← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§12-18

因个别不适格者废除免役权的自相矛盾

演说者抓住莱普提涅斯仅非难部分受奖者不配享有特权而非针对免役权本身这一论据,指出此论点反证了该特权的价值,并论证一律剥夺特权使真正有功之士蒙羞,纯属自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ἐκ μέσου τιθείς. ἀλλὰ μή πω τοῦτο, ἀλλʼ ὅτι διʼ ὧν μόνος τῶν πάντων ἀναιρεῖν ταύτην πειρᾶται καὶ ὅπως μηκέτʼ ἔσται τοῦ λοιποῦ πᾶσαν εἰσφέρει σπουδὴν, διὰ τούτων οὐχ ἥκιστα πάντων συνίστησι ταύτην, καὶ ὅπως εἰς ἅπαν ἔσται κατασκευάζει σαφῶς. ὅταν γὰρ ταύτῃ μὲν οὐδʼ ἡντινοῦν μέμψιν ἐπάγῃ, οὐδʼ ἀγορεύειν κακῶς ἀξιοῖ, ἀναξίους δέ τινας φάσκῃ ταυτησὶ μετασχόντας τῶν λειτουργιῶν ἀποσχέσθαι, ἄμφω ταυτὶ μαρτυρεῖ, καὶ τὴν ἀτέλειαν ὡς κάλλιστα ἔχειν καὶ χρῆναι ταύτην εἰς ἀεὶ παραμένειν τῇ πόλει, καὶ πρός γε ἔτι τὸ μηδʼ ἂν αὐτὸς ἐπὶ τὸ νομοθετεῖν κεκινῆσθαι, εἰ τοὺς μετέχοντας ἀξίους ἑώρα. ὅτε τοίνυν οὐκ ἂν τοῦτʼ ἔδρα, εἰ μηδεὶς ἀνάξιος ἦν, οὐκ εἰκότως οὐδʼ ἐξ ἀνάγκης κατὰ τῆς ἀτελείας χωρεῖ, δέον1 κατὰ τῶν ἀναξίων μόνον, ὡς οὐ προσηκόντων τῷ πράγματι.

将免役权予以废除。然而暂且先不谈这点,而是应当看到:正是通过众人之中唯独他用来企图废除免役权、并为使其今后不复存在而竭尽全力的那些论据,他恰恰最有力地确立了免役权,并清楚地证明它理当永远存续。因为,当他对免役权本身未加任何指责、甚至认为不该对其非议,而只是声称某些不配享有者在获得该特权后免除了市政劳役时,他其实证明了这两点:其一,免役权本身至为优良且理应在城邦中永久保留;其二,此外更证明了,如果他看到享有者都是配得上的人,他自己本绝不会起意立法。因此,既然在没有人不配享有的情况下他本不会采取此举,那么他对免役权本身开刀既不合乎情理,也无必然性;他本应仅仅针对那些不配享有的人,因为他们与此项特权不相称。

§14

καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον. ἀλλʼ ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς ἀξιοῦσθαι. ἄλλως δὲ οὐδʼ ἀνάξιος πώποτʼ οὐδεὶς, ὡς ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδʼ ἐγγὺς, ἀλλʼ ὅστις τὰ πρὸς ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ τοιούτους μάλισθʼ ἡ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη· κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστʼ ἀνάξιός ἐστʼ οὐδεὶς, ὦ Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλʼ εἰ καὶ τὰ μάλιστα τοῦθʼ οὕτως ἔχει, ὅτι μὲν πολλῷ κάλλιον καὶ φιλανθρωπότερον διὰ τοὺς ἀξίους δή που καὶ τοὺς ἀναξίους τιμᾶσθαι ἢ διὰ τοὺς ἀναξίους ἀποστερεῖσθαι ταύτης καὶ τοὺς ἀξίους, ἐῶ. ἀλλὰ καὶ οὕτω σαυτῷ περιπίπτεις. τί γὰρ οὐ τοὺς ἀναξίους μόνους, ἀλλὰ καὶ τοὺς ἀξίους ἁπλῶς ἀτελείας ἀποστερεῖς; εἰ γὰρ τῷ ὄντι μόνοις τουτοισὶ δυσχεραίνεις, ἔδει δή που τούτων μεμνῆσθαι μόνων, τῶν δʼ ἄλλων ἀπέχεσθαι. νῦν δὲ οἷς πάντας ἁπλῶς ὑπάγεις τῷ νόμῳ ἔοικας οὐχ οὓς λέγεις μόνους κακίζων, ἀλλὰ κοινῇ πᾶσι βασκαίνων πάντας ἀφαιρεῖσθαι πειρᾶσθαι τὰς δωρεάς. μᾶλλον δὲ οὐκ εἰκάζειν, ἀλλʼ εἰδέναι δίδως σαφῶς μηδʼ ὁπωστιοῦν ἔχων πρὸς ταῦτʼ ἀντειπεῖν. σκόπει δὲ καὶ οὕτως. εἰ ὅστις ἀνάξιος, ὡς αὐτὸς λέγεις, οὗτος καὶ ἀτελείας ἀνάξιος, ἀνάγκη πᾶσα τοὺς ἀξίους ταύτης τυγχάνειν, ἵνα καὶ τὸ διάφορον ἑκατέρων σώζηται· ἂν δὲ καὶ οὗτοι μετὰ τῶν ἀναξίων ἐκπέσωσι ταύτης, πρῶτον μὲν οὐκ οἶδʼ ὅτῳ τῶν ἀναξίων διοίσουσιν· ἔπειτʼ ἀνάξιοι δόξουσιν εἶναι, τῶν γε ἀξίων ὄντες. μᾶλλον δὲ ταῦτʼ ἄμφω συμβήσεται, τοὺς μὲν ἀξίους ἀναξίους δοκεῖν τοῦτʼ εἶναι τὸ μέρος, τοὺς δὲ ἀναξίους ἀξίους, ἐπειδήπερ ἄμφω ταύτης ἐξ ἴσης στερήσονται. καὶ μὴν τοὺς μὲν ἀναξίους ὄντας ἀξίους ἡ πόλις οἷς μετέδωκεν ἔδειξε, σὺ δὲ καὶ τοὺς ἀξίους παρʼ ἑαυτῶν διʼ ὧν ἀποστερεῖς οὕτως ἀναξίους ἐργάζει καὶ πολλῷ χείρους ἐκείνων, ὡς τοῖς μὲν οὐδὲν ἂν γενέσθαι καινὸν ἐκπεσοῦσι τῆς δωρεᾶς· ἀνάξιοι γὰρ κατὰ τὸν σὸν τυγχάνοντες λόγον, ἀνάξιοι πάλιν ἔσονται· οἱ δʼ ἄξιοι καὶ πρὸ ταύτης ὄντες καὶ ταύτης ἀξίως τυχόντες εἰς ἀναξίους τελέσουσι2 ταυτησὶ στερηθέντες· καὶ ταῦτʼ οὐδὲν ἐγκαλούμενοι τὸ παράπαν, καθάπερ ἐκεῖνοι. οὐκοῦν καὶ κατὰ τοὺς ἀξίους καὶ κατʼ αὐτοὺς δή που τοὺς ἀναξίους εἰς τοὐναντίον τὸ πρᾶγμά σοι περιίσταται καὶ σαυτὸν αὐτὸς ἐξελέγχεις, διὰ μὲν τοῦ τοὺς ἀναξίους μόνους καὶ μὴ τοὺς ἀξίους προΐσχεσθαι μάτην τοὺς ἀξίους τῶν πρὸς ἀξίαν ἀποστερῶν, διὰ δʼ αὖ τοῦ καὶ τοῖς ἀξίοις καὶ μὴ μόνοις τοῖς ἀναξίοις

