← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§132-138

剥夺恩人特权的不公与对信义的背弃

演说者指责莱普提涅斯将自己绝不愿承受的不公剥夺强加于城邦的恩人。他强调取消已赋予的豁免权背弃了雅典的传统信义与声誉,必然会招致正当的索偿并给城邦自身带来严重损害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§132

ἀφαιρεθέντα δυσχερανεῖν.1 εἰ δʼ ἐπὶ τὸ λαβεῖν εἶχες ἀσμένως, ὥσπερ οὖν εἶχες καὶ οὐδεὶς ἀντερεῖ, καὶ πρὸς τὴν ἀφαίρεσιν, εὖ οἶδα, δυσχερανεῖς, καὶ μάλιστʼ εἰ καὶ πρότερος αὐτὸς εὖ ποιήσας τοῦτον ἐτύγχανες. εἶθʼ ὧν οὐκ ἄν ποτʼ αὐτὸς ἕλοιο πεπειρᾶσθαι, ταῦθʼ ὑφʼ ἡμῶν ἑτέρους παθεῖν ἀξιοῖς, καὶ μόνος τῶν πάντων νομοθετεῖν οἴει δεῖν ἃ καὶ εἰ πόρρωθεν ἐτύγχανε νομισθέντα, ὡς μηδὲν ὅλως πρὸς ἡμᾶς ὄντα διαγράφειν ἔδει καθάπαξ, καὶ μᾶλλον νόμον τιθέναι τῷ καὶ εἰσαῦθις ἐπιχειρήσοντι τούτοις θανάτου τιμᾶν; καὶ εἰ μὲν ὑφʼ ὁτουοῦν αὐτὸς ὑβρισμένος ἐτύγχανες, οὐκ ἄν ποτʼ ἴσως ἠνέσχου, ἀλλʼ ἤμυνας ἂν ἐκ τῶν ἐνόντων σαυτῷ· σὺ δὲ τούς τε νῦν ὄντας ἡμῶν τούς τε ἐσομένους εἰς ὄνειδος διʼ ὧν νομοθετεῖς καθιστὰς, ἔπειτʼ οὐκ ἄγεις ἐν ψήφοις; ἐὰν γὰρ ἅ τις ἐπαγγειλάμενος τύχοι, ταῦτα μὴ δοὺς ὡς εἰς ἀπατεῶνας τελῶν πολλοὺς ἴσχει τοὺς κατηγόρους, ὁ καὶ ἃ δέδωκεν ἀφελόμενος τίνʼ οὐκ ἂν παρὰ πάντων δέξαιτο μέμψιν; ἐχρῆν τοίνυν ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχρῆν, ἐπεὶ καὶ φύσει καὶ χρόνῳ συγκεκληρωμένον ὥσπερ ἄνωθεν ἔχομεν πάντες εὖ ποιεῖν μᾶλλον ἢ εὖ πάσχειν αἱρεῖσθαι, καὶ πρὸς τοὺς νῦν ἀτελείᾳ χρωμένους κατὰ ταὐτὰ διακεῖσθαι καὶ πρὶν ὑπʼ αὐτῶν ἡμᾶς εὖ πεπονθέναι, ταύτης αὐτοὺς ἀξιῶσαι. ὅτε δʼ ὑπʼ αὐτῶν πρόσθεν ἡμεῖς εὖ πεπονθότες ἔπειτα ταύτης αὐτοὺς ἠξιώκαμεν, ἐθελήσομεν πάλιν αὖ ταύτην αὐτοὺς ἀφελέσθαι, ὥσπερ ἐπὶ ῥητοῖς δεδωκότες, ἢ ἡμῶν αὐτῶν ὅτι παρέσχομεν καταγνόντες; καὶ τίνα περὶ ἡμῶν αὐτῶν τοῖς Ἕλλησι δώσομεν δόξαν, οἱ μεγαλοψυχίας ἑκασταχοῦ γῆς ἴσχοντες ὄνομα, καὶ οὕτω φανερώτατα πάντων ἀνθρώπων διʼ ἀρετὴν ὑπὸ θεῶν σπουδασθέντες ὡς καὶ λιμοῦ ποτε κατειληφότος τὴν οἰκουμένην πᾶσαν σχεδὸν καὶ Ἕλλησι καὶ βαρβάροις τὸν Πύθιον ἀνελεῖν οὐκ ἂν τὸν λιμὸν ἄλλως πεπαῦσθαι εἰ μὴ Ἀθηναίων ὑπὲρ πάντων εἰς οὐρανὸν χεῖρας ᾐρκότων;2 πρὸς γὰρ τῷ τῆς ἐσχάτης ἀγνωμοσύνης εἶναι τὴν τῶν διδομένων ἀφαίρεσιν, καὶ ἣν ἀτέλειαν νῦν ἴσχουσιν οὗτοι, οἴκοθεν καὶ παρʼ ἑαυτῶν ἴσχουσι ταύτην, οὐ χάριν ἡμετέραν λαβόντες, ἀλλʼ ὧν εἰς ἡμᾶς ἔδρασαν ἀγαθῶν ὥσπερ τινὰ ταύτην ἀντειληφότες μισθόν. οὐκοῦν ἐὰν ἀφέλωμεν ταύτην αὐτοὺς, πρῶτον μὲν οὐχ ἃ χαριζόμενοι σφίσι παρέσχομεν, ταῦτα τούτους ἀφαιρησόμεθα δή που, ἀλλʼ ὧν κατὰ τὸν τοῦ δικαίου λόγον εἰσὶ κύριοι, τούτων στερήσονται· ἔπειτα καὶ οἷς ἡμᾶς εὖ πεποιήκασιν οὗτοι, ταῦτʼ εἰκότως ἀνταπαιτήσουσι, καὶ πολλῷ δικαιότερον ἢ ἡμεῖς, εἴπερ ἡμεῖς μὲν μηδὲν ἐγκαλεῖν ἔχοντες τούτοις μηδὲ μεμφόμενοι, ἀλλʼ ἑκόντες ὄντες ἐνταῦθʼ ἥξομεν, οἱ δὲ καὶ ἄκοντες καὶ τὸ παράλογον τοῦτο ἐπικαλοῦντες ἡμῖν. ὥστε λάθοιμεν ἂν διʼ ἡμῶν αὐτῶν ἐπὶ τουτουσὶ τὸ ξίφος ὠθοῦντες, μᾶλλον δʼ αὐτοῖς ἐπηρεάζειν ἐθέλοντες τοσοῦτον ἡμᾶς καταβλάψομεν, ὅσον οἱ μὲν ἅ γʼ ἔσχον ἐν δίκῃ, τούτων οὐκ ἐν δίκῃ στερήσονται, ἡμεῖς δὲ οὐχ ὅσον ἀπατεῶνες δόξομεν εἶναι, ἀλλὰ καὶ ὧν πρόσθεν παρʼ αὐτῶν ἀπελαύσαμεν, τούτων διὰ τὴν εἰς αὐτοὺς ἀγνωμοσύνην ὑφέξομεν δίκην δικαίως, τὴν εἴσπραξιν.3 ὅσῳ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς καλλίστοις ἐπιχειρεῖν ἐν τῷ βελτίονι κεῖται ἢ τὸ μηδὲν χρηστὸν πράττειν αἱρεῖσθαι, τοσούτῳ δεῖ μᾶλλον ἡμᾶς τὴν πρὸς αὐτοὺς πίστιν διὰ τέλους φυλάττειν ἢ κεκινηκέναι ταύτην βεβουλῆσθαι, ἀλλὰ μὴν εἴ γε οὕτω προεισενεγκόντες ἡμῖν οὕτως ἀτιμασθήσονται, καὶ οὐδὲν αὐτοῖς τὸ παράπαν ἀρκέσει τὸ γοῦν χαρίτων ὑπῆρχθαι, τί ποτʼ

