- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:44-52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者痛斥废除免役特权之举,指出此举将使未来的志士心寒,背弃先祖宽宏的传统,并令城邦蒙受背信弃义和反复无常的恶名。他进而揭露莱普提涅斯的荒谬与不公:一方面要求城邦永远坐享恩人的功绩,另一方面却剥夺恩人应得的报偿,强加自己亦绝不愿忍受的剥夺。
ἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;1 καὶ οὐ τοῦτο μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δʼ ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δʼ αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρʼ ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρʼ ἡμῶν, τῇ δʼ ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρʼ αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρʼ ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθʼ ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν.2 καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶ δικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν,3 καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλους χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι. καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν,4 καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις; μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαιτᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν,
至于那些我们将来有望获得的恩人,倘若我们如今显露出忘恩负义的面目,难道不会阻遏他们为我们效劳的热忱吗? 不仅如此,雅典的同胞们,我们在这方面还会显得不如我们的先祖;或者更确切地说,我们将证明他们是极其令人钦佩且心胸豁达之人,而给我们自己带来的却是莫大的耻辱,如果说他们历来始终对即便最为敌对之人施以善行,而我们却要从施惠于我们的人手中,剥夺我们曾认为他们配得的恩惠特权。这些特权表面看来出自我们,但实则完全是由于他们对我们所建树的功绩而自行赢得的;因此,他们施于我们的,人们可以名正言顺地称为恩惠,而我们施于他们的,则是回报与应有的酬谢。既然如此,即便他们如今被剥夺了所赐予的免役特权,他们自身作为名副其实之人,依然丝毫不减地保有这份荣耀;而我们从此在众人眼中不仅显得忘恩负义,在今后更会被视为背信弃义、反复无常之徒:夺走我们所赐予之物便导致前者,以这般态度对待恩人便导致后者。至于给城邦带来的永恒耻辱与共同的污名,我且隐忍不言:昔日最古老的雅典人是通过施惠而非受惠来结交朋友,我们却恰恰相反,将曾经拥有的朋友变为仇敌,因为我们一方面希望他们施于我们的益处永远不可动摇,另一方面却将我们酬谢他们的待遇立即推翻;这既表明我们自身不配领受所蒙的恩惠,又使他们在今后更加戒备,不愿再向这般之人施予厚惠。这等行径配受怎样的深渊与绝壁之罚?当我们这身为一切他人之美好与正义楷模的人,竟然蒙受忘恩负义、背信弃义以及草率轻浮地变节的罪名,仿佛随着厄里普斯海峡的潮汐漂移不定,摧毁最初的立国原则,全然不比舞台上或沙滩上的戏子高明。甚至可以说糟糕得多:因为戏子们只是在践行其既定之举,而其宗旨本就是绝不墨守一处,而是随需要随时变幻;反之,我们本应在一切事务上一贯始终、坚持同一种心志,如今却甘愿效法法罗斯的普罗透斯任意变换形体,以这般态度对待他人。但愿莱普提涅斯绝不拥有这般威力,使我们沦为承受此类指责的境地! 况且,如果正如赞誉是美德的酬劳一样,成功建立的功勋亦当有其报偿,那么美德必然受到钦敬,无论立下何种善功的人都必然受到尊崇,无论你将此称为免役特权还是其他任何名目。倘若你真能将美德的一切赞美彻底剥夺,那么你也大可剥夺那些为我们尽忠竭力之人的奖赏,丝毫不必留情。但若那属于荒谬之谈,我便看不出此举如何能合乎情理。因为美德若不享有应得的喝彩,便不再显其为美德;最崇高的善行若缺乏报偿,亦无人能够辨识。因此,倘若将当得之物归还双方是出于善意,那么剥夺他们的这些待遇便是出于嫉妒中伤。你自身绝不愿忍受丧失家财并被剥夺原有之物,甚至在梦中见到此类景象我料你也会惊慌失措;然而,当你将城邦认为恩人配得的免役特权从他们手中夺走时,你却认为这是可以容忍之事,而你本应由己度人、推己及彼,不该要求他们承受你自己遭遇时绝不会甘心忍受的事。 相反,二者必居其一:要么城邦也该被剥夺从他们那里获得的益处,因为你认为应当剥夺他们从城邦所得的荣誉赏赐;要么就绝不该以任何方式去侵扰他们,正如城邦并未被剥夺益处一样。然而,倘若你要求城邦永远坐享从他们那里取得的一切,却不许他们享有应得的回报,那么你对事物的处置便显得既不正当也不公允,更使城邦陷入绝非应当……
- 44ἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;
承接前一语段末尾 οὓς δὲ μέλλομεν 的结构。关系从句 οὓς δὲ μέλλομεν ἕξειν 置于句首以示强调,随后由指示代词 τούτους 复指,充当动词 ἀπείρξομεν 的直接宾语。条件从句 ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν 字面意为“除非我们如今显得忘恩负义”,但语境要求“倘若我们如今显得忘恩负义”之意(传世文本中的 μὴ 盖系赘词或 δὴ 等词之讹)。
- 44τὸ μὲν ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν.
此句对应前句中的两个要素:οὐκ ἀγνώμονες μόνον... ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι。中性单数宾格代词 τὸ μέν 与 τὸ δέ 作副词性/连接性使用,分别引出相应的条件从句(ἐάν...),明确指代:“前者发生于我们若夺走……,后者发生于我们若对待……”。
- 48μετʼ Εὐρίπου χωρεῖν
成语性比喻,意为“随着厄里普斯海峡漂移”(该海峡位于优卑亚岛与希腊大陆之间,以潮汐急剧转向而闻名)。在此用来比喻缺乏定见、随波逐流、见风使舵的“轻浮与变节”。
- 52δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν
非人称动词 δεῖ 的中性单数宾格分词 δέον 所构成的绝对宾格(accusative absolute)结构,表达让步或对比的背景:“本应当由你自己推己及人 / 本该从你自身出发去推测他们的情况”。
