- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:54-60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出剥夺恩人的免役特权是自毁信誉与城邦声誉的狂乱之举,并论证维护恩人的高尚心志与荣誉远比公役所能带来的微薄收益更能增进城邦的真正利益。
ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν.1 θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδʼ ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δʼ ἐξ ὧν ἂν εἰκότως μισοῖθʼ ὑφʼ ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδʼ ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατʼ Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτʼ ᾖ, καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς αὐτοὺς οἷόν τʼ ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντʼ ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλʼ ἐφʼ οἷς εἶχον μεμενηκότες. εἰ δʼ ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφʼ ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν. ἀλλὰ μὴν καὶ περί γʼ αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δʼ οὐχ ὅσον ἐλάττω καὶ2 φαύλην παντάπασι καὶ οὐδʼ αὐτὸ τοῦτο διὰ σμικρότητα δοκοῦσαν δήπουθεν ὄνησιν, ἀλλὰ καὶ οἵαν παροραθεῖσαν μηδʼ ὁπωστιοῦν ἂν τῷ κοινῷ λελυμάνθαι. διὰ τί; ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθʼ ἥκει, ἀλλʼ οἷς ἄξιον τὰ τοιαῦθʼ ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθʼ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς ἰέναι, ἀλλὰ μηδʼ ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδʼ ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτʼ εἰς ἀριθμοῦ μήτʼ εἰς πραγμάτων ἐπίδοσιν· μᾶλλον δʼ ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστʼ εἴ τις νῦν ἔροιθʼ ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν ἢ τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτʼ ἂν εὖ οἶδʼ ὅτι φήσαιτε πάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε. οὐκοῦν ἄτοπον καὶ τῷ λυσιτελεῖ πολεμοῦν παρʼ οὗ μὲν δόξα καὶ κέρδος ὑμῖν, τοῦτʼ εἰσφέροντας τουτουσὶ μὴ θαυμάζειν μηδὲ τοῖς ἴσοις τιμᾶν, παρʼ οὗ δὲ μηδʼ ἡτισοῦν ὄνησίς ἐστι, μὴ τοῦτο ποιοῦντας κακίζειν, καὶ τὴν οὐδὲν ἔχουσαν κέρδος λειτουργίαν περὶ πλείονος ἄγειν τῆς θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως· ἣν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα,3 οὐ τούτων, ὡς ἐγᾦμαι, τοσοῦτον δεόμενοι, ὅσον τοῦ καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι; μᾶλλον δὲ διὰ τὸ βούλεσθαι καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι τουτωνὶ δέονται δή που, εὖ εἰδότες ὡς εἰ καὶ τὸ καλοὺς κἀγαθοὺς αὐτοὺς γεγενῆσθαι αἰτιώτατον σφίσι τοῦ γερῶν ἠξιῶσθαι, ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδʼ ἂν τουτὶ γεγονός.4 ἀλλʼ ἐπεὶ τὸ γερῶν ἠξιῶσθαι καλοὺς κἀγαθοὺς δείκνυσι μᾶλλον, καὶ γνωριμωτέρους καθίστησι πᾶσι, καθάπερ τοὺς Ὀλυμπιονίκας οἱ πομπικοὶ
