← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§20-26

对恩人的寡恩与再提免役罚则之虚妄

演说者指斥莱普提涅斯的法令是一部使城邦陷于对恩人寡恩、招致大祸的不敬之法,并指出对日后重提免役者处以死刑的条款,恰恰暴露出作者自己对该法缺乏信心与自欺之态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

ἐπηρεάζειν βούλεσθαι,1 οὐδὲ τοὺς ἀναξίους προϊσχόμενος ἐν καιρῷ, οὕτως ἡμᾶς οἷς λέγεις παράγων, οἷς πράττεις ἃ λέγεις ἐλέγχεις. καὶ τοὺς ἀναξίους προτείνων, σὺ δʼ οὐδὲ τῶν ἀξίων ἀπέχει, μᾶλλον δὲ καὶ πάντων ἡμῶν. καὶ τοσούτῳ μᾶλλον ἡμῶν, ὅσῳ τοὺς μὲν αὐτὸ τοῦτο μόνον ἀτελείας ἀποστερεῖς, ἡμᾶς δὲ ἀδικεῖς μὲν οὐχ ἧττον καὶ τοῦτο τὸ μέρος, εἴπερ τἀκείνων ἡμέτερα χρὴ λέγειν. ἀδικεῖς δὲ καὶ οἷς περὶ τοὺς εὐεργέτας ἀγνωμονοῦντας ἡμᾶς φιλονεικεῖς ἀποφαίνειν, καὶ οἷς ἀτέλειαν οὔθʼ ἡμεῖς ἡμῖν αὐτοῖς, εἴ τῳ ταύτης ἐν τῷ τοῦ καιροῦ καλοῦντι δεήσει, οἷοί τε πορίζειν ἐσόμεθα, οὔθʼ ἑτέρους οὑστινασοῦν οὔτε νῦν οὔτε εἰσαῦθις τουτοισὶ δεδωρῆσθαι. καὶ τὸ πάντων δεινότατον, τῆς εἰς ἡμᾶς φιλοτιμίας ἀπείρξομεν πάντας, ἐὰν ἃ τοῖς εὖ πεποιηκόσι καλῶς καὶ δικαίως ἀποδεδώκαμεν πάλαι, ταῦτʼ αὐτοὺς ἤδη παρὰ πάντας ἀφελώμεθα νόμους, διὰ τοὺς νόμους τοὺς σούς. ὅπερ οὐκ ἄτοπον μόνον, ἀλλὰ καὶ παντάπασιν ἀσεβές· ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθʼ ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης· ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τʼ ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ ἃ μὴ προσῆκε συμπλάττειν, ἐφʼ ᾧ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλʼ οὐδὲ2 νόμων ὅλως ἀκροᾶσθαι δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δʼ εἴπερ τις τὰ τοιαῦτα τεχνίτης. ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγʼ ἂν φαίην, ἀλλʼ ἀνομίαν αὐτὸ καὶ τῆς πολιτείας ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲς, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺς ἀγαθοὺς νόμους ἴσχειν εἰκὸς, οὓς καὶ κοινοὺς τῶν πραγμάτων σωτῆρας μετὰ τοὺς θεοὺς ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡς ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πρόησθʼ, αὐτὸν αἴτιον ἂν γεγενῆσθαι. ὅτι δὲ καὶ Λεπτίνης αὐτὸς οὐχ οἷς λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πως διʼ ὧν τοῦ τʼ εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖς ὑπὲρ ἀτελείας αὖθις θήσουσι νόμον θανάτου τιμᾶται,3 οὐδενὸς τῶν νομοθετῶν, ὡς ἅπαντες ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντος τοῖς νόμοις. ναὶ, φησί· διὰ γὰρ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον ταῦτʼ εἰκότως προσγράψαι. τί οὖν ἐκώλυεν, εἴπερ ταῦθʼ οὕτως εἶχε, Λεπτίνη, μὴ καὶ ξύμπαντας τοὺς ἐξ ἀρχῆς νομοθετικοὺς ταῦτα τοῖς σφῶν νόμοις προσγράψαι, ἀλλʼ ἁπλῶς οὕτως ὑποθέσθαι τὸ δέον; ἢ τότε μὲν τῆς πολιτείας οἱ κρείττους παθῶν ἐπεστάτουν θεοὶ, νῦν δʼ ἐπεὶ δημαγωγεῖν ἔχουσιν ἄνθρωποι καὶ ταύτῃ τὰ κοινὰ διοικεῖται, χώραν ἴσχει τοῦ φενακισμοῦ; ἀλλʼ οὐκ ἂν εἰπεῖν ἔχοις· ἀλλʼ οἶμαι τῷ μηδʼ ὁτιοῦν φλαῦρον, ἀλλὰ πάντα τὰ βέλτιστα ξυνειδέναι τοῖς αὐτῶν νόμοις, τοῖς μὲν οὐδεμιᾶς τινος τοιαύτης ἐμέλησε τῆς προσθήκης, σοὶ δὲ οἷς ταύτης ἐμέλησεν ἔδειξας οὐ σφόδρα τοῖς νόμοις οἷς λέγεις θαρρεῖν. χωρὶς δὲ τούτων εἰ μὲν οὐδέσιν ἄλλοις, μόνῳ δʼ ἐνῆν τῷ δήμῳ περὶ πάντων ἔχειν ψηφίζεσθαι, οὐδʼ οὕτως ἂν ἦν παράκρουσιν ἡντινοῦν ὑφορᾶσθαι, διὰ τὸ

