← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§62-72

恩人奖赏的必要性与诸神眷顾的雅典

演说者论证了尊荣奖赏作为恩人善行凭证的必要性,极力赞颂雅典受到神人共同的挚爱,并指出免役特权若真有害,曾屡次拯救城邦的诸神绝不可能容许其长期存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62

στέφανοι, διὰ τοῦτο δεῖ δή που, μᾶλλον δὲ πᾶσα ἀνάγκη καὶ γερῶν αὐτοὺς ἠξιῶσθαι, ὡς ἂν μᾶλλον καλοὶ κἀγαθοὶ καὶ νῦν καὶ εἰσαῦθις πᾶσι καὶ δοκῶσι καὶ ὦσιν· ὡς ἤδη τινὲς ἠριστευκότες1 ἐν μάχαις, ἢ καὶ ὁτιοῦν ἄλλο χρηστὸν εἰργασμένοι, ἐπειδήπερ οὐχ ὧν ἔδει μετέσχον, οὐδὲ τῆς εἰσέπειτʼ ἀπέλαυσαν προθυμίας, οὐδʼ ὅτι τοιοῦτοί τινες ἦσαν γεγόνασι δῆλοι, ἀλλʼ ἠπιστήθησαν τοῖς πολλοῖς, κατʼ αὐτὸν τὸν τῆς ἐπιδείξεως χρόνον μόνοις τοῖς θεαταῖς βοηθέντες. καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδʼ εἱστισοῦν αὐτοῖς ἦν, οὐδʼ ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δʼ ὅπως αὐτοῦ τύχοιεν πάντʼ ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς ἡ παρʼ ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστʼ αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδʼ ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι ἢ οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθʼ ὑπʼ οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτʼ ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δʼ ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μῖσος τῇ πόλει καὶ τὸ μὴ παρʼ ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. ᾗ τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτην τῶν ὑφʼ ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου,2 πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι. οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν3

正如盛大的游行花冠之于奥林匹亚胜利者那样,正是为了这个缘故,理所当然——或者不如说是完全必然——应当认为他们配受尊荣奖赏,好使他们无论在现在还是在将来,对所有人而言都更显为且确为贤良之士。因为过去确曾有人在战斗中英勇过人,或立下任何其他善行,但正因为他们没有分得应得的待遇,也没有享受到随后的热忱回报,他们甚至未曾向众人彰显出他们是这样的人物,反而不被大众所信,仅仅在展现功绩的当口受到在场观者的喝彩助威。 再者,如果受到城邦的嘉奖在他们眼中根本一文不值,他们当初就决不会屑于对城邦行善,也决不会开启对我们的这番追求荣誉之举。然而,如果他们做下这一切正是为了能获得这份荣誉,且来自我们的期许为他们的善行提供了资助,那么削减他们最倾心追求之物,并在最关键之处将此事倾覆挖空,又怎能称得上公正呢?然而对他们而言,起初根本未曾获得任何赏赐,反倒比在如此辉煌地获得之后、又在毫无值得称道的借口下被剥夺这赏赐,显得更容易接受。因为前者不过是对城邦恩人的一种忘恩负义,而后者则是对双方的侮辱与耻辱;尤其是,这会给城邦招致来自所有人的责难与仇恨,并导致城邦被任何人认为在任何事上都完全不配获得信任。然而这城邦享有如此之多的荣耀与赞佩,在一切事上都是如此卓越并在全体中拔得头筹,简而言之,以至于普天之下唯有这座城邦成为了人与神共同挚爱的对象。因为人们不仅视其替代了祖国,甚至将其置于自身祖国之上,全心全意地推崇它,正如理所当然对待所有人共同的本源与抚育者一样。因为它是最先诞生人类、最先发现生活之资的,正因如此,它才成为全人类唯一的避难所与庇护者;当需要来临之际,所有人都正如俗语所说“双足并进(全力以赴)”,真正奔向它宛如奔向母亲,并且比预期的更为完满地获得所求之物。它不仅受到人类如此热切的追求,同样也为诸神所钟爱,显见是至高力量的关切所在,以至于神灵中有者古时曾为它彼此相争,有者将彼此间的纠纷诉诸此地裁决,而且所有神灵全无例外地在历代一切岁月中倾注全部热忱,不仅千方百计地促成有益于且增进城邦之事,而且每逢我们偶有失误,他们自己便将事态扭转向更好的方向。 因此,关于免役特权,我们也理所当然且相称于诸神护佑地这样说:莱普提涅斯啊,如果按照你的说法,这是属于有害事物之列,诸神绝不会任由它如此肆意浸淫入城邦;相反,正如同通过城邦祖传的共同先知与阐释神,诸神止息了对抗欧摩尔波斯的战斗,又止息了瘟疫——在后者中莱奥斯舍弃了其诸女,在前者中厄瑞克透斯舍弃了其女儿——并且在对抗多利安人和伯罗奔尼撒人的战争中,又通过科德罗斯志愿赴死而赐予城邦获胜……

语法注3 条
  1. 62ὡς ἤδη τινὲς ἠριστευκότες

    连词 ὡς 在此引出解释性理由或例证(相当于 γάρ),意为“因为在过去确曾有人……”。句末的分词 βοηθέντες 与主语 τινές 一致,构成了主句整套述谓对仗结构(οὐδʼ ... γεγόνασι δῆλοι, ἀλλʼ ἠπιστήθησαν ... βοηθέντες)的收尾。

  2. 70ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου

    短语 τὸ τοῦ λόγου 为副词性/插入性宾格,意为“如俗语所说”。成语 ἐκ δυοῖν ποδοῖν(字面为“以双足”)指“全速地”、“竭尽全力地”,修饰动词 χωροῦσι,生动描绘人们在需要发生时全力奔向城邦的情景。

  3. 72οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν

    关系代词与格 οἷς 在此兼含先行词,作为手段或伴随情境与格使用(相当于“借着这些/在此种情况下”),统辖不定式短语 ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν(科德罗斯自愿赴死)。它与谓语动词 παρέσχον 连用,表达“通过科德罗斯的甘愿受死,诸神赐予城邦获得胜利”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:62-72