← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§28-34

驳斥关于雅典人易受欺瞒的指责

演说者驳斥了莱普提涅斯关于雅典人民和陪审官易受欺骗的论调,指出以往政策即便未达预期也是由于不可抗的时局变数,而非蓄意欺罔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

τὸν δῆμον τῶν Ἀθηναίων τῶν παρʼ ἄλλοις δικαστῶν εἶναι βελτίω καὶ οἷον εἰκὸς τὸν τῆς Ἀθηνᾶς τρόφιμον. ἴσως δʼ οὖν καί τι τοιοῦτον ἂν ξυνηνέχθη. ὅτε δὲ καὶ βουλή τις ἡμῖν θαυμαστὴ καὶ πάνθʼ ἃ προσῆκεν αἱρούμενος δῆμος καὶ δικαστῶν πλῆθος καλόν τε κἀγαθὸν καὶ τῇ περὶ τοὺς νόμους ἀκριβείᾳ καὶ τὸν Ῥαδάμανθυν ἂν παριόντων·1 πῶς οἷόν τʼ ἀπάτην διὰ τοσούτων καὶ τηλικούτων χωρῆσαι; ἢ πῶς ἂν ὁμοῦ πάντας ἔλαθε γεγονυῖα; καὶ μὴν εἰ μὲν ἡμῶν ἀπάτη κρατεῖ καὶ πρὸς τὸ πάθος ἑτοίμως ἔχομεν, ἔδει δή που κἀν τῷ παρόντι τοῦθʼ ὑπὸ σοῦ πεπονθέναι. νῦν δὲ περὶ ὧν ἤδη νόμον εἰσάγεις ἀπατᾶν ἡμᾶς ἐπιχειρῶν, ὡς ἄρα τῶν βελτίστων ταῦτʼ ἐστὶ τῇ πόλει, τοσοῦτον ἀπέχεις ὃ βούλει ῥᾳδίως εἰργάσθαι, ὡς καὶ ᾧ μὴ βούλει ῥᾳδίως περιπεσεῖν,2 κακουργίας καὶ συκοφαντίας ἀτεχνῶς ἁλισκόμενος. ἔτι τοίνυν εἰ διαρρήδην μὲν παρὰ πάντων ὁμολογεῖται δεινούς τινας Ἀθηναίους μάλιστα πάντων τὰ δέοντα ξυνορᾶν καὶ ὃ τούτου κάλλιον, τῶν εὑρόντων ἄμεινον χρῆσθαι, σὺ δʼ οἷς αὐτοὺς φάσκεις πρὸς ἐξαπάτην ἔχειν ἑτοίμως, εἰς Μελητίδας ἐντάττεις, ἡδέως ἄν σε ἐροίμην ποτέροις δή τισιν ἡμᾶς προσεκτέον τὸν νοῦν, πότερον πᾶσι τοῖς ἄλλοις ἢ σοί γε; οὐ γὰρ ἀμφοῖν, οἶμαι, φήσεις, οὐδʼ οἷόν τε, ἀλλʼ ἀνάγκη δυοῖν θάτερον, ἢ πάντας ἀνθρώπους οὐκ ἀληθῆ περὶ ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν. εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων3 καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που

因为雅典人民胜过其他地方的裁判官,正如雅典娜所养育者理所应当的那样。无论如何,或许此类事情确有可能发生。然而,当我们拥有一支出色的议事会,拥有择取一切当行之事的民众,拥有善良高尚、在法律严谨性上足以超越拉达曼梯斯的众多陪审官时,欺瞒怎能穿透如此众多且伟大的人?或者,倘若它真的发生,又怎能瞒过所有人的眼睛?再者,如果欺瞒当真能控制我们,且我们极易受其影响,那么眼下我们理应早已在你身上承受了这一点。然而事实是,在关于你如今提出法律的那些事上,你企图欺骗我们,硬说这些对城邦是至善之事,你非但远远未能轻易达成所愿,反而轻易陷入了自己所不愿见到的境地,全然以行恶和诬告之罪被当场拿获。 此外,如果所有人无不明确承认雅典人格外出众,最能洞察当行之事,并且更妙的是,比发明者能更好地运用这些事物;而你却声称他们极易受骗,将他们列入梅勒提得斯之类的蠢人之列;那么我很想问你,我们究竟该听从哪一方,是听从所有其他人,还是听从你?因为我想你绝不会说兼听二者,这也不可能;唯有二者择一:倘若按照你的说法我们属于容易受骗之辈,就必须认为全人类对我们的评价皆非实情;抑或,鉴于我们深知所有人的见证与投票拥有如此公认的权威,以至于不仅在任何事务中都必须追求它,并认为它在事实上远胜过个别局部的见证,甚至连由此产生的风评都被尊称为神祇,那么我们就必须把你的废话视若无物。而你本人正是此事的见证者,因为你希望获得的不是一两个人,而是全体雅典人,并通过他们获得全人类,来充当这项法律的共同投票者和支持者,深知若无普遍的认可,个别的见证便毫无价值。这且不论。 再者,如果关于法令、盟友以及总体上摆在我们面前需要考量的事务,有时出乎意料地降临到我们头上,以至于我们造就了平庸之徒而非善人,或者对待人们的方式有悖于我们的初衷,而你却把这视为我们方面的欺瞒,那么你就是在凭空臆测。为什么?因为这并非由于我们的判断和投票,也并非因为我们明知当行之事却故意放弃而拣选了不当之举;相反,这些事情之所以如此发生,是由于世事变幻莫测、时机突变,以及人们所能说出的诸如此类的原因。因为我们曾认为应当尽全力言行,以使这一切臻于至善;而如果我们的愿望全未实现,你应该归咎于偶然事件的不可抗力,而非怪罪我们。因为正如毫无谋略处理事务之人理所当然地要独自承担由此产生的恶果,即便有了好结果也须归因于他处;同样,带着极其周密的谋划去付诸行动之人,按常理自会时刻成功并如愿以偿,但倘若何处

语法注3 条
  1. 28καὶ τὸν Ῥαδάμανθυν ἂν παριόντων

    分词 παριόντων 与小词 ἄν 连用,相当于潜在祈愿语气(ἂν παρέλθοιεν),表达“足以超越……”之意。在语法上,它与从属于单数集合名词 πλῆθος 的复数属格名词 δικαστῶν 保持性、数、格的一致。

  2. 28τοσοῦτον ἀπέχεις ὃ βούλει ῥᾳδίως εἰργάσθαι, ὡς καὶ ᾧ μὴ βούλει ῥᾳδίως περιπεσεῖν

    此句由表示“距……如此之远”的 τοσοῦτον ἀπέχεις 统领不定式 εἰργάσθαι(其宾语为关系从句 ὃ βούλει),并与后续表示结果的 ὡς 从句(“以至于你甚至陷入了所不愿见到的境地”)形成呼应。ᾧ μὴ βούλει 中的与格受动词 περιπεσεῖν 支配。

  3. 32ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων

    动词 νομίζεις 所支配的双宾格结构。关系从句 ἅ ... ἀπαντᾷ(“降临之事”)充当直接宾语,前置的 ἡμετέραν ἀπάτην 则充当谓语宾格(“视为我们方面的欺瞒”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:28-34