← 阿里斯·台德斯

反驳莱普提奈斯论免役

§116-122

雅典宽宏大度的先例与废除提案的诉求

演说者回顾了雅典在波斯战争中以及战后替三十人政权还债时所展现的宽宏大度,指出宽待恶人却剥夺恩人特权自相矛盾,敦促废除该提案以广结良友。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§116

που; τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας διʼ ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δʼ ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδʼ ἀκοῦσαι ὅλως οὐδʼ ὁπωστιοῦν ἀνασχόμενοι,1 τὸν μὲν αἰσχρῶς ἀναχωρῆσαι τῆς Ἑλλάδος παρεσκευάκαμεν, τοὺς δὲ μετὰ τῆς Ἑλλάδος ἐξειλόμεθα τῶν κινδύνων. πάλιν τοίνυν κοινῇ πάντες ξυνεισενεγκεῖν Λακεδαιμονίοις τὰ χρήματʼ ᾠήθημεν δεῖν, ἅπερ ἐδανείσαντο μὲν παρʼ αὐτῶν οἱ τριάκοντα κατὰ τῶν ἐν Πειραιεῖ· ὡς δὲ τὰ πράγματα κατέστη καὶ Λακεδαιμόνιοι ταῦτʼ ἀπῄτουν, οἱ μὲν ἄλλοι πάντες ἀποδοῦναι τοὺς δανεισαμένους ἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ.2 ὅτε τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μηδʼ ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλʼ ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτʼ οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπʼ ἄλλων, καὶ τοὺς ἄλλους ὑφʼ ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτʼ ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδʼ ἡντινοῦν ὑπερβολὴν ἐλλελοιπότας κακίας, ὡς μηδʼ ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δʼ ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη διʼ αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας,3 ἡμᾶς δὲ καὶ ἃ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γʼ ἂν τὸ καθʼ ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δʼ ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως; καὶ μὴν ἅπας μὲν νόμος, διʼ ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς χρωμένους παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν ἃ μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δʼ ἂν εἴη κατʼ εὐχὴν πόλεσι μᾶλλον ἢ τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτʼ ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δʼ αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον ἢ σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων ἢ τούτων

想必各位还记得吧?因为我们一方面责备拉刻代蒙人,认为他们所许诺的条件有愧于我们的崇高志向与仁道之心;另一方面,对于那企图行不可能之事的蛮族,我们甚至完全不屑倾听其任何言语,从而迫使他可耻地撤出希腊,同时将前者与整个希腊一道从危机中拯救出来。再者,当初“三十人僭主”为了对抗比雷埃夫斯的人民,曾向拉刻代蒙人借款,事后我们大家共同认为必须一起凑钱偿还拉刻代蒙人;当政局恢复稳定而拉刻代蒙人索要这笔款项时,其他所有人都认为理应由借款者自行偿还与清算,唯独这些〔比雷埃夫斯的〕人自己却高声主张:只有当全体民众共同偿还这笔债务时,它才能成为城邦团结一致的第一个明证。 雅典的公民同胞们,当初即便没有任何原初的紧迫情势,仅仅出于心意中最纯正的人道关怀,行此等善举便已被视为最美好的事情,且在整个历史长河中,我们始终以此种最美好、最有利且唯一契合人类的抱负为荣;如今这两重条件兼备——既有行正义之举的必然性,又需恪守那番心意而不抛弃自古以来这一令人惊叹的坚定立场——难道我们反而会不愿去践行吗?况且,冒着我们自身的危险去拯救他人于危难之中,明明可以兼得两者——既让我们自身从他人那里承受恩惠,又使他人从我们这里获得同等的厚待——然而却宁愿甘受两头落空;对于那些曾对城邦犯下最深重罪行、恶贯满盈以至令人无法不落泪忆及的恶徒,我们为了团结合一尚且认为值得付出如此巨大的热忱,甚至为他们承担极庞大的金钱开支;而面对我们真正的恩人和朋友,面对那些理当因这同一缘由获得所谓至高价值待遇的人,面对这些理应受到比目前在我们这里所享有的还要巨大关照的义士,我们竟然企图剥夺昔日赐予他们的特权,仿佛他们一文不值——这难道不是荒谬绝伦吗?又有谁不知晓,如此一来,我们的行径将沦为一个令人费解的谜团,时而这般,时而那般,或者说两者皆非,因为竟是既这般又那般? 再者,凡法律皆因在一切事上关照共同的利益,而使遵从它的人行事顺遂,并在其他诸事之外,促使他们始终如一地秉持同一种心意——这正是真正昌盛繁荣所固有的特质。然而此〔法〕对此全然不予顾及,反而违背共同的福祉妄行那本不应行的变革,在最重大的事情上极大地损害了城邦,不仅使城邦陷入自相矛盾,更是剥夺了它极为应得的、人人都愿共同祈求它永远拥有的事物。对于城邦而言,又有何事比日复一日地赢得朋友和恩人更合乎心愿呢?若是此〔法〕生效,便会使城邦彻底远离这些人;若非如此,城邦将彻底充溢着他们。因此,若是废除这个提案能够使知己们与我们永远结好且使人数倍增,而主张维持它却会使他们离我们而去,那么废除它相比于维持它,其崇高、有利以及真正切合城邦自身利益的程度,正如获得恩人与朋友比之失去他们一样……

语法注3 条
  1. 116τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας διʼ ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δʼ ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδʼ ἀκοῦσαι ὅλως οὐδʼ ὁπωστιοῦν ἀνασχόμενοι

    两个并列对照的分词结构修饰主句动词。前半段动词 μέμφομαι 支配与格(τοῖς μὲν ... βεβουλευμένοις,意为“责备拉刻代蒙人谋划了……”),后半段动词 ἀνέχομαι 支配不定式 ἀκοῦσαι,而 ἀκοῦσαι 支配属格(τοῦ δʼ ... ἐπιχειροῦντος,意为“不能容忍倾听那企图行……之人”)。两处的 ὡς 均引出主观动因或理据。

  2. 118αὐτοὶ δʼ οὗτοι τοῦτʼ ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ

    未完成过去时动词 ἐβόων 支配带有 ἄν 的带对格不定式结构(τοῦτʼ ... γενέσθαι),并与条件从句(ἐὰν ... ἐκτίσῃ)相呼应。这是直接引语中表可能或将来的条件句(“τοῦτʼ ἂν γένοιτο, ἐὰν ἐκτίσῃ”)转入间接引语的形式,意为“他们大声主张:若全体民众共同偿付,这便会成为合一的最初明证”。

  3. 120δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας

    在 ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι 中,关系代词 ἧς 受其先行词 προνοίας(与 μείζονος 搭配的比较属格)吸引而变为属格(或作为动词 ἀπολαύω 所要求的属格宾语)。全句结构为“值得获得比他们如今在我们这里所享受的还要巨大的关照”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:116-122