← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§8-9

莱普提涅斯之法的城邦利益与平等分担

辩者赞颂莱普提涅斯的法律,指出该法不同于仅关涉私利的普通法律,而是城邦军事、外交、财政与团结的基石并带来最大益处。他进而从正义与功利两方面进行论证,主张全体公民同等承担公共劳役方为民主平等的真谛,亦是城邦发展的根本保证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

διαφερόντων ἑκάστῳ,1 τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις, ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει·2 καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός. πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται3 συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν4 καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ αἴτιον τῇ πόλει δόξης εἰσήνεγκε νόμον, τῶν μὲν ἐξ ἀρχῆς καὶ πάλαι κειμένων οὐδὲν ἐλάττω, εἰ μὴ καὶ μείζω, ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο·5 ἄξιον δὲ οὐ παρὰ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις μόνοις ἡμῖν, ἀλλὰ καὶ πᾶσιν ὡς εἰπεῖν ἀνθρώποις εὐδοκιμεῖν· δίκαιον μὲν ἀνθʼ ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ διʼ ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην εἰσφορὰν παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν.6 καίτοι πῶς οὐκ ἄτοπον καὶ τοῦ δικαίως ἔχοντος πόρρω τῶν μὲν παρʼ αὐτῆς ἀγαθῶν ἐξ ἴσης ἡμᾶς ἀπολαύειν ἔχειν, ἡμᾶς δʼ οὐκ ἐξ ἴσου τὰ πρὸς αὐτὴν διακεῖσθαι, ἀλλὰ τοὺς μὲν λειτουργεῖν, τοὺς δὲ μή; καὶ παραπλησίους ἀλλήλοις ὄντας τῇ πρὸς ταύτην εὐνοίᾳ, ἐνταῦθα μόνον τὴν ἰσότητα φεύγειν; καὶ πολέμου μὲν ἐπιόντος πάντας ὑπὲρ αὐτῆς κινδυνεύειν αἱρεῖσθαι καὶ τῆς αὐτῆς ἔχεσθαι προθυμίας, ἐν δὲ τοῖς ἐλάττοσι τῶν πραγμάτων καὶ κίνδυνον μὲν οὐδʼ ὁντινοῦν οὐδὲ πόνον, ὠφέλειαν δʼ ὅτι πλείστην τῇ πόλει καὶ ἡμῖν προξενοῦσιν, ἔπειτα πολίτας ὡς εἰπεῖν ἐξ ἡμισείας ὁρᾶσθαι; συμφέροντα δὲ μὴ μόνον τῷ συστάσεις ἀτεχνῶς πολιτειῶν τὰς λειτουργίας εἶναι καὶ θαυμαστὰς καὶ μεγίστας πρὸς ἐπίδοσιν ἀφορμὰς, ἀλλὰ καὶ ὅτι μηδενὸς μὲν ἀτελοῦς ὄντος, ὡς ἔφην, πάντες λειτουργήσουσιν, ἐὰν δὲ ἀτελείας μετέχωσι τινὲς, οὐδὲ εἷς. εἰ τοίνυν ᾧ μὲν χείρω τὰ τῆς πόλεως εἶναι συμβαίνει καὶ πρὸς φθορὰν αὐτῇ μᾶλλον ἢ δόξαν ἑτέροις, τοῦτο τοῦ μηδενὸς ἄξιον χρῆσθαι, ὃ δὲ μείζω ταύτην ἐπιφανῶς καὶ βελτίω ποιεῖ καὶ τοῖς ἅπασιν εὐθενοῦσαν, τοῦτʼ ἀνάγκη πᾶσα περὶ πάνυ τοι πολλοῦ πεποιῆσθαι, εἴ γʼ ἡμῶν αὐτῶν λόγος ἡμῖν· οὔτʼ ἀτελεῖς τινας εἶναι τὸ παράπαν προσῆκεν, ὡς οὐ μικρὰν ταύτην οὖσαν τοῖς πράγμασι βλάβην, ὅ τε νόμος οὕτω