反而是在要求城邦承受任何人都断然祈求免除的遭遇。因为我很清楚,除非你是全城邦的公敌,否则你自会在祈愿中希望城邦每日受到赞佩、享有美名,并使众人皆成为其荣耀的共同争胜者;然而你所行之事,却理所当然会使其遭受所有人痛恨。因为设若我们在这些事上听信了你,我们不仅会把恩人以及我们从中受惠最大的人变成我们自己的仇敌,而且根本会把所有其他人也都变成仇敌,这倒不完全是因为对那些人的忘恩负义,而更多是因为我们将自身行事用于欺诈,过着宛如欧律巴托斯一般的生活。然而,一旦出现此种局面,而我们又自招极其恶劣的声名,那么即便我们不仅获得了雅典人,甚至使全人类都成为承担公役者,我们从这些公役中又能获得什么更多的好处呢?除此以外,即便既能够剥夺同一批人的免役特权,同时又能同样将他们维系为朋友,即使在那种情况下,我们由于终究未能让他们保有相称的待遇,自身依然同样是忘恩负义的,而他们除了因对我们的作为而显为贤良之士外,还会赢得胸襟博大的声誉,因为他们并未因遭受贬黜而惊慌失措,而是始终坚持了原有的品格。然而,倘若他们既被剥夺了这项特权,同时又由于受我们公然侮辱而对我们心怀怨恨,那么为了微小而不足道的公役,竟使我们蒙受如此众人的中伤、招致恶名,并在希腊人与异邦人当中招致仇恨,这无疑是明显的狂妄之举;而我们本完全可以反其道而行之,受到赞佩与爱戴,并藉着我们对这些人的敬重来激励所有人追求同等的美德。 不仅如此,单就莱普提涅斯声称因免役特权而废弛的公役本身而言,我且说明这一点:若有人仔细审视由此产生的益处,以及享有免役特权者为城邦所提供的益处,他便会发现,后者从根本上更为重大且显著,足以值得祈求获得;而前者则不仅极其渺小且全无价值,因其微不足道甚至根本算不上益处,而且即便被忽略,也断不会给公共利益带来任何损害。何以见得?因为免役特权并非人人有份,亦非毫无差别地普及全员,而仅赐予那些作为恩人而配受此类待遇者。而这些人在数量上不仅远远不及承担公役的人,即便将他们作为补充加入其中,无论在人数的增加还是在资产的增补上,都绝不会产生任何差别;或者更确切地说,既然在人数上没有增补,在资产的增补上自然更谈不上了。因此,若现在有人询问你们,究竟是应当选择那些在公役中对增进共同利益毫无助益者的分担,还是选择这些人对我们所怀的博大胸襟,我深知,只要你们珍视自身,你们所有人都会回答选择后者。既然如此,对于能为你们带来声誉与利益的事,你们不仅不赞佩、不以同等的待遇予以褒奖贡献此事的这些人,反而对于毫无裨益的事,却去责难未能履行之人,并且将毫无利益的公役看得重于他们为你们所抱持的令人赞叹的心志,这难道不是荒唐透顶且有损自身利益的吗?雅典的同胞们,为了不显得是在对自己虚称这种心志,他们才希望自己的奖赏能够全然不可动摇地确立下来;依我之见,他们并非如此迫切需要这些奖赏本身,而是更需要让所有人认为他们是贤良之士。或者不如说,正是因为渴望让所有人认为他们是贤良之士,他们才确实需要这些奖赏,因为他们深知,即便成为贤良之士乃是他们被认为配受尊荣奖赏的首要原因,若非如此,这荣誉亦断不可能实现。然而,既然被认为配受尊荣奖赏更能彰显他们为贤良之士,并使他们为众人所熟知,正如盛大的游行队伍之于奥林匹亚胜利者那样……
- 54ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν
承接上一段落末尾的 οὐχ ὅπως ὧν ἐχρῆν(“不仅未能[要求城邦]达到应当达到的标准”),构成经典的 οὐχ ὅπως ... ἀλλὰ καί ...(“非但没有……反而……”)句式。不定式 ἀξιοῦν 承前由上一句的主动词(ἔοικας)所支配;关系代词 ὧν 因省略的先行词吸引或由 ἀπεύχομαι(“祈求免除”)支配而作属格,指“任何人断然祈求免除之事”。
- 56οὐχ ὅσον ... ἀλλὰ καὶ
一种等同于 οὐ μόνον ... ἀλλὰ καί 的惯用反问式对比句型(“不仅……反而甚至……”)。在此处 οὐχ ὅσον ἐλάττω καὶ φαύλην ... ἀλλὰ καὶ οἵαν ... 中,强调其不仅在量上微小卑微,而且性质上即使被无视也绝不损及公共利益。下文中的 ὥσθʼ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς ἰέναι, ἀλλὰ ... 亦采相同句构。
- 60ἣν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα
句首的宾格关系代名词 ἣν 指代前文的先行词 θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως(“他们为你们所抱持的令人赞叹的心志”),在前置的虚拟语气否定目的从句 μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν 中作不定式 καταψεύδεσθαι 的直接宾语(καταψεύδομαί τινός τι 意为“对某人[属格]虚称某事[宾格]”)。整句主干为:“为了不显得是在对自己虚称这种心志,他们才希望其奖赏完全不可动摇地确立”。
- 60ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδʼ ἂν τουτὶ γεγονός
间接引语中带有 ἄν 的分词归结句。在分词 εἰδότες 后的 ὡς 引导下,归结句的主动词(反事实过去的 ἂν ἐγένετο)转为带有 ἄν 的完成时分词 γεγονός。条件从句 ἐὰν μὴ τοῦτο παρῇ 仍保留直说法下连接虚拟语气的形式,全句表达“深知若无此品质在先,此项赏赐亦断不可能实现”。
