← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§140-146

毁弃承诺的背信与对施恩者的忘恩

演说者指出剥夺曾有奉献之人的豁免特权乃是忘恩负义与背信弃义之举,力陈即便没有誓言约束亦当坚守信义。他痛斥城邦一方面将欺骗民众者处以死刑,另一方面自己却毁弃承诺的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§140

ἂν ἔμελλον πείσεσθαι μηδὲν ὅλως προεισενεγκόντες; οὓς ἐχρῆν, εἰ μὴ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ἡμετέραν πρὸς ἅπαντας μεγαλοψυχίαν καὶ τὸ πεφυκὸς χαρίζεσθαι, μὴ ταῦτα μόνον εἰς τέλος, ἀλλὰ καὶ πλείω πρὸς τούτοις ἔχειν; τούτων δʼ ὁμοῦ συνιόντων, Ἡράκλεις, εἰς μηδὲν ἐξ αὐτῶν τούτοις ὄνησις ἔσται, ὧν θάτερον ἤρκεσεν ἄν; ἄνευ δὲ τούτων εἰ, ὅτε παρʼ ὑμῶν ἠξιοῦντο τῆς ἀτελείας, ἔφασαν δεδιέναι μὴ μετʼ ὀλίγον αὐτοὺς ταύτην ἀφέλησθε, οὐ μόνον μανίας ἂν εἵλετʼ αὐτοὺς,1 οὕτως ἔχοντας γνώμης, ἀλλὰ καὶ ὡς τῆς προαιρέσεως ὑμῶν καταψευδομένοις ἐπετιμᾶτε. εἶθʼ ἃ τουτοισὶ δεδιόσιν ἐνεκαλεῖτʼ ἂν, ταῦθʼ ὑμεῖς ἑκόντες ἕλοισθʼ ἂν πεπονθέναι; καίτοι οἱ μὲν τοιαυτὶ προϊσχόμενοι τότε οὐ παντελῶς ἀσύγγνωστʼ ἂν λέγειν ἐδόκουν, ἡμῖν δʼ οὕτω διατεθεῖσιν οὐδʼ ἡτισοῦν παρʼ οὐδενὸς παραίτησις ἔσται, ἀλλὰ καὶ ἀπιστήσουσιν ἅπαντες, εὖ οἶδα, ὁμοῦ μὲν τὴν ἡμετέραν μεγαλοψυχίαν, καὶ πρὸς τοὺς πονηροτάτους εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθʼ ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτʼ ἔχειν ψηφίζεσθαι. ἀλλʼ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ, ὅτʼ αὐτοὺς ἀντευποιεῖν ᾤεσθε δεῖν, οὗτοι τοῦ μὴ μεταβαλεῖν2 ὅρκους ἀπῄτουν, πάντως ἂν εἴξατε τῇ προκλήσει· ἀχθόμενοι μὲν σφίσι τοῦ μὴ πιστεύεσθαι, ἀπειπεῖν δὲ οὐκ ἔχοντες ὅλως τοῦ μὴ τὸ δέος βεβαιῶσαι καθάπαξ. οὐκοῦν ἄτοπον ἃ τότε τοῖς ὅρκοις ἐπιστώσασθε ἂν, ταῦτα νῦν ἄνευ ὅρκων μὴ ἐθελῆσαι φυλάξαι, καὶ ταῦτα τοῦθʼ ὡς ἀληθῶς κάλλιον ὂν3 καὶ πρὸς δόξαν μᾶλλον ὑμῖν, εἴπερ τότε μὲν ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης ἐδοκεῖτε φυλάττειν, νῦν δὲ καὶ χωρὶς τῆς ἐκεῖθεν ἀνάγκης τοῦτο ποιοῦντες γνώμης ἀρίστης καὶ μάλισθʼ ὑμῖν προσηκούσης φέροισθʼ ἂν δόξαν. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θαυμάζειν ἔπεισιν, εἰ διαβαλλόντων μέν τινων ἡμᾶς οὐκ ἂν ἠνεσχόμεθα δή που, ἀλλὰ καὶ προσελάχομεν ἂν τούτοις ὕβρεως δίκην, αὐτοὶ δὲ ἡμᾶς αὐτοὺς τὰ πάντων αἴσχιστα διαβαλεῖν ἐθελήσομεν. ὅταν γὰρ τοῖς μὲν ἐν οἷς ἐπηγγείλαντο τὸν δῆμον ἠπατηκόσιν, ἐὰν, ὡς ὁ νόμος κελεύει, κριθέντες ἁλῶσι, θανάτου τιμῶμεν, ἡμεῖς δὲ καὶ ἃ δεδώκαμεν ἀφελώμεθα, πῶς οὐχ ἡμῖν αὐτοῖς ἐπιβουλεύειν δόξομεν, ἐφʼ ἃ τοὺς ἄλλους ἀξιοῦμεν θανάτου, ταῦθʼ ἑκόντες ἡμᾶς εἰργασμένοι; ὃ μάλιστα πάντων ἡμᾶς φυλάξασθαι δεῖ, οὐ μόνον ὅτι τοῦ πράττειν ἃ δεῖ μάλιστα πάντων ἡμῖν δεῖ, ὅσῳ καὶ θεοφιλεῖς μάλιστα πάντων ἡμεῖς, ἀλλʼ ὅτι καὶ τοῦτο, μάλιστα πάντων δεῖν, συγγνώμης ἀπήλλακται. καὶ δικαίως. ὁ μὲν γὰρ ὁτιοῦν ἀδικῶν κατʼ αὐτὸ τοῦτο μόνον ἴσχει τὴν μέμψιν, ὁ δʼ ἃ παρʼ ἄλλοις ὡς κάλλιστα τιμωρεῖται, τούτοις ἑκὼν ἐνεχόμενος κατʼ αὐτὸς αὑτοῦ φέρει τὴν ψῆφον τοῦ παρὰ πάντων ἂν εἰκότως μισεῖσθαι, καὶ οἷς τοιαῦτα πράττειν αἱρεῖται καὶ οἷς ταῦτʼ ἐν ἄλλοις κακίζει, ἅπερ αὐτὸς πράττειν αἱρεῖται. πρὸς ὃν ἔγωγʼ ἂν φαίην ὅτι εἰ μὲν τῶν ἐπαινουμένων, ὦ τᾶν, ταῦτʼ ὄντα τυγχάνει, πῶς ἐν τοῖς ἄλλοις ἀξιοῖς τιμωρίας; εἰ δὲ τῆς φαυλοτάτης πέφυκε μοίρας, πῶς ἃ παρʼ ἄλλοις ὄντα κολάζεις, τούτοις αὐτὸς ὡς βελτίστοις δεῖν οἴει κεχρῆσθαι; καὶ μὴν εἰ τὸ πρὸς οὑστινασοῦν ἰδίᾳ γιγνόμενον βλάβος μέμψεως ἄξιον, ἦ που τὸ δημοσίᾳ καὶ κοινῇ τὴν βλάβην ἐπάγον οὐδὲ παραίτησιν ἴσχει. ὑμεῖς τοίνυν φαῦλον μὲν ὁντινοῦν τῶν πολιτῶν καὶ δόξαν οὐκ ἀγαθὴν κεκτημένον οὕτω μισεῖτε ὡς καὶ τῆς πόλεως τάχιστʼ αὐτὸν ἐξελαύνειν, ἐφʼ ᾧ μὴ καὶ τοὺς ἄλλους ὑπὸ τούτου βεβλάφθαι καὶ πρὸς πολλοὺς ἥκειν τὸ νόσημα. ἐὰν δὲ τὸν Λεπτίνου βεβαιώσωμεν νόμον, οὐ μόνον δόξομεν ἐναγεῖς τὰ τοιαῦτα, ἀλλὰ καὶ κοινὸν ἡμῖν αὐτοῖς ἐπεγεροῦμεν