在被剥夺时感到不快。然而,倘若你当初欣然接受——你确实如此,对此无人能够否认——那么我很清楚,在被剥夺之时你同样会感到愤慨,尤其是如果你自己恰好还是率先对那人施以恩惠的一方。既然如此,那些你自己绝不愿亲身经历的事,难道你竟认为别人理应承受来自我们的这般对待吗?难道你认为在全人类之中唯独你应当制定这样的法律——即使这些法条碰巧自古便已确立,也本应视作与我们毫无干系而予以彻底废除,甚至更应立法定为:凡今后企图行此类事者皆处以死刑?假若你自己碰巧受到任何人的侮辱,你恐怕绝不会忍气吞声,而必会倾尽所能进行还击;然而你如今借自己制定的法令,将我们现存与未来的同胞皆陷于耻辱之中,难道对此你在算计中竟毫不顾忌吗?因为,若有人碰巧未曾兑现其许诺之事,便会被视作欺诈之徒而招致众人控诉,那么一个将业已赐予之物又强行夺回的人,又岂能不招致举世万民的谴责呢? 雅典的公民同胞们,我们本该如此,本该如此——既然无论依循天性还是历经岁月,我们从古至今便宛如命中注定一般,皆宁愿选择施恩而非受惠,那么对于如今享有豁免权的人们,我们也本应秉持同样的态度,甚至在从他们那里受惠之前,便视他们理当享有此项特权。然而,当我们先前既已从他们那里受惠、随后又认定他们配享此礼遇之后,我们难道还要反悔将此物从他们手中夺回,就仿佛我们当初是在特定附加条件下赐予的,抑或是因自己曾经施予而自加谴责一般吗?我们将在希腊人面前为自己树立何种名声呢——我们这等在普天之下皆享有宽宏之美名、因德行而昭然凌驾于万民之上深受诸神眷顾之人,以至于当年大饥荒席卷几乎整个天下之时,皮提亚的神谕向希腊人与异邦人宣告,若非雅典人为了全人类向青天高举双臂祈祷,饥荒便绝不可能止息?因为,剥夺赐予之物不仅是极端的忘恩负义,而且这些人如今所享有的豁免权,乃是出自他们自身,源于他们自己,并非领受我们的恩赐,而是作为对我们所行善举的一种酬劳而换得的。因此,倘若我们将此项特权从他们身上夺走,首先,我们所剥夺的绝非出于私恩而赐给他们的东西,而是使他们丧失了依照正义法则理当由其支配的权益;其次,他们也将理所当然地要求收回他们曾对我们施行的善惠,并且比我们拥有充分得多的正当性,毕竟我们在对他们无可指责、无从怨尤的情况下,将会是自愿走到这一步,而他们却将是在既违背自身意愿、又指责我们这种荒谬绝伦的不公的情形下〔走到这一步〕。这样一来,我们无异于在不知不觉中穿过我们自身将利刃刺向他们;或者说,本想恶意欺凌他们,结果却给自己带来了极其惨重的伤害:他们固然是被非正义地剥夺了依正义所享有的权益,而我们不仅将被视作骗子,更将因对他们的忘恩负义,而理所应当地承受应得的惩罚——即被迫偿还先前从他们那里享用的一切。 因此,雅典的公民同胞们,投身于最崇高的事业比选择碌碌无为高尚多少,我们自始至终坚守对他们的信义就比蓄意破坏这种信义应当得多;然而,倘若他们如此率先向我们奉献,却要遭到这般羞辱,并且至少曾率先施恩这一点对他们竟毫无任何庇护之效,那么究竟……

