- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:180-188
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出废除对恩人的赏赐是使城邦失去栋梁并致衰微的荒谬之举,阐明施恩与受恩不可分割的关联,并严厉谴责剥夺特权的行径。
καθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτʼ εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθʼ ὧν ὁ νόμος ἔσθʼ οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι·1 ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθʼ ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρʼ ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν,2 ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. οὐ μὴν ἀλλʼ εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δʼ οὐκ ἔσθʼ ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς ἢ τοῦτον εὖ ποιήσας ἢ προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ διʼ ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτʼ ἀνέλοιτε, μηδʼ ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδʼ ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτʼ ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλʼ ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν δόσει τῷ τʼ ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλʼ ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου,3 δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται. ἐγὼ δὲ καὶ τοῦτο λέγω· ὡς εἰ μὲν εὖ ποιοῦντες οὐκ εὖ πάσχειν ἐμέλλομεν, οὐδʼ οὕτως ἂν τὸ εὖ ποιεῖν ὑπὸ μεγαλοψυχίας ἔδει παρεῖναι, ἱκανὸν νομίζοντας κέρδος τὴν παρὰ τῶν εὖ πασχόντων αἰδῶ τε καὶ χάριν. ὅτε δὲ πρὸς τούτῳ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἔστιν, ἦ που μανία σαφὴς ἡμᾶς αὐτοὺς τῶν τοιούτων ἀποστερεῖν. ἐν μὲν γὰρ τῷ τοὺς ἄλλους ὅτʼ ἔξεστιν εὖ ποιεῖν προθυμεῖσθαι καὶ ἡμᾶς αὐτούς ἐστιν εὖ ποιεῖν, ἐν δὲ τῷ μηδένα τούτων ποιεῖσθαι λόγον ἐν τοῖς μεγίστοις ἡμᾶς αὐτοὺς ζημιοῦν. εἰ δὲ τὸ μὴ βούλεσθαι μὲν εὖ ποιεῖν μέμψεως οὐκ ἀπήλλακται, οὐδέ γε πολὺ μᾶλλον τὸ μὴ τοὺς εὖ πεποιηκότας ἀντευποιεῖν, τῷ καὶ τὰ δεδομένα σφίσιν ἐπιχειρεῖν ἀφελέσθαι,4 Ἡράκλεις, πᾶς τις ἂν καθʼ ὑπερβολὴν νεμεσήσαι, ὡς μήτε πώποτε παρʼ οἱστισινοῦν τῶν ἁπάντων γεγενημένῳ νῦν τε οὐκ ἂν παρʼ ἡμῖν ἀρχὴν εἰληφότος, νόμων ὄντων καὶ δίκης, καὶ τοῦ κοινῇ διὰ πάντων λυσιτελοῦντος θεῶν βουλομένων ἀεὶ δήποτε νικῶντος τῇ πόλει, καὶ προσέθʼ ἡμῶν τοσοῦτον ἀπεχόντων τοῦ ταῦτα ποιεῖν αἱρεῖσθαι ὡς καὶ τοὺς παρʼ ἡμῶν δωρεὰς εἰληφότας, ἐάν ποθʼ ἡμῖν ἐθελήσωσι ταύτας πάλιν προέσθαι, ἐχθροὺς ἂν τῷ ὄντι νομίσαι, ὡς ἀναξίως ἐν τούτοις καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῶν προγόνων βεβουλευμένους· εἰ δʼ οὐκ ἀνεκτὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἤδη, πόσον τι χρὴ νομίζειν ἐκεῖνο;
对于城邦而言是彻底确立的,而你们因这恩惠本为他所谋定的一切,如今却转变为自食其言?对于卡布里亚斯之子克忒西普斯而言——当我提及他时,我是指这部法律所针对的所有人——在被剥夺免税权之后,倒也不会遭受更多的损失;但雅典的公民们,你们若对自己的恩人抱持这种态度,难道不是在每一个关头都将失去大批有能力造福城邦的仁人志士吗?因为我想,当看到美德在你们这里得不到任何酬报时,世上绝不会再有人愿意为你们奋力抗争,也无人愿意挺身涉险。正是在这一点上,正如悲剧中所言,多数城邦陷于病态:当一位英勇热诚之士所获得的并不多于卑劣之徒时。 退一步说,假若只蒙受恩惠而无须施与善行是可行的,那倒也无妨。但倘若一个人若非自己先向他人施恩、或至少有望施恩,就决无可能从他人那里获得善待,那么城邦若不尊崇那些立下功勋之人,也决不可能繁荣昌盛。因此你们也是一样,若你们选择蒙受善待,你们自己也要选择善待他人;但如果你们因剥夺赏赐而废除了这一点,那你们自己也就不要指望获得善待,更不要在对待自己的事情上将那在对待他人时视若无物的东西奉为至宝。因为即便我们最理所当然享有善待,这不仅因为我们在一切时代都比所有人都更习于这一名分,更因为我们最先从诸神那里享受到了仁爱与宽宏的最大赐福——既通过作物的馈赠,又通过成为至高神祇的争夺之物与封地;然而,既然彼者不在便不能获享此者,我们自然两者皆需,以免在追求其一的同时,不仅失却此者,更将全体尽数丧失。因为施恩与受恩,纵然彼此完全各异,却也如我所说的那样必然相互维系在一起。 我还要说明这一点:纵使我们在行善的同时并不注定会蒙受善报,即便如此,出于宽宏的气度我们也不应荒废行善,而应将受恩之人的敬意与感激视作足够的回报。而既然除此以外尚有望获得回报的善待,那么剥夺我们自身的这些机遇,岂不真成了明显的疯狂之举?因为在可能之时热切地善待他人,其本身也就是善待我们自己;而在完全不考虑这些事之中,则包含了在最重大的事情上损害我们自己。如果说仅仅是不愿行善尚且不能免于指责,更遑论不去回报那些施恩之人,那么对于企图夺走已赐予他们的东西,赫拉克勒斯作证,任谁都会无比义愤,因为这种事在古往今来任何人当中都未曾发生,如今也不可能在我们当中开其端绪——毕竟律法与正义尚存,且在诸神的意旨下,关乎普遍共同利益之事始终在这座城邦中占据上风;况且我们距离选择做出这等行径相去甚远,以至于假若那些从我们这里接受了赏赐之人日后意图将其退还给我们,我们甚至会视其为真正的敌人,认为他们在此事上的考量既有辱城邦的品性,亦有辱列祖列宗。雅典的公民们,倘若此事如今便已令人无法容忍,那么彼事又该被看作是何等重大的事呢?
- 180οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι
短语 οὐδὲν ἔσται πλέον 搭配与格(此处为分词 ἐκπεπτωκότι)为习用表达,意为“对某人而言再无额外好处”或“对某人而言处境不会更糟/不会蒙受更多损失”。此句引出下文与雅典人的对比:克忒西普斯本人除了失去免税权外并无更多损失,但城邦将因此遭受巨大损失。
- 180κατὰ τὴν τραγῳδίαν
介词短语 κατὰ τὴν τραγῳδίαν 表明此处直接化用或引述了悲剧诗句,具体对应欧里庇得斯《赫卡柏》第306–308行(“当英勇热诚之士所获得的并不多于卑劣之徒时,多数城邦陷于病态”)。紧随其后的 ὅταν 引导的从句即为对该悲剧诗句要旨的概括。
- 184μὴ παρόντος ἐκείνου
此为属格独立结构。中性单数代词 ἐκείνου 指代前文提及的 τὸ εὖ ποιεῖν(施恩/行善),而前面的 τούτου 则指代 τὸ εὖ πάσχειν(受恩)。该结构点明了二者的逻辑依存关系:“既然在缺乏前者(行善)的情况下便不可能获得后者(受恩)”。
- 186τῷ καὶ τὰ δεδομένα σφίσιν ἐπιχειρεῖν ἀφελέσθαι
带冠词不定式的与格结构(表愤慨的对象或原因),较前面条件从句中的 τὸ μὴ τοὺς εὖ πεποιηκότας ἀντευποιεῖν(不回报施恩之人)更进一层。它突出了事态的变本加厉:“对于竟然企图夺走已赐予他们的东西”,作为主句潜在希求法动词(πᾶς τις ἂν... νεμεσήσαι,“任谁都会义愤填膺”)支配的对象与原因。