他们若完全未曾预先作出奉献,又将遭受何种境遇?这些人本应当——即便不因这番奉献,也因我们对万民的宽宏以及乐善好施的天性——不仅将这些特权保持到底,更在此之上享有更多赏赐。然而在二者兼备之际,赫拉克勒斯作证啊,难道从这两者中他们得不到任何益处吗,明明其中任何一端本已足够?除此以外,假若在他们被你们认为配享豁免权之时,他们声称害怕不久之后你们会从他们手中夺回此权,你们不仅会断定怀有此念的他们陷于疯狂,而且还会斥责他们捏造谎言中伤你们的初衷。既然如此,当初他们若是畏惧,你们便会对其加以指责的事情,如今你们竟要心甘情愿地选择让自己承受吗? 尽管如此,当年提出此类托辞的那些人,其言论看起来尚非完全不可原谅;而对于采取这般行径的我们而言,则绝不可能从任何人那里获得任何开脱。相反,我很清楚,所有人都会对此难以置信:他们既深知我们连对最卑劣之人都展现出的宽宏,同时又认为这绝无可能——即我们这些原本被公认为向所有人提供正当建议的开导者,如今竟会任用莱普提涅斯作为反对我们自身的谋士,以至于投票通过这样的决议。 然而我且再次回到先前的论点。倘若在你们认为理当予以回报之时,他们曾要求你们立誓绝不反悔,你们无论如何都会顺从这一要求——固然会因未蒙信任而对他们心生恼恨,却完全无法拒绝,以免彻底证实了他们的担忧。那么,当初你们本愿以誓言予以保证之事,如今在没有誓言的情况下却不愿恪守,岂非荒谬绝伦?尤其是这样做委实更为崇高,且更能为你们增添光彩;因为当时你们看来是出于誓言的强迫而予以维系,而如今即便摆脱了外在强迫而行此善举,你们将赢得最为卓越、且与你们最为相称的卓识盛誉。雅典的公民同胞们,甚至令我惊异的是:若有外人诽谤我们,我们想必绝不会容忍,甚至必会对他们提起侮辱之诉;如今我们自己却要心甘情愿地将举世最可耻的污名加诸自身。因为,凡是在许诺之事上欺骗民众的人,若依照法律规定经审判而被定罪,我们便判处其死刑;然而我们自己却将亲手赐予之物强行剥夺,那么对于那些我们认为他人犯下便理当处死之事,我们自己却心甘情愿地施加于自身,这岂不显得是在自戕自陷吗?这是我们最应当严加防范之事,不仅因为既然我们在万民中最蒙神眷,践行应行之事就比任何人更为迫切,更是因为这一最无可推卸的职责一旦违背便绝无可恕。这诚然理所应当。因为,凡行任何不义者,仅就该罪行本身承受非难;而凡是对于自己在他人身上最为严厉惩罚之事,自己却甘愿深陷其中的人,则无论因其选择行此类事,还是因其在他人身上斥责自己所选择践行的同一行径,皆是对自身投下了理当受到万民憎恨的判决之票。对于这等人,我倒要问上一句:“吾友啊,倘若这些恰好属于备受赞赏之事,你为何在他人身上却认为应当惩罚?但若它们天生属于最卑劣之流,你为何将自己在他人身上严惩之事,自己反倒认为理当视作至善之策而躬行实践呢?” 再者,倘若私下对任何人造成的损害尚且应当受到非难,那么在公领域并对全共同体施加损害的行为,岂不更是连丝毫开脱的余地都没有了吗?因此,城邦公民中凡有卑鄙且声名狼藉之徒,你们皆深恶痛绝,以至于要将其尽快驱逐出境,以防其他人受到其毒害,且疫病蔓延至多数人。然而,如果我们批准了莱普提涅斯的法令,我们不仅在这些事上将被视作不可饶恕的受诅咒之人,而且更将为我们自身召来一场共同的……

语法注3 条
  1. 140μανίας ἂν εἵλετʼ αὐτοὺς

    εἵλετʼ 为第二人称复数直说语气主动过去时 εἵλετε 的省略形式(主语为 ὑμεῖς)。在法庭用语中,αἱρέω τινά τινος 表示“以某罪名判定某人有罪”,属格 μανίας 表示罪名或诉由。此处并非中动态第三人称单数 εἵλετο(“选择”),而是意为“你们定会判定怀有此念的他们陷于疯狂”。

  2. 142τοῦ μὴ μεταβαλεῖν

    带冠词不定式的属格形式,直接作 ὅρκους ἀπῄτουν(“要求立誓”)的修饰语,说明誓言的内容或目的:“要求立下绝不反悔的誓言”。

  3. 142καὶ ταῦτα τοῦθʼ ὡς ἀληθῶς κάλλιον ὂν

    接在 καὶ ταῦτα 之后的绝对宾格(accusative absolute)结构。分词 ὂν 的逻辑主语是 τοῦτο,构成表示伴随情况或让步的副词性表达:“尤其是这样做委实更为崇高……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:140-146