- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg054.humanitext-grc2:108-112
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以对神明报恩的必然性论证回报人间恩人的义务,并称颂雅典自神话时代至希波战争一贯秉持的追求荣耀与庇护弱者的宽宏传统。
ἁπάντων, ἅτʼ οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλʼ ἢν τὰ παρʼ ἡμῶν ποτʼ ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτʼ εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις; παρὰ πάντα δὲ1 ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθʼ αὐτοῖς, ταῦτʼ εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως2 οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδʼ εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δʼ ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων εὐπορηκέναι χρημάτων, πάντα δὲ ταῦθʼ ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτʼ ὀλεῖται· ἧς οὔτʼ οὖν τινές πω τῶν πάντων οὐδʼ ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθʼ ἡμεῖς κίνδυνον πώποθʼ ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς διʼ αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπʼ Εὐρυσθέως παντάπασιν ἐκτετρῖφθαι, καὶ διʼ ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφʼ ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δʼ ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθʼ ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δʼ ἀντʼ ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι διʼ ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν. καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν ἡ πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφʼ ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι,3 τῶν δʼ αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν ὁ πόλεμος ᾖ, διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή
……一切事物,因为〔神明〕是万物的赐予者;然而,若是我们这边的义务有所缺失,未能献上这笔习以为常的贡奉,我们便立刻成了受诅咒者、污秽之徒、对神明的叛逆者以及恶人中最恶之辈,并且正如索弗罗尼斯科斯之子苏格拉底所言,必须接受惩罚。既然对于一无所求的神明,我们尚且欠下如此重大的债务,且这种酬报是万物中最不可或缺的,那么对于凡事皆有所匮乏的人类,这一义务又该是何等重大呢? 在所有这些之外,我还要陈述与我们关系最为切身的一点:即便尊崇恩人并让他们永久保有我们赐予他们的特权,恰巧全然不属于正义之事,我们即便如此也绝不会背离惯有的宽宏大度,更不会舍弃尽其所能以各种方式普遍造福于所有人的热忱;这理所当然。因为我们对于金钱根本没有任何挂怀,绝不像世间其他人那样,我们所在意的乃是一种令人赞叹的崇高声誉,以及在一切事上向所有人展现充盈丰沛的人道关怀。对此明证是:古时我们虽曾坐拥极其丰厚的资财,却出于对荣誉的追求和受人敬仰的渴望将这一切尽皆捐舍,认为在这类善举上的耗费才是真正唯一的丰足,其原因既有其他种种,也在于财富随时受制于机运,而对荣耀的获取却是永恒不灭的,其盛名永不消逝。对于这种荣耀,普天之下从未有人能在哪怕极微小之处与我们争锋,为了它我们也从未回避过任何危险,反而为了它情愿毫不吝惜自己的身躯、公私财产以及其他任何一切资具。因此,我们拯救了面临被欧律斯透斯彻底消灭之虞的赫拉克勒斯后裔,他们通过我们得以击退强敌,并以远为优势的力量重返拉刻代蒙;我们不仅拯救了拉伊俄斯之子、斯芬克斯的克星俄狄浦斯——他在忒拜周围遭遇厄运,被亲族克瑞翁逐出忒拜及全玻俄提亚,逃奔我们这里并蒙受了至高无上的关照——而且后来在忒拜人自身遭受拉哥尼亚守军蹂躏困顿之时,我们也同样拯救了他们。不仅如此,对于塔纳格拉人和色萨利人——后者深陷内讧而几近毁灭,而塔纳格拉人则被忒拜人驱逐离乡——我们在紧要关头予以援手,在众神之后成了使他们免于彻底毁灭的拯救者。麦塞尼亚人和普拉提亚人也能道出同样的事实:普拉提亚人被拉刻代蒙人和忒拜人夷平城池,却由我们救起;而对于被拉刻代蒙人摧毁的麦塞尼亚人,我们提供了极大的援助,今日麦塞尼亚人之所以尚存,正因我们的城邦。我且按下德律俄普斯人、珀拉斯戈伊人以及所有其他部族不表,他们在危难之中获得接纳,我们的城邦对他们而言犹如仁慈的善神,以致他们因所受的恩惠甚至忘却了往昔的苦难。 城邦也绝非仅仅在古代才对万民展现出如此令人惊叹的宽宏胸襟,而如今却行径反常、大大有愧于先祖与立国之本;恰恰相反,就在不久前的波斯战争时期,当蛮族为了能拉拢我们为盟友,向我们许诺任何人都不曾指望过的巨大利益,而拉刻代蒙人又因而在另一方陷入极度恐慌,以致承诺只要战事持续便在各方面妥善照料我们的妇孺老弱之时,我们究竟展现出何等的人格,又是如何对待这两方的呢?
- 108τοῖς μὲν στάσει χρησαμένοις ... Ταναγραίοις δὲ
对前文并列名词短语 Ταναγραίοις καὶ Θετταλοῖς 的交错呼应(chiasmus)。τοῖς μέν 指代后提及的色萨利人(Θετταλοῖς),而 Ταναγραίοις δέ 则明确承接先前提及的塔纳格拉人。
- 108ἡμεῖς δὲ καὶ οὕτως
紧随让步从句(εἰ καὶ τῶν δικαίων ἥκιστʼ ἐτύγχανεν ὂν...)之后出现在主句开头的归结性δέ(apodotic δέ),用以引出并强调让步条件之后的结论主节。
- 112ἐφʼ ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι
连词 ἐφʼ ᾧ 接不定式 δεδυνῆσθαι,用以表示达成某种约定条件或目的(“以能够拉拢……为盟友为条件/目的”)。
