- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:164-170
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者警告莱普提涅斯,废除特权赏赐将导致其自身失去在公民大会发言这一最崇高的赏赐,并论证过去的城邦功臣(特别是卡布里亚斯)完全配享其所获荣誉。
οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γʼ ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτʼ ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον,1 ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθʼ αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν ἢ ʼκεῖνα, ὅσον ἐκεῖνα μὲν ἀπόδοσις ἂν μᾶλλον δικαίως καλοῖτο ἢ δῶρα, ταῦτα δὲ καθαρῶς ἐστι δῶρα μηδὲν προεισενεγκοῦσι δοθέντα. ὥστε τοῦτον τὸν τρόπον ἀδικήσομεν μὲν τοὺς ἄλλους, ἀφῃρηκότες τὰς δωρεὰς, οὗτος δʼ οὐδέν τι τοιοῦτον ἕξει προΐστασθαι· ἀλλὰ χάριν μὲν ἂν εἰδείη μὴ τοῦτο παθὼν, παθὼν δὲ οὐ δυσχερανεῖ δή που δικαίως, οὐδʼ ὡς ἠδικημένος βοήσεται. μᾶλλον δὲ εἰ μὲν οὐδεὶς τῶν δωρεῶν ἐκπεσεῖται, οὐδὲ σὺ τῶν εἰς τὰς ἐκκλησίας προόδων, εἰ δʼ ἀφαιρεθήσονται ταύτας, καὶ αὐτὸς, εὖ ἴσθι, παραπολαύσεις τοῦ νόμου. ἀπολωλεκὼς δὲ τὸ παρρησίᾳ κεχρῆσθαι καὶ ὃν ἐντεῦθεν τέθεικας νόμον συναπολλύμενον ἕξεις. ταύτῃ δὲ τούτων κεχωρηκότων, σὺ μὲν τὸ λοιπὸν ἄτιμος ἔσει, πάντες δʼ ὡς πρόσθεν τὰς δωρεὰς ἕξουσι πεπαυμένου τοῦ νόμου, καὶ μηδενὸς ἔτʼ εἰσαῦθις ἐμποδὼν ἐσομένου. ἑλοῦ τοίνυν δυοῖν θάτερον, ἢ τὸν νόμον χαίρειν ἐάσας τῆς προσούσης ἔχεσθαι δόξης, ἢ τοῦτον στῆσαι ζητῶν πρὸς τῷ μηδὲν πλέον εἰργάσθαι καὶ ταύτην ἀπολέσαι καθάπαξ.
一个要求他人信服自己的人,自己对于所说的话却没有同样的信念,那么断然难以被任何人视作值得信赖。 雅典的公民们,在我看来,连莱普提涅斯也令我感到惊奇,他如此狡黠且精于事务,竟未意识到:正是通过剥夺其他人的赏赐,他是在自招祸端,剥夺了自己最宝贵的事物——直言权、声誉、辩才,以及在每次愿意时站到众人面前发表言论的权利。因为不仅是领受在市政厅进餐、豁免特权、土地或类似待遇的人才算接受赏赐,凡是公民大会认为配得上这登台发言之权的人,也正是在这一特权上领受了赏赐;而且比起前者,理应更将这些称作赏赐,因为前者更应当公正地被称为酬报而非赏赐,而这些则是纯粹的赏赐,给予了此前未作任何贡献的人。因此以这种方式,我们通过剥夺赏赐固然是侵害了其他人,但他自己却没有任何此类借口可以用来为自己辩护;相反,若未遭此待遇他尚且应当感激,但若遭此待遇,他也绝无理由感到愤懑,亦不能作为受冤屈者大声呼喊。或者说,倘若没有任何人丧失赏赐,你也同样不会丧失登上公民大会发言的权利;但倘若他们的赏赐被剥夺,请深知,你自己也将同遭此法的连累。而一旦丧失了行使直言权的资格,你也将眼见自己凭此制定的法律随之一同覆灭。当事态如此发展时,你今后将失去公民名誉,而在该法被废除且今后再无任何阻碍之后,所有人将一如既往地保有赏赐。因此,请在二者中择其一:要么放弃该法并保有既得的声誉,要么执意立此法,结果除了毫无所获之外,还将彻底丧失这分声誉。