涉及每个人的私人利益,或者碰巧属于某些特定的公共事务,唯独这一法律为我们提供了最为普遍、最有利、且最大限度具有持久、稳固并贯穿全体的益处。事实上,服兵役、承担三列桨座战船装备、派出以及接纳使节,此外还有结交盟友、与敌人媾和、抗击仇敌、维护并捍卫本邦权益,而且指着宙斯发誓,彼此同心同德、万人意旨如一——总而言之,一个统领着如此众多部族和岛屿的伟大城邦所必需的一切事务,能够既从容又富足有余地加以商议并付诸实行,这一切正是仰仗本法律,在雅典娜女神的护佑之后,最为出色地向我们提供的。我将竭尽所能证明这一点,并将其明示于所有人面前,以便你们确切知晓,雅典的公民们,并认清这部法律包含着何等巨大的至善,以及如果有人配称如此,莱普提涅斯便是一位真正的民主者,是对城邦有德之人。 因此,一切政体、统治集团以及概括而言的单个个体,不仅考虑是否要付诸行动,更考虑这是否对自己有利,是否可以说在各个方面都符合自身的利益。因为雅典的公民们,他们固然希望,而且非常希望在这些事中也能获得正义,在此部分毫不欠缺,因为他们认为唯有如此才是至善的举措;但如果终究无法两全其美——既行正义又做对自身有利之事——他们宁愿选择行有利之事而非正义之事。或者更确切地说,一旦他们察觉到将要行之事对自己无益,或是损害自身,他们便认为从一开始就根本不该付诸行动。因为一个人自愿选择做出不利于自己的行为乃是明显的疯狂;而盲目劳作、徒劳无功且毫无必要地行动,则确是轻浮、愚昧,可以说是马尔吉忒斯之流的表现。因此,莱普提涅斯提出了一部不仅正义,而且有利、更会给城邦带来荣誉的法律,它丝毫不逊色于自古确立的旧法,甚至就他发现并纠正了前人所遗漏的事宜而言尤有过之;这部法律不仅值得在我们这些雅典娜哺育的子民中受到赞颂,而且可以说值得受到全人类的称誉。说它正义,是因为它强制所有人共同承担公共劳役,而这正是真正生活在民主制度下且在各方面尊崇平等之人的本色,而不是通过免税特权来推卸这项必要的公共分担——就好像唯恐我们表现出对我们自身的城邦有益似的。然而,我们能够同等地享受来自城邦的福泽,但在对城邦的责任上却不能处于平等的地位,而是有些人承担劳役,另一些人不承担,这难道不是荒唐且背离正义吗?在对城邦的善意上彼此相似,难道唯独在此事上规避平等吗?当战事临头时,所有人都选择为了城邦甘冒风险,怀有同样的忠勇热忱;而在那些较小的事务上——既无任何危险也无劳顿,却能为城邦和我们带来莫大助益的事务——难道我们就表现得可以说只算得上半个公民吗?说它有利,不仅是因为公共劳役确是政体的粘合剂,是走向发展的绝妙且最大的依托,而且还因为如我所言,若无一人免税,所有人都会承担劳役;但若有人享有免税,则将无一人承担。因此,如果致使城邦事务恶化、更多趋向于城邦自身的毁灭而非带给他人荣耀的事物应当被视作一文不值,而使城邦显赫地变得更伟大、更优秀且万事昌盛的事物,则在任何情况下都必须受到极高的重视——只要我们对自己还有所顾念;那么,原本就根本不该有任何人享有免税,因为这对国事绝非小害,而这部法律如此……

语法注6 条
  1. 8διαφερόντων ἑκάστῳ

    承接上一段落末尾的 ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳ,构成中性复数冠词分词短语 τῶν ἰδίᾳ διαφερόντων ἑκάστῳ(涉及每个人私利之事)。动词 διαφέρω 搭配与格,意为“对……重要、关涉……的利害”。

  2. 8ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει

    该句以主节动词 ὑπάρξει 为核心,前面一连串长大的不定式短语(στρατεύεσθαι ... βουλεύεσθαι καὶ ποιεῖν)通过同位语 πάντα ταῦθʼ 汇总结集,充当其主语。短语 μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπήν(仅次于雅典娜女神天平的倾斜/护佑)表达了在神明眷顾之下的从属顺位。

  3. 8οἱ δʼ αἱροῦνται

    在条件从句 ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ 之后的归结句中,连词 δέ 构成了典型的“归结分句的 δέ (apodotic de)”。此外,主语 οἱ δέ 属于按意义一致(constructio ad sensum),由前文单数的集合主语过渡指代一般人构成的复数主语。

  4. 8τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας ... εἰκῆ πονεῖν

    与前句的 τὸ μὲν γὰρ μανία σαφὴς 相对举,属格 κουφότητος καὶ ἀνοίας 为表特征的谓语属性属格(“是轻浮与愚蠢的标志/特征”)。句子的真正主语是后接的不定式短语 εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς。

  5. 9ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο

    中性关系代词 ὅσον 用作副词性/相关性结构,表示程度或比例(“前人遗漏了多少,此人便发现并纠正了多少”)。先行词(如 τοσούτῳ)被省略,用于限定比较级 μείζω 所表达的程度。

  6. 9ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν

    分词 δεδιότας 为宾格,与不定式 παραιτεῖσθαι 的逻辑主语保持一致。在由 μή 引出的惧怕从句(μὴ δόξωμεν)中,说话者转换至第一人称复数虚拟语气,带有讽刺意味地将自身与城邦公民包揽在内(“就好像唯恐我们表现出对自己的城邦有益似的”)。τὴν ἡμῶν αὐτῶν 之后省略了 πόλιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:8-9