企图加害,并非合乎时宜地以不配享有者为口实,如此以言辞蒙蔽我们,却以你的行径驳斥了自己的言论。你表面上拿不配者作挡箭牌,实际上却不仅未放过配得上的人,甚至牵连了我们所有人。而且你对我们的侵害还要严重得多:你剥夺他们的仅仅是免役权本身,而对我们而言,如果必须把属于他们的东西称为我们自己的东西,那么你在此事上也同样对我们施加了不义。 此外,你千方百计硬要表明我们对恩人寡恩负义,并且使我们在危难召唤而需要免役权时,既无法为我们自己筹办,也无论现在还是将来都无法将这些赏赐授予任何其他人,由此你也犯下了不义。而最可怕的是,倘若我们如今通过你的法令,违背一切法律,将昔日出于高尚与正义授予立功者的荣誉从他们身上夺回,我们就会彻底阻绝所有人对我们的效劳热忱。这不仅荒谬,而且完全是不敬神的;因为世人唯有蒙受神明眷顾才能顺遂昌盛,尤其是我们城邦,既凭自身内部的贡献,也靠拥有其他人作为我们好运的共同奋斗者;反之,若神明不欲保佑,则对内对外之事皆陷入不幸。因此,如果说借用莫须有的借口并捏造不妥之事以造成共同危害,是败类和全然腐败之人的行径;而将矢志行善之人彻底阻遏,则是与神明为敌之人的作为;既然你显然触犯了这所有罪名,那么不要说提出法律,你根本连聆听法律的资格都没有,因为法律是恶行的制止者,而你若称第二,无人敢称第一,正是此类恶行的行家里手。同时,我甚至绝不愿把你这东西称为法律,而宁可称其为非法、政体的颠覆和彻底的腐朽;这不仅因为良法理应具备的一切特质——正如众所周知,良法乃是神明之后维护万物的共同救星——它全都不具备,而且还因为,雅典的男人们啊,倘若你们坐视不管,正如我所言,它将成为城邦遭受如此众多且重大灾祸的罪魁祸首。 不仅如此,莱普提涅斯自己对他所说的话并无太大把握,这一点在某种程度上也显露无遗:他竟然防备日后之事,对再度就免役权提议立法者规定了死刑;而众所周知,以往任何立法者都从未在法令中附加过此类规定。“是的,”他说,“正因为人民容易受骗,才理应附上此条。”那么,莱普提涅斯啊,倘若当真如此,是什么阻止了原初所有的立法者在各自的法律中附上这条规定,而不是径直如此规定当行之事呢?难道当时是由超凡脱俗的神明主管政体,而如今既然由凡人充当人民领袖且公事以此种方式管理,便有了欺罔的立足之地?然而你绝说不出这种话来;毋宁我认为,正因为先贤确信自己的法律毫无瑕疵而唯有至善,他们才丝毫不为任何此类附加条款费心;而你因费心此事,恰恰表明了你对自己所称述的法律并未深信不疑。 此外,即便除人民外再无他人、唯有人民自身能够对所有事务行使表决权,即便如此也不该怀疑存在任何欺瞒,因为

语法注3 条
  1. 20ἐπηρεάζειν βούλεσθαι

    此不定式短语直接承接前一段落末尾的“διὰ δʼ αὖ τοῦ”,构成介词 διά 加中性单数属格定冠词 τοῦ 所支配的冠词性不定式(articular infinitive),与前文的“προΐσχεσθαι”形成“διὰ μὲν τοῦ ... διὰ δʼ αὖ τοῦ ...”的对称并列结构。

  2. 22οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλʼ οὐδὲ

    惯用的递进否定句式(οὐχ ὅσον ... ἀλλʼ οὐδέ),意为“非但不能……甚至连……都不配”,修饰主句形容词谓语 δίκαιος εἶ,强调其连聆听法律的资格都没有,更遑论提议立法。

  3. 24θανάτου τιμᾶται

    刑罚属格(genitive of penalty)。中动语态动词 τιμάομαι 在立法或控诉语境中意为“判定/规定以……之刑”,此处搭配属格 θανάτου 表示处以死刑这一具体刑罚。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:20-26