← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§156-162

哈尔摩狄奥斯后裔的例外与血统论的矛盾

辩者抨击了莱普提涅斯保留哈尔摩狄奥斯后裔特权却剥夺其余所有人特权的自相矛盾,指出血统无法保证美德,从而谴责其立法主张的自相冲突与虚伪摇摆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§156

μεταδίδως, ἀλλὰ τοῖς μὲν, τοῖς δʼ οὔ; εἰ δʼ ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δʼ ἔοικας οἷς1 τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δʼ ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δʼ ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως,2 ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν. ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. διʼ ὧν γὰρ μόνοις τοῖς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δʼ οὕτω πολλοῦ τινος ἀξίας νομίζειν ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθʼ ἕνα δή που τῶν τρόπων τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπʼ ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶν ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδʼ ἐγγύς. οὔτε γὰρ ὀλυμπιονίκας μεταδεδωκότας ποτʼ ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε ἢ τοῦ προσρήματος σφῶν, οὔθʼ οἷόν τʼ αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν διʼ ἅπερ ἔφην μεμνῆσθαι, ἦ πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει. καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν ἀπαγορεύων, τοῖς δὲ συγχωρῶν, καὶ οὐ μόνον οὐδέτερον τούτων διὰ θάτερον βεβαιῶν, ἀλλὰ καὶ τῇ κοινῇ περὶ τούτων ἐναντιούμενος ψήφῳ; ἐγὼ μὲν ἐκείνως ἂν οἶμαι, καὶ πάντες ξυμφαῖεν ἄν. σὺ δʼ οἷς περὶ τὰς ξυμβουλὰς οὕτω χωλεύεις ἀνδρὸς ἔργον ἐργάζει οὐχ οἷς λέγει θαρροῦντος, ἀλλʼ ἀπιστοῦντος ὡς εἰπεῖν ἑαυτῷ. δεῖ δὲ καὶ νομοθέτην καὶ ξύμβουλον καὶ πάντα τοιοῦτον καθαρῶς ἀποφαίνεσθαι, καὶ μὴ διπλᾶ κρούειν, ὡς λόγος.3 καίτοι ὅταν ὁ τοῖς ἄλλοις πιστεύεσθαι ἀξιῶν μὴ τὴν αὐτὴν αὐτὸς

分享,反而给予某些人,却不给另一些人?倘若在你看来它们毫无裨益,且你已判定其有罪并认为其毫无健全之处,为何不干脆剥夺所有人的这些赏赐?然而如今,你剥夺其他所有人的获赐之物,唯独容许哈尔摩狄奥斯与阿里斯托革顿的后裔保留特权,你似乎是在抬高一方的名誉,却在贬损所有其他人,而这两件事你做得都毫无道理。毋宁说,你在不知不觉中既不相称地尊崇了前者——因为你并未同样对待所有人,又不正义地贬损了所有人——因为你只认为那些人配受尊崇。因为理应将平等之物分享给双方。然而通过加以区分,你却反而在无意中将他们联结在了一起,仿佛所有人皆应当平等地享有这些赏赐一般。 而这些赏赐也极具价值,从以下几点即可昭然若揭。因为正是通过将它们仅提供给哈尔摩狄奥斯与阿里斯托革顿的后裔,你极其有力地促成了这两项决议:一方面认为前者因其门第而有权享有这些,另一方面又认为这些赏赐极其珍贵,以至于在全人类中唯独将它们作为某种殊荣赐予这些人。因此,在此处声称它们作为最佳之物而占有一席之地,而在所有其他人身上却将其视作一文不值而予以废弃,这乃是骇人听闻且全然自相矛盾的。除此以外,无论出于何种方式,提及哈尔摩狄奥斯与阿里斯托革顿的后裔本都是不应当的。因为无论你声称应当远离赏赐是因其卑劣,这些人都会使你的论点自相矛盾;还是你声称它们价值最高,那么所有人都将平等分享它们,而非仅仅哈尔摩狄奥斯与阿里斯托革顿的后裔。再者,我们固然认为哈尔摩狄奥斯与阿里斯托革顿对我们而言是如此不可思议的人物,远超常人,以至于愿意用等同于神明的雕像来尊崇他们,并且在展现敬意上除了祭祀牺牲之外毫无遗漏。然而,我们绝不会容许他们的后裔配享同样的待遇,甚至连接近这一步都绝不可能。因为我们既不知道有哪位奥林匹克优胜者曾将橄榄枝花冠分予其子嗣,正如未曾将自己的头衔分予他们一样;他们亦不可能伴随血统而继承美德,反而这二者往往截然相反。既然如此,即便完全有必要提及他们,你又为何把他们当作公认的贤能之士来提及呢?因为倘若出于我所述的原因,连对真正贤能之人都不该提及,那么把本非贤能之人当作贤能之人来提及,必定只会沦为笑柄。 而且我暂且不提,在这些事情中,你极度敬重哈尔摩狄奥斯与阿里斯托革顿,甚至因其自身而将赏赐让予其后裔,却在不知不觉中剥夺了他们因刺杀僭主而获得的特权雕像——这本是对于他们那令人赞叹的胆识所给出的当之无愧的酬谢,且与他们极为相称。然而,在哪一种做法下,你会显得更为崇高且更值得信赖呢?是一劳永逸地捍卫赏赐并在此事上与全人类保持一致,还是在局部捍卫赏赐、在另一局部加以诋毁,对一部分人彻底禁止、对另一部分人予以准许,不仅未能借助其中一方确立另一方,反而违背了关于此事的普遍公决?依我之见必定是前者,而且所有人都会同意。但你却在建议中如此步履蹒跚,所作所为并非一个对自己的言论满怀信心之人,倒像是一个可以说对自己毫无把握之人。然而无论是立法者、谋士还是任何身处此位者,皆应当光明磊落、明确表态,切不可如俗语所言“打出两重调子”。然而,当一个要求他人信服自己的人,自己却并未……

语法注3 条
  1. 156νῦν δʼ ἔοικας οἷς

    关系代词 οἷς 是 τούτοις ἅ 的同化/缩略形式(相当于“就你所……的这些事而言”或表手段依据的与格),主句由 ἔοικας 支配不定式 ἀξιοῦν 与 ἀτιμάζειν,整句意为“通过……,你显得好像在……”。

  2. 156λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως

    动词 λανθάνω 配接补足分词(τιμῶν, ἀτιμάζων)的经典惯用句式,表示“不知不觉中做某事”或“未意识到自己在……”。此处指莱普提涅斯在毫无自知的情况下陷入了双重不公。

  3. 162μὴ διπλᾶ κρούειν, ὡς λόγος

    成语性惯用表达 διπλᾶ κρούειν,字面意义为(弹奏或吹奏乐器时)“击出双重音调/杂音”,引申为“前后矛盾、言不由衷、耍两面派”。插叙语 ὡς λόγος(“如俗语所言”)表明这是一句民间熟语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:156-162