语法注3 条
  1. 132ἀφαιρεθέντα δυσχερανεῖν

    承接前一段落末尾非人称命令句 δεδόσθω(姑且承认/假定)的“带对格的不定式”结构。不定式 δυσχερανεῖν 的逻辑主语省略了对格的 σέ(指莱普提涅斯),分词 ἀφαιρεθέντα(被剥夺时)在性、数、格上与之完全一致。

  2. 134οὐκ ἂν τὸν λιμὸν ἄλλως πεπαῦσθαι εἰ μὴ Ἀθηναίων ὑπὲρ πάντων εἰς οὐρανὸν χεῖρας ᾐρκότων

    在 ἀνελεῖν 引出的间接引语中表示潜在可能性的条件句。归结部的完成时不定式 οὐκ ἂν ... πεπαῦσθαι 相当于直接引语中的完成时希求式加 ἄν(即 οὐκ ἂν πεπαυμένος εἴη,完成时表示彻底止息的状态)。条件从句(前件)则由连接词 εἰ μή 引导独立属格结构 Ἀθηναίων ... ᾐρκότων,用以充当假设条件从句。

  3. 138τὴν εἴσπραξιν

    与前面的 δίκην 构成同格的对格,明确说明了雅典人因忘恩负义而理当承受的“惩罚(δίκη)”的具体内容,即被对方“追讨/索还(εἴσπραξις)”从前所领受的恩惠。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:132-138