← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§148-154

城邦信誉的毁弃与莱普提涅斯的自相矛盾

演说者指出剥夺恩人的特权将毁灭城邦自身的信誉与天性,使其沦落至野蛮人不如的境地,并揭露莱普提涅斯仅对特定后裔予以豁免的自相矛盾之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§148

τὸ μῖσος, καὶ τοὺς εὐεργέτας οὐ μᾶλλον ἀφαιρησόμεθα τὰ δοθέντα ἢ ἡμᾶς αὐτοὺς τὸ πιστεύεσθαι. εἰ δὲ τὸ τῆς ἁπάντων εὐνοίας ἐκπεσεῖν καὶ πονηρὰν ἀντὶ χρηστῆς δόξαν λαβεῖν πολλῷ χαλεπώτερον τοῦ δωρεῶν ὡντινωνοῦν ἐστερῆσθαι, πρῶτον μὲν οὐκ ἂν φθάνοιμεν ἡμᾶς αὐτοὺς μᾶλλον ἢ τοὺς εὐεργέτας διʼ ὧν ἀφαιρούμεθα ζημιοῦντες·1 ἔπειτα καὶ δεινῶς ἄτοπον καὶ καινὸν οἴκοθεν ἡμῖν αὐτοῖς τὸν πόλεμον ἐπεισάγειν καὶ τοὺς αὐτοὺς οὐκ ἐκ μέρους, ἀλλʼ ὁμοῦ καὶ ἀδικοῦντας δή που καὶ ἀδικουμένους ὑπάρχειν, καὶ δημίους καὶ πάσχοντας. ὃ παρʼ ἄλλου μὲν ἂν γεγονὸς εἶχεν ἄν τινα παραμυθίαν ἡμῖν καὶ προσέτι τοῖς παραδείγμασι φέρειν ἐδόκει,2 τὸ δʼ ἡμῖν αὐτοῖς ἐπηρεάζοντας ἡμᾶς εἶναι καὶ κακῶς ποιεῖν καὶ ὃ τούτου δεινότερον, ἐξὸν μὴ πάσχειν, εἶτα πάσχειν αἱρεῖσθαι, πᾶσαν κακοδαιμονίαν ἐκβαίνει. ὅπου γὰρ καὶ πρὸς τοὺς ὑβριστάς τε καὶ συκοφάντας μεγαλοψυχίᾳ κεχρῆσθαι καὶ ὅπως ἡμῖν ἔπειτʼ αὐτοὺς παρασκευάσομεν εὔνους πάντα ποιεῖν οἰόμεθα χρῆναι, ἦ που μανία περιφανὴς, ὅταν *** τοὺς εὐεργέτας καὶ τὰ ἡμέτερʼ αὐτῶν περὶ πάνυ τοι πολλοῦ ποιουμένους καὶ οὐδὲ παυσομένους ταυτησὶ τῆς μανίας, ἐὰν βουλώμεθʼ ἡμεῖς, ἀντὶ τοῦ πάντων ὧν σφίσι προσῆκεν ἐπιεικῶς ἀξιοῦν καὶ πάνυ τοι προσφιλοτιμεῖσθαι, ἡμεῖς δὲ καὶ πολεμίους αὐτοὺς ἐν οἷς ἂν ἀφελώμεθα δείξομεν;3 εἰ τοίνυν ἡμῖν μὲν χρηστῆς οὕτω μέτεστι γνώμης καὶ πρὸς τοσοῦτον ἥκομεν τοῦ πρὸς πάντας ἁπλῶς εὖ διακεῖσθαι, ὡς καὶ τοὺς ἐχθροὺς εὔνους ἐθέλειν ποιεῖν καὶ μεταβάλλειν ἐφʼ ἃ δεῖ, ὁ δʼ ἡμᾶς διʼ ὧν συμβουλεύει πᾶσι καθάπαξ συγκρούει, καὶ πρὸς ἃ μὴ πεφύκαμεν ἐκβιάζεται, οὐ μόνον ἐστὶ τῆς πολιτείας ἐχθρὸς, ὡς μηδʼ ὁπωστιοῦν αὐτῷ χρῆναι προσέχειν, ἀλλὰ καὶ ἧς ἴσχομεν φύσεως πάντʼ ἄνω καὶ κάτω στροβίλου δίκην ποιῶν, καὶ τοὺς ἐπιεικεστάτους τὰς φύσεις καὶ νόμοις καὶ ἔθεσιν ἐντραφέντας χρηστοῖς τῶν ἀνομωτάτων καὶ ὠμοτάτων ἔλαττον ἔχειν, ὦ θεοὶ, παρασκευάζων βαρβάρων, εἴπερ ἐκεῖνοι μὲν εὐεργέτας τιμῶσιν, ἡμεῖς δʼ αὐτοὺς ἀτιμάζομεν. καὶ οἱ μὲν ὠμότητι γνώμης παρὰ τὴν κοινὴν ἀνθρώπων φύσιν καὶ κατʼ αὐτῶν τῶν οἰκειοτάτων ὁσημέραι χωροῦντες ἐνταῦθα μόνον ταυτηνὶ δή που τηροῦσιν, οὗ φύσει πᾶσιν ἀνθρώποις μέτεστι, λέγω δὴ τοῦ πρὸς τοὺς εὐεργέτας δικαίου· Ἀθηναῖοι δὲ, οἱ μὴ μόνον χρηστότητι φύσεως πάντων ὡς εἰπεῖν ἀνθρώπων διενεγκόντες, ἀλλὰ καὶ πέρα τῆς ἀνθρωπείας φύσεως οὐκ ὀλιγάκις ἀναφανέντες ταῖς ἀρεταῖς, κινδυνεύουσι νῦν ὑπὸ Λεπτίνου καὶ τοῦ κατὰ φύσιν ἐκστῆναι. πάλιν τοίνυν οἱ μὲν τριάκοντα τὰ τείχη τῆς πόλεως καθελόντες οὐ συγκαθεῖλον τὸ φρόνημʼ αὐτῆς, ἀλλʼ, ἑστηκότος πάνυ τοι τούτου, ἀνέστη πάλιν τὰ τείχη πολλῷ περιφανέστερα καὶ καλλίω. Λεπτίνης δὲ νῦν οὐ καθαιρεῖν τείχη πειρᾶται, ἀλλʼ ὃ μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι. σκοπεῖτε δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵνʼ εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλʼ ἐφʼ ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλʼ εἰ μὲν καλόν τι καὶ δίκαιον, ὦ οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς

憎恨,而且我们剥夺恩人们所获赐的事物,绝不亚于剥夺我们自身的信誉。倘若失去万民的善意并以恶名取代美誉,远比被剥夺任何赏赐更加痛苦,那么首先,通过我们所剥夺之物,我们不可避免地伤害了自己而非恩人;其次,从我们自身内部为自己引来纷争,使同一些人不是先后交替、而是同时成为行不义者与受不义者、行刑者与受难者,这亦是骇人听闻且前所未有的荒谬。此事若是出自他人之手,对我们尚可算作某种安慰,且依循先例尚显得可以承受;然而我们自己刁难自己、残害自己,更有甚者,本可以免受其害,反倒主动选择承受苦难,这简直超越了一切灾祸的极致。因为,我们既然认为即便对狂悖之徒与诬告者也应展现宽宏,并尽一切努力以便事后使他们对我们心怀善意,那么面对那些极度珍视我们的福祉、且只要我们愿意就绝不会放弃这份赤诚的恩人们,我们不仅未能公正地认可他们理应享有的一切并慷慨予以加赏,反而在剥夺其权利之事上将他们视作仇敌,这岂非昭然若揭的疯狂? 因此,如果我们享有如此崇高的见识,且达到了对待所有人皆心怀善意、甚至企图化敌为友并引导他们改过向善的境地,而他却通过自己的谏言使我们断然与所有人发生冲突,强迫我们违背天性而行,那么他不仅是城邦政制的公敌,以至于根本不应以任何方式理会他,而且他更如旋风一般将我们所拥有的天性彻底颠倒,诸神在上啊,他竟使得那些生性最为公正、在优良法律与风俗中熏陶成长的人,沦落到连最无法无天、最残忍的野蛮人都不如的地步——如果说那些野蛮人尚且尊崇恩人,而我们却在羞辱恩人。 那些野蛮人出于违背人类共通天性的残忍心性,日常甚至残害自己的至亲骨肉,却唯独在此事上严格恪守着全人类天生所共享的原则——我指的正是对待恩人的公义;而雅典人不仅在生性之仁善上可谓冠绝全人类,更屡屡以其美德展现出超越凡俗天性的风范,如今却因莱普提涅斯而面临甚至背弃自然之道的危险。再者,当年三十僭主拆毁了城邦的城墙,却未能一同摧毁城邦的志气;正因这种志气岿然屹立,城墙才得以再度重建,远比以往更为雄伟秀丽。然而如今莱普提涅斯企图摧毁的并非城墙,而是全然更为重大的根基——城邦的宽宏与信誉。当年色拉西布洛斯仅率领区区少数之人便推翻了僭主统治,如今难道任凭孤身一人便能压倒我们全体吗?绝不能如此,雅典的公民同胞们! 雅典的公民同胞们,且请考察这一点,以便你们清楚地洞悉:莱普提涅斯所言与其初衷完全南辕北辙,且丝毫不以与自己自相矛盾为耻。因为当他剥夺所有其他人的赏赐,唯独容许哈尔摩狄奥斯与阿里斯托革顿的后裔保留特权时,极为显然的是,他既非断定此事全然妥当,亦非断定其全然卑劣,而是在这同一件事情上抱持着相反的见解。然而这两种见解绝不可能同时成立,必居其一。不过,除了其破绽已然昭然若揭之外,权且算作容许如此吧。话说回来,吾友啊,倘若你认为赏赐特权乃是某种崇高、正义且对城邦有益之事,为何不干脆对所有人……

语法注3 条
  1. 148οὐκ ἂν φθάνοιμεν ... ζημιοῦντες

    οὐκ ἂν φθάνοι 搭配分词构成固定惯用句式,意为“不可避免地/必然会率先做某事”。此处与 μᾶλλον ἤ 相应,强调剥夺特权的举措必然首先伤害我们自身,其程度更甚于对恩人的伤害。

  2. 148τοῖς παραδείγμασι φέρειν ἐδόκει

    不定式 φέρειν 此处作不及物/被动用法,意为“可以承受/忍受”,与表示原因或方式的与格 τοῖς παραδείγμασι(“凭借先例”)连用,意为“依照既有的前例,这本是看似可以承受的”。

  3. 150ἡμεῖς δὲ καὶ πολεμίους αὐτοὺς ἐν οἷς ἂν ἀφελώμεθα δείξομεν

    此处 δέ 为“主句/归结从句中的 δέ”(apodotic δέ),用于在由 ὅταν 引导的冗长条件与时间性前提之后引出主句结论,鲜明地凸显出恩人的忠诚奉献与城邦将其视若仇敌的行为之间的尖锐对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:148-154