← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§74-80

守护特权的诸神意愿与先祖的荣耀气节

演说者指出,庇护雅典的诸神(如雅典娜和伊阿科斯)向来维系免役特权,废除特权不啻与神为敌;随后追述先祖拒绝波斯重利与威胁而坚守大义的历史,力劝雅典人不可向莱普提涅斯的卑劣提案屈服。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74

παρεσκεύασαν·1 οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι,2 πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας. τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν ταύτης,3 ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.

促使科德罗斯志愿赴死。同样地,关于免役特权,如果诸神确知其对城邦有害,他们早就以同样的方式将其从我们中间除去了。可以说,所有的神都会如此行——因为他们全都关怀我们,我们也关怀所有的神——尤其是从一开始便抽签分得这城邦的帕拉斯,以及定居邻近的伊阿科斯。他在每一个展现的时机中,都向我们彰显了他那至多且最美好的善意与仁爱,而其中最伟大、为所有人所歌颂的一桩,便是他在波斯战争中倾力协助我们,亲自并促使一团云雾伴随着密仪歌声降临在蛮族的船队之上。然而,正如我所说,如果免役之事确实给我们带来了危害,那么由那些愿千方百计改善我们一切事务的诸神立刻将其止息,本是合情合理的;但诸神并不认为应该为了根除这一并非起于昨日前日、而是自古初便属于城邦的特权而费心,反而倾注全部热忱,每时每刻维系并促进它,借此不断激励最多的人为了获得这一特权而造福城邦。既然如此,我们若去诋毁他们断定为良好的事物,那将是极其荒谬的,且不啻是在公然向诸神开战,就好像我们要么自视比诸神更能明察当行之事,要么是在表明诸神所尊崇的乃是低劣之物。 雅典的男人们啊,既然如此巨大而显赫的荣耀属于我们,且只要诸神愿意,按照常理必然常胜的规律,这荣耀不仅将在各方面保持不减,而且在我们手中还将变得远为辉煌和壮大,难道我们竟不优先看重这荣耀,反而认为莱普提涅斯的那些公共劳役享用起来更为稳妥和美好吗?那些劳役由于对城邦的利益全无助益,直至今日根本没有任何人认为值得一提。如果我们不设法增进从一开始就属于我们的荣耀,反而妄图将其抹煞,并使我们自己遭受最大的仇恨以取代往日的善意,那么在诸神千方百计使我们的荣耀步步高升之际,我们又怎能不激怒那些在这些事上与我们并肩作战的高天神明呢?因为所有人都会针对我们这最终的决断投下选票,雅典的男人们啊,我们将被视为只凭虚妄的往昔和神话而非实际功业来自夸荣誉,尽管我们曾以功勋的创新与宏大,并未把难以置信之事只留给神话。

§80

πάντων δὲ ἀτοπώτατον, εἰ4 πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν

而所有事情中最荒谬的莫过于:古时波斯人向我们的先祖提供最多且最大的礼物,或立时赠予,或许下诺言,只要他们与波斯人联手反抗希腊;若是不从,便以天下最可耻的灾难威胁他们,然而这一切全然未能打动他们,也未能说服他们变得卑劣;相反,他们绝不肯筹划和施行有辱自身及雅典人伟大名号之事,以至于宁可自身与财产彻底毁灭,也决不在从一开始为希腊所作的决议上退让分毫——而且那是在大难临头、哪怕做出越法之举亦可获得宽恕的紧迫情形下。雅典的男人们啊,难道今天我们要向任何人屈服以自取灭亡吗?难道提出不当建议的莱普提涅斯在我们身上得逞的,竟会超过当年率领几乎整个已知世界向我们进犯的薛西斯吗?况且,对于前者……

语法注4 条
  1. 74παρεσκεύασαν

    该主动词直接承接上一段落末尾的“παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν”,意为诸神促成(安排)了科德罗斯的志愿赴死。它与前面的 παρέσχον 共同构成了阐明神恩与干预的主干结构。

  2. 76οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι

    此句引导与前文“εἰ μὲν...”相对比(δέ)的分句。中性复数与格关系代词 οἷς 在此作表原因或情况的连接用法(“既然/鉴于”),置于主句“ἄτοπον ἂν εἴη... ταῦθʼ ἡμᾶς διαβάλλειν”之前,从句动词 ἠξίωσαν 的主语(诸神)承前省略。整句的逻辑构架为:“诸神认为根本不当铲除这一特权,而我们却去诋毁它,这是荒谬的”。

  3. 76ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν ταύτης

    副词 ἔπειτα 承接前面的属格独立分词短语(“δόξης ἡμῖν ὑπαρχούσης...”),引导带有愤慨反问语气的修辞疑问句(“尽管如此,我们难道还不……吗?”)。属格 ταύτης 是动词 προτιμήσομεν(与否定词连用表“重视、顾念”)所支配的对象属格,指代前文的荣耀(δόξα)。

  4. 80πάντων δὲ ἀτοπώτατον, εἰ

    这是省略系动词 ἐστίν 的表语形容词最高级句式(πάντων ἀτοπώτατον)。连词 εἰ 不仅表达假定,更在此引导评价性的从句,引出客观对比:“如果/在……的情况下,则是所有事情中最荒谬的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:74-80