- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:2-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者谴责莱普提涅斯废除免役权的法令严重损害城邦利益与声誉,并通过与以往伟大立法者的对比,揭露该法的危害与异端创新。
εἴπερ τι τῶν πάντων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὸ κοινῇ λυσιτελοῦν ἔχον τῇ πόλει καὶ φέρον ἐπὶ πλεῖστον εἰς δόξαν· καὶ τὸν τοῦ Λεπτίνου νόμον, ὡς οὐ καλῶς ἔχονθʼ ἡμῖν, ἐκποδὼν πεποιῆσθαι. εἰ γὰρ ὁ μὲν διʼ ὧν γράφει καὶ νομοθετεῖ οὕτω παντάπασιν ἀτέλειαν ἀναιρεῖ, ὡς μὴ ὅτι τοὺς ἔχοντας αὐτὴν ἀφελέσθαι, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς τὸ μηκέθʼ οἵους τʼ εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι·1 ἡμῖν δὲ διʼ αὐτῆς ταύτης τὰ κράτιστα παρὰ πάντων μετὰ τοὺς θεοὺς ἀπαντᾷ, οὐ μόνον ἃ καθʼ ἡμῶν ἐστιν ἀτεχνῶς, τούτοις μηδʼ ὁπωστιοῦν ἡμᾶς χρῆσθαι προσῆκεν, ἀλλὰ καὶ τὸν ταῦτʼ εἰργασμένον κολάζειν τε καὶ μισεῖν καὶ τῆς πόλεως ὥσπερ τινὰ κῆρα παντάπασιν ἐξελαύνειν. δεῖ γάρ που δυοῖν θάτερον, μᾶλλον δὲ πᾶσα ἀνάγκη· εἰ μὲν ἡμῶν αὐτῶν ὡς ἀληθῶς ποιούμεθα λόγον, μηδένα τούτου τὸ παράπαν λόγον ποιεῖσθαι, μᾶλλον δʼ ὅπως αὐτίκα πεπαύσεται πάντα ποιεῖσθαι λόγον· εἰ δʼ ὅπως κύριος ἔσται· τοῦτο δʼ ἀπείη. ποιησόμεθα λόγον, δόξομεν εὖ οἶδα πᾶσιν, ἡμῶν μὲν αὐτῶν οὐδʼ ὁντινοῦν λόγον ποιεῖσθαι, τοῦ δʼ ὅπως τὰ ἡμέτερα αὐτῶν ἕξει κακῶς πολύν τινα λόγον ποιεῖσθαι. καὶ τίς ἂν ταῦτα φήσειε; καίτοι εἰ τὸ πρὸς τὴν πόλιν ἐρραστωνεῦσθαι καὶ μὴ τὴν γιγνομένην ταυτησὶ πρόνοιαν ἴσχειν οὐκ ἀγαθοῦ τινος καὶ δημοτικοῦ φάσκομεν εἶναι πολίτου· ὅταν τις πρὸς αὐτῷ τούτῳ καὶ ἃ ταύτῃ καθάπαξ λυμαίνεται, ταῦτα γράφειν καὶ νομοθετεῖν ἐκ περιουσίας αἱρεῖται, ποῦ τουτονὶ θήσομεν; ὡς μὲν οὖν πανοῦργος ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δύσνους καὶ τὰ τοιαῦτα Λεπτίνης, καὶ ὡς τῆς ἀγαθῆς καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης ἀντίπαλος τύχης, ἐν ὑστέρῳ καὶ δὴ σαφῶς ἐπιδείξω· ὅτι δʼ οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλʼ ἃ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε.
雅典的公民们,如果说在世间万事之中,有任何事情合乎城邦的公共利益并极大增进其荣耀,那就是把莱普提涅斯的法令作为对我们不利的东西予以废除。因为,如果他凭借所起草和制定的法案彻底废除免役权,以至于不仅剥夺了现已拥有者该特权,甚至使我们自己也再无法认为任何人配得上享有它;然而对我们而言,正是通过这种免役权,我们在诸神之后从所有人那里获得了最巨大的利益;那么,我们不仅理当绝不诉诸这些完全对我们不利的做法,而且理当惩罚并憎恨做出这等事的人,把他当作某种祸害彻底驱逐出城邦。因为两件事中必有一件成立,更确切地说,存在着绝对的必然:如果我们真正顾念自身,就绝不去顾及这一法案,而应竭尽全力让它立即终止;但如果我们顾念着让它保持效力——愿此绝不要发生——我很清楚,在所有人看来,我们将被认为完全不顾及自身,反而极其卖力地使我们自己的事务陷于困境。又有谁会赞同此种做法呢?诚然,如果我们断言,对城邦态度懈怠、不对此〔城邦〕持有应有的远见,绝非一个优秀且支持民主的公民所为;那么,当有人在此之上还多此一举地选择去起草和制定那些彻底摧残城邦的法案时,我们又该将此人置于何种地步?雅典的公民们,莱普提涅斯对我们而言是多么奸诈、心怀叵测以及诸如此类,并且是城邦自始所蒙受的良好命运的死对头,我稍后自会明确展示;但他所建言的绝非应行之事和现实最亟需之策,反而是本不该为之事,且违背城邦既定法律进行革新,擅自将新法引入体制,你们从我此刻的陈述中便会明了。
πρῶτον μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτʼ οὔτʼ ἔγραψεν οὔτʼ εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτʼ εἰρηκότες, ὥσπερ καὶ τἄλλα, διʼ ὧν ἡμῖν ἡ πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν ἃ μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθʼ ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτʼ ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν,2 ἀτέλειαν
因此,雅典的公民们,我们首先应当明白这一点:尽管自古以来不仅在雅典、而且在全体希腊人中涌现了如此之多、如此崇高的建言者与立法者,但他们之中从未有任何人起草或提出过这等法令;若他们深知此举有益,他们必定尤其会提出此法,正如他们提出使我们城邦托诸神之福得以保持最优良状态的其他法规一样。唯独此人,仿佛自诸神处降临、并在彼处超越众人独知利益所在一般,竟迈向了这等行径,自以为必须就那些本不该被念及的事情立法。其次,应当明白几乎所有立法者不仅着眼于实际利益,而且全力使其伴随盛誉,因为伴随盛誉的顺境才是真正的好运,而缺乏盛誉的繁荣只是残缺不全的运气。然而莱普提涅斯绝非兼顾二者,反倒通过其起草的法令将城邦的这两者悉数剥夺,把免役权……
- 4ὡς μὴ ὅτι τοὺς ἔχοντας αὐτὴν ἀφελέσθαι, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς τὸ μηκέθʼ οἵους τʼ εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι
短语 μὴ ὅτι ... ἀλλὰ καί 是一个习惯句式(源于 μὴ λέγω ὅτι 的省略),意为“不仅……而且……”或“非但不……反而甚至……”。在由 ὡς 引导的结果从句中,不定式 ἀφελέσθαι 与带冠词的不定式短语 τὸ μηκέθʼ οἵους τʼ εἶναι 并列,表达法案带来的双重恶果。
- 10οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν
动词短语 πολλοῦ ἐδέησε 配合不定式及 ὡς 结果从句,构成了“非但远未做到……反而甚至……”的强转折否定句式。Λεπτίνης 远未做到“兼顾二者(ποιήσασθαι λόγον)”,反而通过其法案“剥夺城邦的这两者(ἀποστερεῖν)”。
