- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:172-178
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者详述了卡布里亚斯在纳克索斯等役的辉煌战功及其壮烈牺牲,将其与优待阵亡将士遗孤的城邦惯例作对比,严正斥责剥夺这位伟大恩人之子的豁免特权实属荒谬不公。
Ἰφικράτης.1 μόνος γὰρ οὗτος τῶν εἰς κοινὸν πολιτευσαμένων πλείστας τε καὶ καλλίστας ὑπὲρ ἡμῶν ἑκάστοτε κτησάμενος νίκας, οὐδαμοῦ δὲ ἡττηθεὶς, οὐδὲ τῆς προσούσης εὐψυχίας οὐδὲ καθʼ ὁντιναδήποτε τρόπον ἔλαττον σχὼν, οὐ μόνον παρʼ οὐδενὸς ἐπεσπάσατο φθόνον, ἀλλὰ καὶ ὡς τὰ μέγιστα τὴν πόλιν εὖ πεποιηκὼς παρὰ πάντων βοᾶται, τοῦτο μὲν πρὸς πολλοῖς ἄλλοις καὶ Λακεδαιμονίους οὕτω καταναυμαχήσας ἐν Νάξῳ, ὡς ἑβδομήκοντα δή που τριήρεις καὶ τρισχιλίους αἰχμαλωτοὺς λαβεῖν, τοῦτο δʼ ἑπτακαίδεκα παραστησάμενος πόλεις, δέκα δὲ καὶ ἑκατὸν ἀπὸ τῶν πολεμίων τάλαντʼ ἀποφήνας ἡμῖν, καὶ τὸ ξύμπαν εἰπεῖν θαυμαστὸς διὰ πάντων φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφʼ ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν;2 καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθʼ ὑφʼ ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δʼ, ὦ θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδʼ ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε3 δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.
——正如先前的伊菲克拉特斯一样。因为在参与城邦政治的人当中,唯有此人在每一次都为我们赢得了最多且最辉煌的胜利,未曾在任何地方遭受挫败,也未曾以任何方式减损其应有的英勇,他不仅未曾招致任何人的嫉妒,反而被所有人同声赞颂为对城邦建有最伟大功绩之人。除许多其他功业外,他更在纳克索斯的海战中彻底击溃拉刻代蒙人,以至于俘获了整整七十艘三列桨座战船和三千名战俘,降服了十七座城邦,为我们从敌人那里缴获了一百一十塔兰同,简而言之,在一切事上都显现出令人惊叹的卓越。然而,面对这位在全局上如此至善、受众人称赞、佩戴如此众多且宏伟的战功纪念物、毕生未尝一败、为城邦提供了通往繁荣的最雄厚资源的杰出人物——既然他配享最崇高的礼遇,且理应受到超越所有其他人的尊崇——难道我们竟要从他身上剥夺免税特权吗,而这一特权比起他本人的名声原本就已微不足道?他此前获得的待遇本已配不上他的功劳,如今,诸神作证,甚至连这些特权也要被剥夺,这难道不会被认为他在当时和现在都遭受了我们最严重的侵害吗?纵使他并非这般人物,也未曾拥有我所提及的那些功绩,仅凭他为了我们而如此壮烈牺牲的事实,他就理应在其可谓所有子孙后代中都配享崇高的尊荣。
καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων4 τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθʼ ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δʼ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπʼ αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δʼ αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δʼ ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις, καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδʼ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου. καὶ μὴν εἰ μὲν, ὅθʼ οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλʼ ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ ʼκείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρʼ ἐκείνου βεβαίαν
事实上,这将是最不可理喻之事:如果我们每年为那些阵亡将士举行葬礼演说以示尊荣,并在公费下悉心抚养他们的遗孤,直至他们长大成人披挂全套铠甲重归故里;然而对于一位生前乃至死时都屡次为我们冒生命危险、以无愧于其志向的牺牲为其一生画上句号的人物,我们不仅不愿给予他及其子嗣与那些阵亡者同等的殊荣,反而要剥夺已赐予他们的事物;而且,那些在战场上屡次遭受其重创的敌手,无论过去还是现在都将此人视作英勇之士并给予非凡的尊崇,以至于为他的丰功伟绩和超绝英勇同感欣悦,并为自己祈求也能拥有如此卓越的公民;可我们这些受他如此辉煌地列阵护卫、受他以伟大而令人惊叹的战功纪念物带来荣耀的人,却要通过欺辱他的儿子来毁坏他既有的声誉,就仿佛他未曾为城邦做过丝毫善事,抑或犯下了世间最可耻的罪行一般。 再者,假若此人生前出于宽宏大度而拒绝接受任何恩赏,未曾为他对我们所做的一切索取任何回报,而仅仅认为能成为对城邦大有价值之人便已知足,那么我们理当敬畏其美德,将其非凡功业视作有生命的丰碑,如今极尽热忱地厚待其子,将这分感激之情回报于他,不仅赐予他免税之权,更应以许多其他殊荣尊崇他。然而事实上,你们早已将这一特权同时赋予了他及其子嗣,难道你们如今还要另作图谋吗?而且,来自他的恩惠是无可动摇的,
- 172Ἰφικράτης.
该主格专有名词补足了前一段落末尾的句子:καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς Ἰφικράτης(“正如先前攻克科尔库拉的蒂莫特奥斯与歼灭斯巴达战团的伊菲克拉特斯一样”)。其后句子的主语 οὗτος 则指回前文主要称颂的卡布里亚斯。
- 174εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις... τοῦτον τοίνυν... ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν;
前置宾格句式(先提宾格)。句首的宾格短语 τὸν βέλτιστον... 带有一连串分词修饰语,经 τοῦτον τοίνυν 复指后,作为后方主句动词 ἀποστερήσομεν 的直接宾语(夺取动词的双宾格/夺格属格结构 ἀποστερέω τινά τινος)。
- 174οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε
关系代词与格 οἷς 在无介词情况下表示原因或根据(原因与格),意为“因他在为我们牺牲中所展现的事迹/因此等牺牲”。
- 176καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων
述语部分属格结构 τῶν ἀτόπων ἂν εἴη(“实属荒谬之列”)。属格 τῶν ἀτόπων 为表语属格,后接的一连串“对格+不定式”短语(τοὺς μὲν... τιμᾶν... τὸν δʼ... ἀποστερεῖν... ἡμᾶς δʼ... διαφθείρειν)充当整个句子的实质主语。
