← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§10-11

免税特权的弊端与城邦存立中公共劳役的不可或缺

演说者将莱普提涅斯的法律赞誉为如同神谕般正当的法律,通过肉体与器官的比喻以及历史上诸英雄的无私奉献,论述了免税特权的弊端与公共劳役的不可或缺,指出公共劳役正是城邦的立足之本与神圣制度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

διὰ πάντων ἡμῖν συμφορώτατος ὢν, ὡς ἐξ Ἀπόλλωνος ἥκων, δίκαιος ἂν εἴη μετὰ παντὸς νοῦ συγκεχωρηκότος κύριος εἶναι1 καὶ τοῖς πᾶσι κρατεῖν. χωρὶς δὲ τούτων ἐκ μὲν ἀτελείας οὐδʼ ὁτιοῦν ἔνεστι κέρδος τῇ πόλει, πλὴν τοῦ χάριν ἔχειν ἐντεῦθεν ἀποδιδόναι· ἀλλʼ οἱ ταύτην εἰληφότες τρυφῶσιν, αἱ δὲ λειτουργίαι αὐτῇ τε ταύτῃ τὰ μέγιστα πάντων λυσιτελοῦσιν, ἐξ ὧν αὔξεται συγκροτοῦσαι, τοῖς τε δρῶσιν αὐτοῖς ἰδίαν παρέχουσι δόξαν τὴν ὑπὲρ τῆς ἐνεγκούσης σπουδήν. καὶ μὴν εὐεργέτας μὲν ἔστι καὶ ἄλλως ἀμείβεσθαι, πόλιν δὲ δίχα λειτουργιῶν σωζομένην οὐδʼ ἐν τοῖς μύθοις ἐγνώκειν. ἀλλὰ κἂν ἥρως οἰκήτορας ἴσχῃ, κἂν τὴν ἀγαθὴν τύχην συναιρομένην, οὐδὲν αὐτῇ πλέον ἔσται μὴ ταυτησὶ τῆς ξυμμαχίας ἐνούσης. εἰ γὰρ μήτε δημαγωγεῖν δεῖ μήτε στρατεύεσθαι μήτε τριηραρχεῖν μήτε μηδὲν τῶν πάντων ποιεῖν ἃ λειτουργιῶν μέν ἐστιν εἴδη, συστάσεις δʼ ὡς ἀληθῶς τῶν πόλεων, οὐδὲν ἀλλʼ ἢ2 σώματι δόξομεν ἐοικέναι χειρῶν τε καὶ ποδῶν καὶ προσέτʼ αἰσθήσεων ἀποροῦντι. ὃ γὰρ πάντα ταῦτʼ ἔστʼ ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ διʼ ὧν ἔφην ὑπηρετεῖσθαι.3 οὐ μὴν ἀλλʼ εἰ καὶ μηδʼ εἱστισοῦν μὲν τὸ παράπαν ἐλείπεθʼ ἕτερος ἀποδόσεως τρόπος, ἀλλʼ εἰς ἀτέλειαν πάντʼ ἦγε, καὶ τοῦτʼ ἦν μόνον γέρας τοῖς εὖ πάσχειν ἀξίοις ὧν ἕνεχʼ ὑπὲρ ἡμῶν προτεθύμηνται, βεβλάφθαι δʼ ἂν οὐ μικρῶς ἐντεῦθεν ἡ πόλις ἐδόκει, οὐδʼ οὕτως ἄν μοι δοκοῦμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τοιαῦτʼ ἀνασχέσθαι, οὐδὲ διὰ τὴν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα χάριν αἴτιοι ζημίας καθεστάναι τῇ πόλει, ἀλλὰ τῶν ὑπὲρ αὐτῆς δικαίων καὶ τοῦ κοινῇ λυσιτελοῦντος πάντα θέμενοι λόγον τὸ κατʼ αὐτοὺς τούτους εἰκότως ἐᾶσαι, ἱκανὴν ἔχοντας χάριν τὸ πόλεως τοιαύτης εὐεργέτας φανῆναι· ἐπεὶ καὶ οὕτω τιμᾶσθαι μᾶλλον περίεστʼ αὐτοῖς, τῷ δοκεῖν μὴ τὴν ἀρετὴν ὥσπερ ὤνιον πεποιῆσθαι, μηδʼ ὁτουοῦν ἑτέρου, ἀλλὰ μεγαλοψυχίας ἕνεκα τῆς αὑτῶν καὶ τῆς πρὸς τὴν πόλιν εὐνοίας ταῦτʼ ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γʼ Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου· οὗτοι γὰρ πάντες οὔτε πρὶν ἧφθαι τῆς μάχης πρὸς ἀριστείων μέγεθος ἀφεορακότες ἐθάρρησαν τὸν ἀγῶνα οὔτʼ, ἐπεὶ μηκέτʼ εἶναι κινδυνεύουσαν διεσώσαντο τὴν Ἑλλάδα, ἔτυχον ὧνπερ εἰκὸς, ἀλλʼ ἀποχρῶσάν σφισιν αὐτοῖς ᾤοντο δόξαν τό τε μείζω στεφάνων εἰργάσθαι τό τε διʼ αὑτῶν τὴν Ἑλλάδα σεσῶσθαι. οὐ μὴν ἀλλʼ εἰ καὶ δοίημεν εἶναί τι παρʼ ἀτελείᾳ συμφέρον, ὡς ἔγωγʼ οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδʼ ὥστε καὶ παραβεβλῆσθαι, οὐδʼ ἐγγύς. ἔπειτα τὸ μὲν εἰς πᾶσαν ἥκει τὴν πόλιν, τὸ δʼ εἰς ὀλίγους δή τινας. καὶ τὸ μὲν ἥκιστʼ ἂν λυμήναιτο παροφθὲν, ἐκ δὲ τῶν μὴ λειτουργούντων τὰ μέγιστʼ ἂν αἱ πόλεις βλαφθεῖεν. καὶ νὴ Δία γε τὸ μὲν ταυταισὶ ξυνυπέστη· ἅμα γὰρ πόλις, ἅμα καὶ λειτουργεῖν· μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἷόν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν εἰσφοράν· ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον. ὅσον δὴ καὶ μέγιστον καὶ ἀναγκαιότατον τοῦτο καὶ τοῖς ἅπασιν ὑπεραῖρον, τοσοῦτον δεῖ καὶ ἡμᾶς παντὸς μᾶλλον προστίθεσθαι καὶ σεμνύνειν. καὶ μὴν εἰ τῶν πραγμάτων ἐκεῖνα πλείονος ἄξια καὶ τούτοις ἐπαίνων διαφερόντως προσῆκεν ὧν ἡγεμόνες θεοὶ, οὐκ ἂν φθάνοιμεν εὖ ἴσθι τὸ λειτουργεῖν ὅτου τις ἂν εἴποι μεῖζον τιθέντες.4 μὴ γὰρ οὖν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ τὰ ἄλλα καὶ τοῦθʼ ἡμῖν ἐξευρῆσθαι μηδʼ ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι, ἀλλʼ εἴπερ τι παρʼ ἀνθρώποις διοπετὲς, καὶ τοῦτʼ ἐκεῖθεν ἀφῖχθαι·