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἄρα τῶν εὑρομένων τὰς δωρεὰς οἱ μὲν φαῦλοί τινες ὄντες, οἱ δὲ μικρὰ ἄττα εὖ πεποιηκότες τὴν πόλιν, μειζόνων ἢ προσῆκεν ἠξίωνται. μάλιστα μὲν γὰρ εἰ καὶ διὰ πάντων τοῦτʼ ἦν, πρὸς ἡμῶν μᾶλλον ἂν ἦν. διὰ τί; ὅτι πεφύκαμεν ἐξ ἀρχῆς ὥσπερ τοῖς ἄλλοις πᾶσιν, οὕτω κἀν ταῖς εὐεργεσίαις πάντας ἀνθρώπους νικᾶν. κοινοὺς γοῦν εὐεργέτας πάντες ἡμᾶς ᾁδουσι. νῦν δὲ τοσαῦτα μέν ἐστι τούτων τὰ πλεῖστα καὶ οὕτω πολλοῦ τινος ἄξια ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτʼ εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι.2 τοιοῦτοι δέ τινες οὗτοι καὶ πρὸς τοσοῦτον ἥκοντες τοῦ θαυμάζεσθαι, ὡς μὴ μόνον τὰς δωρεὰς, ἃς παρʼ ἡμῶν ἔσχον, μᾶλλον σεμνύνειν ἢ ὑπʼ ἐκείνων οὗτοι σεμνύνεσθαι, ἀλλὰ καὶ εἰ μή πω κατʼ ἀνθρώπους νενόμισται τὸ τῶν δωρεῶν, διʼ αὐτοὺς ἂν νενομίσθαι· οὓς καθʼ ἕκαστον μὲν διιέναι, οὐ τοὺς ἐπὶ τῶν ἄνω χρόνων λέγω, ἀλλὰ καὶ πάντας τοὺς ἐφʼ ἡμῶν τουτουσὶ, μακρὸν ἂν εἴη καὶ πόρρω τοῦ καθʼ ἡμᾶς δυναμένου. ἑνὸς δὲ μόνου τοῦ χθὲς καὶ πρώην πολλῶν καὶ μεγάλων ἀγαθῶν αἰτίου καταστάντος τῇ πόλει μνησθεὶς, ὑμῖν αὐτοῖς καταλείπω τὴν ψῆφον, εἰ ἄρʼ ἄξιός ἐστιν ἁνὴρ οὐκ ἀτελείας μόνον, ἣν ἔδοτʼ αὐτῷ καὶ παισὶν, οὐδὲ πλείστων ὅσων ἄλλων δωρεῶν καὶ στεφάνων, ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους διʼ αὐτὸν εὖ πεπονθέναι.3 ἄξιος δὲ καὶ τούτου Χαβρίας, καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς
再者,你甚至也不能声称:在那些获得赏赐的人中,有的实属庸劣,有的对城邦微有贡献,却享受了超出应得的礼遇。因为即便普遍存在这种情况,这也反倒是我们的光荣。为何?因为我们从一开始就生来在其他一切事情上超越所有人,在施惠之事上亦然;无论如何,所有人都歌颂我们为众人的恩主。然而事实上,这些功绩的大多数是如此重大且极具价值,以至于即便立功之人原本在别处毫无声名,也足以仅凭这些功绩而获得殊荣。他们是这样的人,且达到了如此受人敬仰的高度,以至于他们不仅使从我们这里获得的赏赐显得尊崇,胜过自己因那些赏赐而显贵;而且即便赏赐之风尚在人间未曾确立,也定会因他们而确立。若要将他们逐一详述——我说的还不是古时的人,而是仅指我们当代的这所有人——那将冗长繁复且远非我们能力所及。但我仅提及最近为城邦带来诸多重大恩惠的一位人物,由你们自己来评判:此人是否不仅配享你们赐予他及其子嗣的豁免特权,配享那极多的其他赏赐与冠冕,甚至配让许多其他人也因他而蒙受恩惠。 而卡布里亚斯配享此荣,正如先前攻克科尔库拉并歼灭斯巴达战团的蒂莫特奥斯一样,
- 164κατʼ αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον
此处出现语序倒错与插入,主格强调代词 αὐτός 被夹在介词 κατά 与其反身代词宾语 αὑτοῦ 之间(κατʼ αὐτὸς αὑτοῦ)。习语 κινεῖν τὸν ἀνάγυρον(“搅动恶臭的豆树/招惹恶臭植物”)是一句希腊谚语,意为“自惹麻烦”或“自招祸患”。主格 αὐτός 强化了主语(莱普提涅斯)的主动自害行为。
- 168ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτʼ εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι
在表示结果的 ὡς 从句中,嵌套了一个非真实条件句(εἰ καὶ μηδαμόθεν ἦσαν...,未完成过去直陈语气),其主句结论则由带有 ἄν 的不定式(ἐξαρκεῖν ἄν)体现。不定式 ἐξαρκεῖν ἄν 相当于直陈语气未完成过去时加 ἄν(ἐξήρκει ἄν),表达与过去事实相反的假想:“即便他们本无任何其他声名,单凭这些功绩也本足以享有殊荣”。
- 170ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους διʼ αὐτὸν εὖ πεπονθέναι
冠词定形属格不定式短语(τοῦ ... εὖ πεπονθέναι)受形容词 ἄξιός ἐστιν 支配,与前面的 οὐκ ἀτελείας μόνον 等属格名词并列。完成体不定式与语气小词 ἄν 结合,代表带有潜在或非真实语气的结论句(相当于希求语气或非真实直陈语气+ἄν),意为“配得上使许多其他人也能因他而受惠”。
