην. καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμενʼ ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς,1 μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ2 μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δʼ ἀδικίας, εἴπερ ἃ παρʼ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δʼ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτʼ εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλʼ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτʼ ἀδικεῖ μόνον, τὸ μὴ τὰ προσήκοντʼ αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθʼ ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν ὁ μὲν παρʼ ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, ὁ δʼ ἃ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. διʼ ὧν γὰρ ἃ δέδωκεν ἀφαιρεῖν αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς ἢ μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλʼ ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήσῃ ἢ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται·3 ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν. Λεπτίνη, σὲ δʼ ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρʼ αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ὡς ἐφʼ ἑκάτερον ταῦτα βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων διʼ αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτʼ ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον ἢ πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶν

……对任何一名普通士兵犯下同样罪行的人,其凶残并不亚于杀害将领者;盗窃公物者在罪行上也绝不次于劫掠圣所神物者;因为我们绝不会说惩治叛国者的法律比向穿墙盗贼追究惩罚的法律更是法律。 而如今,我们在赐予恩人奖赏之事上未作任何标新立异之举,不过是履行应尽之责,而在剥夺曾经赋予他们的特权一事上,我深知,我们对他们的侵害将远远甚于当初根本未曾赐予他们任何东西。因为前者至多属于忘恩负义,而后者则是实实在在的不义,倘若他们从我们这里正当获得的东西竟要被不公正地剥夺。而且不义之罪远甚于忘恩,以至于后者仅仅是不义的一个组成部分;因为并非凡行不义者都必然对恩人忘恩负义,但凡对恩人忘恩负义者,恰恰仅在这一件事上犯下了不义,即选择不去做理当对他们做的事。因此,这只是为人所厌恶,而对于不义,我们深知法律正是其惩罚者。既然如此,雅典人啊,那些原本若不赐予便会被视作忘恩负义的东西,如今在赐予之后却又予以剥夺,难道我们竟希望世人对我们产生这样的风评,说雅典人为了防范较小的恶,反倒心甘情愿地陷入了更大的恶之中吗?绝不可如此!再者,那不愿以同等回报酬谢施恩者的人,固然要同时背负忘恩与不义的指控;但那收回自己所赐之物的人,除了难逃这些罪名之外,无疑更使自己蒙受不知如何行所当行之事的声名,此外还要背负愚钝与妄为的骂名。因为由于他自以为必须收回所赐之物的理由,所有人必然会得出这样的推断:要么他当初赐予那些恩典并非出自心意的正直,而是为了让日后被剥夺的人遭受更大的痛苦;要么——这是唯一下剩的必然结论——他当时提供恩典根本没有经过理智的深思,因为他如今竟然无端收回。因为在甚至没有任何迫切需要的情况下——人们常说,即便是众神也无法与必然规律抗衡——便轻易改弦更张,这正是心意全然反复无常以及从一开始就毫无深谋远虑的显著明证;正如反过来,在极度审慎和坚决决断之下去料理事务的强毅精神,其标志恰恰是决不随意改变,而是坚守最初所决定的事情。且止于此。 莱普提涅斯啊,如果有人问你,我们究竟为了什么缘故以祭祀、秘仪和游行来敬奉神明,如果你回答说仅仅是因着从他们那里所受的恩惠,你的回答便是不正确的;但若是人人都清楚明白,这些敬奉兼顾两端,我们借此不仅是对过去的恩惠,也是对未来的福泽预作筹划——祈求后者充盈完备且常伴以一切更善之物,同时对前者心存感激,并藉此勉励他们赐予同等乃至更大的福祉——那么,如果我们认为对于人间的恩人们也理当如此行事,又有何荒谬之处呢?因为我们众人都知晓,神明乃是最初的恩人,既因他们从一开始就开创了这整个宇宙,又因他们以贯穿万物的永恒眷顾始终维系并治理着它,且喜悦于这一尊号更胜于奢华的祭礼。因此,以这种方式对恩人犯下过错,便等同于对神明犯罪。况且,人类对凡百事物皆有所匮乏,而神明却完全无需……

语法注4 条
  1. 100οἷς τοὺς εὐεργέτας δωρούμεθα ... οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς

    两个关系代词与格 οἷς 作为方面与格(或情况与格),在“在赐予恩人奖赏之事上……在剥夺曾经赋予他们的特权一事上”之间构成严格对照。后半句中的 ὧν παρέσχομεν 则是 τούτων ἃ παρέσχομεν 的代词吸引(attractio relativi),省略的先行词 τούτων 作动词 ἀποστερήσομεν 所要求的夺格性属格(分离属格)。

  2. 100εἰ δὲ τοῦθʼ ἅπασι δῆλον ... τί καινὸν, εἰ ...

    结构宏大的对比性条件句周期。承接前半句的假设 εἰ μὲν ... ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς,作者以 εἰ δὲ τοῦθʼ ἅπασι δῆλον [ἐστιν] 引出正面主张。在 δῆλον 之后接续由对比分词短语(τὰ μὲν ... δεόμενοι, τῶν δὲ ... εἰδότες)大幅扩充的 ὡς 从句,最终悬搁的句子结构归结到疑问主句 τί καινὸν [ἐστιν], εἰ ...(“……又有何奇怪/反常之处呢?”)。

  3. 104ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται

    紧接着属格独立结构(μηδʼ ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης)插入的一句格言(传为西摩尼得斯所作,柏拉图《普罗泰戈拉篇》345d等处亦有引用)。动词 μάχομαι 支配与格(ἀνάγκᾳ)。在理解整个主句主语(由冠词引导的不定词短语 τὸ ... ἑτοίμως ἐφʼ ἕτερʼ ἄττα μεταχωρεῖν)时,应注意此句为独立的插入性评注。

  4. 100ὁ τοῦτʼ αὐτὸ στρατιώτην ὁντινοῦν εἰργασμένος

    承接前一段落末尾主句(οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς)的主语部分。完成时分词 εἰργασμένος 构成了双重宾格结构:τοῦτʼ αὐτό 为表示行为内容的内宾格(同源宾格性质),στρατιώτην ὁντινοῦν 为表示行为承受者的外宾格。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:100-106