← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§36-42

雅典审议程序的周密性与免役废止的弊害

辩者列举雅典人周密的议事与问责程序以驳斥民众易受欺瞒的说法,并指出废除免役特权反而会挫伤行善者的积极性,从而从根本上动摇城邦的公益捐助体系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36

καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος·1 τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντʼ ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν ᾖ τὸ τὰ βέλτισθʼ αἱρεῖσθαι, οὐδʼ ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλʼ ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότʼ ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτʼ Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι,2 ἀλλὰ καὶ ὡς εἰς ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν. καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ3 ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομεν

即便他因某种机运而遭遇挫败,在正义占优的情况下,他也依然值得赞美;因为至少就其自身而言,无论在预先考量、热忱,还是在对应尽之事毫无遗漏方面,一切都做得无可挑剔。因此,只要选择至善之事的态度尚存,依我之见,纵使上万次未能达成目标,也绝无一人是自愿受骗的。所以,倘若你进行考察,发现我们在可以周密探究与商榷的事务上玩忽懈怠,不将一切托付给理智与判断,而是轻率草率地处理政事,那么到那时你再声称我们容易动摇、易受欺瞒也不迟。然而,如果在其他一切特征之外,这也是雅典人的显著标志——拥有议事会、审判,并伴随着最多且最完善的法令涉足各项事务;他们不仅借此选举将领本身,甚至在将领卸任后还要将其交付账目审查——那么你诋毁眼前的这些人轻信盲从,岂非正如同你认定可以责难皮提亚阿波罗不知当行之事一般?而那位神祇正是指引他人何事当为的导师与可靠的顾问,甚至可以说是全人类在这类事务上的领袖与预言者。因此,通过我们方才极为明晰的论证,已经表明我们非但不是轻易受骗之辈,反而是比任何人都更擅长揭露行骗者的人;而你凭借自己的言论,不仅在这些事上不足以令人信服,反倒因对我们抱有这般见解,令人推测你自己才属于受骗者之列。 关于这一点,实情便是如此,且已得到这般阐明。然而,当你企图将免役特权逐出城邦,声称城邦的公益捐助因此而减少,且倘若有什么是必需的,那就需要公益捐助——或者更确切地说,在所有这些事物中,各城邦最需要的是公益捐助——首先,你要清楚知道,你在不知不觉中正是削减了城邦的公益捐助本身,并在此事上公然与城邦为敌。因为倘若免役特权是作为尊荣的奖赏授予那些为我们效力之人,而这些人仅次于神明,凭借其所作所为支撑着城邦,且只有在城邦得以稳固之时方可履行捐助并处理一切事务,那么废除免役特权之人显然也就是将这一切一并废除;因为若非城邦事务得到良好维系,确实绝不可能履行捐助。而若非所有人为城邦倾注全部热忱,城邦的良好维系便绝无可能;他们之所以竭诚奉献,正是因为他们期望从城邦那里获得善意的回报。其次,即使我们需要公益捐助——我们确实需要,且无人会加以否认——但我们显然远远更需要那些时刻为我们竞逐荣誉、竭力使我们的事务处于最佳状态的人。我说的是实情,这从以下事实即可昭然若揭:我们认为前者配受尊荣,称他们为我们的恩人、救星以及诸如此类的称号;而对后者,则视若债务人,不仅对其所行之事毫无感激之情,倘若其何时未能尽职,我们还会义愤填膺地将其交付审判;此外,从后者那里获得的仅仅是城邦的这一项实际利益,而前者除此以外更带来巨大的声望。既然如此,那些在一切方面出类拔萃、位居更优等位分的人,难道我们会因你的缘故而将其视为低下之辈吗?而且,当我们为求得恩人而竭尽所能,却对如今承蒙神明赐予而拥有的恩人显出忘恩负义并剥夺其荣誉,而对那些我们将要

语法注3 条
  1. 36τοῦ δικαίου νικῶντος

    独立属格,表条件或伴随状况:“若正义/公理占优势”。这表明无论结果成败,只要动机与准则的正义性得以确立,便依然值得赞美。

  2. 38οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι

    形容词 ἀξιόχρεως(值得信任的、够资格的)支配被动不定式 πιστεύεσθαι(被相信)。中性复数宾格 τὰ τοιαῦτα 用作不定式的内在宾语或限定宾格,意为“在此类事务上被相信”。

  3. 42οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καί

    惯用句式 οὐχ ὅπως ... ἀλλὰ καί 意为“不仅不……反而……”。关系代词 ὧν 吸收并牵引了其先行词(相当于 τούτων ἃ πράττουσιν),鲜明地对比了民众对单纯履行法定义务者不仅毫无感激,若有懈怠反而加以惩处的心态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:36-42