既然它在各个方面对我们都是最有利的,宛如来自阿波罗一般,那么在一切理性一致认可之下,使之具有效力并在一切事务中占据支配地位,乃是理所应当的。 除此之外,免税特权根本不会给城邦带来任何利益,除了能够借此表达感激之情以外;但获得免税的人却骄奢淫逸,而公共劳役恰恰给城邦本身带来万事中最大的益处,构成城邦藉以发展的基石,并且给履行劳役者自身带来了独特的荣耀——即为哺育自己的祖国所倾注的热忱。况且,回报恩人的方式另有许多,而无需公共劳役便能保全的城邦,我甚至在神话中也未曾听闻。即使一个城邦拥有英雄作为居民,且有好运相助,若没有这一同盟般的力量存在,对它也毫无益处。因为如果既无需引导民众,又无需服兵役,也无需承担三列桨战船装备,无需履行属于公共劳役范畴的任何事情——而这确是城邦的凝聚基石——那么我们将显得与一具缺乏手脚乃至知觉的躯体无异。因为这些器官对于躯体具有何种意义,通过我所言及的事务为城邦效劳便对于城邦具有何种意义。更有甚者,纵使完全没有留下任何其他回报方式,一切都归结于免税,而这是由于他们为我们效劳而配得善待者的唯一赏赐,然而若城邦被认为因此将蒙受不小的损害,在我看来,雅典的公民们,我们即便如此也不该忍受这等事情,更不该为了对某某人的感激而成为城邦受损的祸首;相反,应当将为了城邦的正义与公共的利益置于首位,理所当然地搁置对这些人的特赏,因为能显现为如此城邦的恩人本身便已是充分的厚报。因为唯有如此,他们才能享有更大的尊荣:表明他们并没有将卓越当作待价而沽的商品,也不是为了任何其他回报,而是出于自身的崇高胸怀和对城邦的善意才展现了这些德行;正如在希波战争时期,尼奥克勒斯之子泰米斯托克利、克勒翁布罗托斯之子保萨尼亚斯,以及在此之前的欧福里翁之子库奈吉洛斯和波勒马科斯之子卡利马科斯所经历的那样。因为他们所有人在投入战斗之前,都未曾因着眼于奖赏的丰厚而鼓起斗志,而在拯救了面临不复存在之危的希腊之后,也并未获得理应得到的奖赏,反而认为成就了超越冠冕的伟业以及希腊因他们而得救,对自己而言便已是充分的荣耀。 不仅如此,即便我们承认免税特权也具有某种益处——虽然我个人绝不这样认为——首先,它也决不及来自公共劳役的益处那般巨大,甚至根本无法相提并论,相去甚远。其次,前者只惠及极少数人,而后者则普及整个城邦。前者若被忽略,对城邦造成的损害微乎其微;但若有人不履行公共劳役,城邦将蒙受最大的损害。指着宙斯发誓,公共劳役是与这些城邦同时共生的;因为有了城邦,便同时有了公共劳役;或者更确切地说,如果你精确考察,你将发现城邦自始建立的本身不折不扣就是一项公共劳役,可以说是人类为了构建人居世界而普遍缴纳的公共贡献;而免税则是后来人们根据一时的决意而构想出来的,宛如医治好胜心的一种药物。因此,这项事业何等伟大、何等必需且超越万物,我们便应当何等优先地支持它、尊奉它。况且,如果那些由诸神引导的事业具有更高的价值,并且理应获得格外的称赞,那么请确信,我们无论如何尽早将公共劳役置于超越任何人所能言及的事物之上,都不为过。雅典的公民们,切莫以为这与其他事物一样是由我们发明的,或是发端于此间;如果在人间有任何事物可以说是从天而降的,这项制度也正是来自那神圣之地。

