← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§124-130

提案与既有法律之冲突及其不当性

演说者论证莱普提涅斯的提案毫无健全可言,与既有法律及自然之理背道而驰,实质上等同于剥夺恩人财产的僭主行径,因而主张必须予以彻底废除。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§124

παντάπασι στέρεσθαι. οὕτως ὁ σὸς νόμος, Λεπτίνη, καθάπαξ ἀσύμφορος ὢν καὶ τὸ ξύμπαν εἰπεῖν οὐδὲν ὑγιὲς, ἐν τούτῳ μόνῳ πρὸς ὄνησιν ἔσται τῇ πόλει, ἐὰν μηκέτʼ ᾖ τοῦ λοιποῦ· αὐτός τε γὰρ ταυτηνὶ δώσει τὴν δίκην, μηδὲν χρηστὸν ἔχων ὅλως, καὶ παρασκευάσει τοὺς ἄλλους ἐντεῦθεν μή ποτʼ ἂν ἐθελῆσαι τηλικαῦτα ληρεῖν. χωρὶς δὲ τούτων σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, αὐτοῦ τε τούτου καὶ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων νόμων τὸ διάφορον, ἵνʼ εἰδῆτε σαφῶς ὅτι τοσοῦτον οὗτος δεῖ τουτοισὶ παραβάλλεσθαι καὶ φέρειν εἰς ἴσα, ὡς μηδὲ δίκαιος ὢν ὅλως νόμος κεκλῆσθαι.1 εἰ γὰρ οἱ μὲν τοσοῦτον τῶν εὐεργετῶν λόγον ποιοῦνται ὡς μὴ μόνον τῶν ἴσων αὐτοὺς ἀξιοῦν, ἀλλʼ ὡς ὑπάρξαντας ἀγαθοῦ καὶ πλέον ἢ προσῆκε τιμᾶν, ὁ δὲ πᾶν τοὐναντίον καὶ ὧν εἰλήφεσαν ἐκπεσεῖν συμβουλεύει, ἀνάγκη πᾶσα τῷ μὲν ὡς δυσχερῆ καὶ ἀσύμφορα καὶ πρὸς τοσοῦτον ἀτοπίας ἰόντα ὡς μηδʼ εἰς ἀκοὴν πώποτʼ ἀφῖχθαι νομοθετοῦντι μηδὲ προσέχειν ὅλως τὸν νοῦν, ἀλλʼ αὐτοῖς οἷς φάσκει χαίρειν τοῦτον ἐᾶν·2 τοὺς δʼ οἷς πάντας τοὺς ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπους καὶ προσέτι τὴν φύσιν αὐτὴν συμψήφους ὧν λέγουσιν ἴσχουσι, μὴ μόνον στέργειν τε καὶ θαυμάζειν, ἀλλὰ καὶ συνήδεσθαι σφίσιν, οὕτως ἄριστα πάντων ἔχουσι. πρὸς δὲ κἀκείνως νόμον ἐξούλης λάχοι τις ἂν εἰκότως αὐτῷ.3 οἱ μὲν γὰρ εἰ καὶ διάφορα καὶ περὶ ὧν ἂν εἴποι τις φθέγγονται, ἀλλʼ ἐπεὶ πρὸς ἓν μόνον πάντες ὁρῶσι τὸ τῶν πόλεων κέρδος, διὰ τοῦτο καὶ τῆς αὐτῆς προσηγορίας μέτεστι πᾶσι, καὶ τοῦτο κοινὸν κατὰ πάντων κεκράτηκεν ὄνομα νόμοι. ὁ δὲ μηδενὶ τούτων τὰ τοιαῦτα ξυμβαίνων πῶς ἂν ἔχοι λόγον κἀν τῷ καταλόγῳ τούτων τετάχθαι; μᾶλλον δὲ τοῦτʼ ἂν εἴη γε σῶζον λόγον, εἰ ὃν τρόπον τοὺς μὲν ὡς ὑπὲρ ἡμῶν ὄντας τιμῶμεν καὶ σωτῆρας καὶ καθηγεμόνας τοῦ βίου μετὰ τοὺς θεοὺς ἄγομεν, τὸν αὐτὸν τρόπον καὶ τοῦτον ὡς καθʼ ἡμῶν ὄντα παντάπασι παύσομεν. εἰ γὰρ ἐπανόρθωμα κακῶν ἅπαντες εὖ ἔχοντες νόμοι, ὁ μηδέν τι τοιοῦτον ἰώμενος τὸ παράπαν, ἀλλὰ καὶ στασιάζειν πρὸς τοὺς εὐεργέτας παρασκευάζων τὴν πόλιν, ταυτὸν δὲ εἰπεῖν καὶ αὐτὴν πρὸς αὑτὴν, πῶς οὐκ ἐν Ἐρινύος ἡμῖν ἔσται μοίρᾳ, παραμένων τῷ βίῳ; ἔπειτα καὶ πάνδεινόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τυράννου καὶ νόμων παντάπασιν ἐναντίων ὄντων, καὶ τῶν μὲν τὰ δίκαια πρὸς τοὺς εὐεργέτας ἐκ παντὸς τρόπου ποιεῖν προτρεπόντων, τοῦ δὲ καὶ ἃς εἰλήφεσαν δωρεὰς μετὰ καὶ τῶν ὄντων αὐτῶν προσαποστεροῦντος· ὃ νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει· ἔπειθʼ ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν,4 ἐφʼ ὃν τύμπανα καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτʼ ἔδει καλεῖν, ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστʼ ἐχρῆν; ἡδέως δʼ ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτʼ ἀφαιρεθῇς, πότερον δυσχερανεῖς ἢ μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ οἶδʼ ὅτου χάριν εἰλήφεις· οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν

甚至优于彻底失去他们。因此,莱普提涅斯啊,你的这项法律全然无益,简而言之毫无健全可言,唯有在今后不再存在这一前提下,它才会对城邦有所助益。因为这部法律本身由于全无任何益处,将承受这般惩处;同时它也将由此儆戒其他人,使他们永不再妄图发出如此荒唐的谰言。 除此之外,雅典的公民同胞们,请你们审视这项提案本身与自古以来的现有法律之间的差别,以便你们清楚地知晓:此法决不能与那些法律相提并论、同等视之,以至于它根本没有资格被称为一部法律。因为,如果现有诸法对恩人们给予如此高度的重视,不仅认为他们理应享有对等待遇,更因他们首行善举而给予超越其应得限度的尊荣,而此人却恰恰相反,竟建议剥夺他们业已获得的一切,那么我们理当完全不理睬这个制定苛酷、有害且荒谬到前所未闻之法的人,只任由他自说自话;而对于那些获得亘古以来全人类、乃至自然本身对其主张一致赞同的诸法,我们不仅应当珍视与赞美,更应与它们同乐,因它们在一切事物中最尽善尽美。此外,人们从另一个角度也有理由对这项法律提起非法占有的诉讼。因为现有诸法即便互有差异,且言及人们所能提到的各类不同事物,但由于它们全部着眼于唯一的宗旨——城邦的福祉,正因如此它们全都享有同样的称谓,而“法律”这一共同名称才在一切法条上确立下来。然而,这项提案在这些方面与既有诸法无一相符,又有何道理被列入它们的册籍之中呢?相反,唯有这样才算合乎理智:正如我们因既有诸法造福于我们而尊崇它们,并在诸神之后将它们视作生命的救主与引路人一样,我们也应以同样的方式将这部危害我们的法案彻底废除。因为倘若一切良法皆是对邪恶的纠正,那么一部完全未能医治任何此类弊病、反而促使城邦与恩人争吵——亦即促使城邦陷入内讧——的法案,若是继续留存在我们的生活中,难道不就等同于降临在我们头上的复仇女神吗?再者,雅典的公民同胞们,僭主与法律本是水火不容的:法律勉励人们千方百计地以正义对待恩人,而僭主却将人们所得的恩赐连同其所有财产一并剥夺——这正是莱普提涅斯如今恬不知耻所提议的——在此情势下,我们难道还要称此人为立法者吗?借用喜剧中的话来说,正该因他诬蔑城邦的气节、使城邦与最不该交战之人陷入纷争,而向他招引棍棒与颈枷! 莱普提涅斯啊,我倒是很想向你请教:倘若你从某人那里得到了一份恩惠,事后却被剥夺,你会感到不快还是不会?或者说,若你在接受之时根本未曾放在心上,首先我不知道你当初为何要接受它;因为若不将其视作至为宝贵之物,人是不可能接受它的。不过,若你愿意,我们姑且承认你当时既未对此予以任何重视,如今亦是如此……

语法注4 条
  1. 124τοσοῦτον οὗτος δεῖ τουτοισὶ παραβάλλεσθαι καὶ φέρειν εἰς ἴσα, ὡς μηδὲ δίκαιος ὢν ὅλως νόμος κεκλῆσθαι

    此处是以主格 οὗτος 为主语的人称动词 δέω(第三人称单数 δεῖ) 与表程度的宾格 τοσοῦτον 连用、并后接引出结果从句的 ὡς(相当于 ὥστε)构成的习惯用法,相当于拉丁语中的 tantum abest ut(“远非……以至于……”)。此外,分词短语 δίκαιος ὢν... κεκλῆσθαι 采用了人称构式,表示“配被称为法律”。

  2. 124αὐτοῖς οἷς φάσκει χαίρειν τοῦτον ἐᾶν

    短语 χαίρειν ἐάω 是一个固定习语,意为“任其自然、置之不理、与之道别”。关系代词 οἷς 受先行词 αὐτοῖς 的影响发生同化(原本作为 φάσκει 的宾语应为宾格 ἅ),整体表示“任由他执持自己所声称的主张不管”。

  3. 126νόμον ἐξούλης λάχοι τις ἂν εἰκότως αὐτῷ

    这是将雅典法律中用于控告非法侵占或驱逐合法占有人的“非法占有之诉 (δίκη ἐξούλης)”进行修辞性化用,将 δίκη 替换为 νόμος。与格 αὐτῷ 作 λάχοι 的对象,指涉被诉讼的对象(即该法案或莱普提涅斯本人)。

  4. 128ἔπειτα καὶ πάνδεινόν ἐστιν ... εἰ ... ἔπειθʼ ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν

    这是一个由 ἔπειτα καὶ πάνδεινόν ἐστιν ... εἰ ...(“如果……那真是骇人听闻”)引导的表达义愤的情感条件句。在从属结构中插入了长篇的独立属格结构(τυράννου καὶ νόμων...)及插入性关系从句(ὃ νῦν...),随后主节的核心诘问以照应小词 ἔπειθʼ ἡμεῖς... 重新接续。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:124-130