请任何人切勿说:因为某些庸碌之人享受了免役权,就必须因此将免役权本身归入鄙俗之列。相反,既然它是作为对效劳我们之热忱的奖赏而授予几乎所有最优秀之人的,就必然要求我们以对待那些维系城邦的重大事业同等的热忱来珍视它。况且依我之见,从来没有任何不配享有者得到过它,甚至连接近不配者也没有,而只有那些在对我们的关系上表现得最杰出、并在危难关头挺身而出的人才得以获得。因为城邦正是根据这些人的所作所为认为他们最为卓越,才倾其所有向他们赠予酬劳并给予应有的奖赏;即便在其他方面有些人恰好显得平庸,且凭其自身不足以享有盛誉。因此莱普提涅斯啊,在这一点上绝无任何人是不配享有的。不仅如此,即便事实当真极度如你所言,我也且不提:因配得上的人而使不配者也受到奖赏,诚然远比因不配者而使配得上的人也被剥夺特权要高尚和宽仁得多。然而即便如此,你依然陷入了自相矛盾。你为何不单剥夺那些不配者,反而将配得上的人也一并剥夺了免役权呢?因为如果你当真只对这些人感到愤慨,你理当只提及这些人,而对其他人不予触动。可如今,由于你将所有人毫无例外地置于法令管辖之下,你看起来并非只是在谴责你所提到的那些人,而是在普遍嫉恨所有人,企图剥夺一切人的赏赐。更确切地说,鉴于你对此完全无言以对,你让我们并非停留于推测,而是切实洞悉了这一点。你且换个角度考虑:如果照你所说,凡是不配者也就不配享有免役权,那么为了使两者的差异得以保全,配得上的人就绝对必然应当享有它;但如果这些人也与不配者一同被剥夺特权,首先,我不知道他们在何种意义上与不配者有所区别;其次,他们本是配得上的人,却将被视为不配者。不仅如此,这两件事都会发生:配得上的人在这一方面将被视为不配,而不配者反而将被视为配得上,因为双方都同样被剥夺了特权。再者,城邦通过向不配者授予特权,表明他们配得上此待遇;而你却通过剥夺法令,使凭自身配得上的人也变得如此不配,且境遇远比前者更为恶劣。因为对前者而言,被剥夺赏赐并无任何新鲜之处——依照你的说法,他们本就不配,如今只是再度成为不配而已;但那些在此之前本就配得上、且当之无愧地获得特权的人,在被剥夺免役权后,却将沦为不配者之列;更何况他们根本未像前者那样受到任何指控。因此,无论就配得上的人而言,还是就不配者自身而言,事态在你手中都走向了反面,你陷入了自我驳斥:一方面,你仅以不配者为借口而不提及配得上的人,徒然剥夺了配得上者与其功德相称的荣誉;另一方面,你又不仅针对不配者,而且针对配得上的人……

语法注2 条
  1. 12δέον

    非人称动词的绝对宾格,充当状语,具有转折或让步意味(“本应当/既然理当”)。此处将莱普提涅斯针对特权本身的实际举动(χωρεῖ κατὰ τῆς ἀτελείας)与其理应采取的做法(δέον κατὰ τῶν ἀναξίων μόνον)形成尖锐对照。

  2. 18εἰς ἀναξίους τελέσουσι

    动词 τελέω 与介词 εἰς 接宾格连用的惯用法,意为“被归入……之列”、“列入……阶层”(而非“完成”或“缴纳”)。此处指真正有功之人一旦被剥夺特权,便会在社会评价上“沦落到与不配者同流合污的阶级”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:12-18