语法注4 条
  1. 10δίκαιος ἂν εἴη ... κύριος εἶναι

    δίκαιός εἰμι 搭配不定式的个人句式,意为“理应……/……是正当的”。它在意义上等同于非人称句式 δίκαιόν ἐστι(ν)(或 ἂν εἴη)加带不定式的宾格,但主语(νόμος)被提至主格,成为系动词的主语。

  2. 10οὐδὲν ἀλλʼ ἢ

    惯用短语 οὐδὲν ἄλλο ἤ(“无非是”、“只不过是”)省音后的形式。后随的与格短语 σώματι ... ἀποροῦντι 作不定式 ἐοικέναι(“类似于”)的补足语。

  3. 10ὃ γὰρ πάντα ταῦτʼ ἔστʼ ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ διʼ ὧν ἔφην ὑπηρετεῖσθαι

    关系代词 ὃ ... 与指示代词 τοῦτο ... 构成的相关呼应句式。ἐκείνῳ 指前句中的 σώματι(“身体”)。带冠词的不定式短语 τὸ διʼ ὧν ἔφην ὑπηρετεῖσθαι 充当主语/表语,与 πάντα ταῦτα 构成对比:“这些对于身体是何种意义,通过我所言之事而得到的服务对于城邦便是何种意义”。

  4. 11οὐκ ἂν φθάνοιμεν ... τιθέντες

    古典希腊语常见的惯用句式 οὐκ ἂν φθάνοι(μεν) 搭配补充附随分词,表示“我们应当毫不迟疑地/尽快……”,“无论怎样尽早……也不为过”。此处支配分词 τιθέντες,意为应当毫不犹豫地将公共劳役置于至高无上的地位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:10-11