← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§6-7

驳克提西普斯免税辩护与一律取消之利

演说者指责德摩斯梯尼借口所谓“不配者”实则是为了为克提西普斯的免税特权开脱,并指出免税作为对功绩的奖赏不应受门第高低左右。进而论证若仅允许部分人享有免税,必将引发公民间的嫉恨分裂并导致公共劳役荒废,唯有依法一律取消免税,才能维护城邦的团结、繁荣与公正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δʼ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ. ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ ἐπαγγέλλεται τοῦτον ταῦτʼ ἐρεῖν καὶ τούτῳ πλείστῳ χρήσεσθαι τῷ λόγῳ. οὐκ ἀλόγως γε μὴν οὐδὲ τὸ τῶν ἀναξίων ἐμνήσθη, ἀλλὰ μετὰ πάνυ τοι πονηροτάτης τῆς γνώμης, ἵνα τῶν ἀναξίων ἀτελείας ἐκβεβλημένων ταύτης ἀξιόχρεως Κτήσιππος δόξῃ, καὶ αὐτὸς ἐφʼ ἑαυτοῦ καὶ διὰ τὸν πατέρα Χαβρίαν. ἀλλʼ εἰς κενὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τῆς ἐπινοίας τἀνδρὶ, καὶ οὐδὲν ἔσται πλέον ταῦτʼ αὐτῷ τεχνωμένῳ,1 ὑμῶν τὰ δίκαια ποιούντων καὶ ἃ μάλιστα τῇ πόλει προσῆκε καὶ προσέτι τοὺς τἀληθῆ διαστρέφειν ἐπιχειροῦντας μισούντων. ἐπεί τοι καὶ αὐτὸς τοσούτου δέω τούτοις πεπεῖσθαι καὶ προσέχειν τὸν νοῦν ὡς πάντα μᾶλλον ἢ ταῦτʼ ὀρθῶς ἔχειν νομίζειν.2 ἄνευ γὰρ τοῦ ταῦτʼ αὐτὸν, ὡς ἔφην, πεπραγματεῦσθαι καὶ τὴν αἰτίαν Κτήσιππον εἶναι, οὐδὲ τὸ τῶν ἀναξίων ὅλως ἔχω γιγνώσκειν ὡς εἰς καιρὸν εἰρημένον καὶ τῶν πραγμάτων ἀξίως, κἂν ὅτι μάλιστʼ αὐτὸς τούτοις ἐπιχειρῇ. εἰ μὲν γὰρ ἐξέτασις προὔκειτο γένους καὶ μόνους ἔδει τοὺς εὖ γεγονότας τιμᾶσθαι, καλῶς ἂν εἶχε τοὺς εὖ πεισομένους φυλοκρινεῖν· εἰ δʼ ἁπλῶς εὖ πάσχειν ἀνάγκη τοὺς εὖ πεποιηκότας, καὶ τῆς ἀρετῆς οὗτος μισθὸς, ἀτέλειαν δὲ οὐδὲν ἕτερον ἴσμεν ἀλλʼ ἢ κατωρθωμένων ἀντίδοσιν, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἀναξίων τε καὶ μὴ μνημονεύειν, ἔνθα πάντας ἀνάγκη κατʼ αὐτὸ δὴ τοῦθʼ ὁμοίως τιμᾶσθαι, κἂν φαῦλός τις ὢν τύχῃ καὶ τῆς κάτω φρατρίας κἂν εἰς Κόδρον ἀνήκων. τί γὰρ Ἀχιλλεὺς μᾶλλον Θερσίτου πρὸς τὸ τὴν παρὰ τῶν Ἑλλήνων φέρεσθαι χάριν,3 ἂν ἐξ ἴσης ἄμφω τοὺς Τρῶας ἕλωσιν; [ἐπειδὴ ὁ μὲν ἐκ θεῶν, ὁ δʼ οὐ τοιοῦτος.] "χωρὶς δὲ τούτων εἰ τοῖς ἀξίοις μόνοις ἀτελείας" μετέσται, οὐκ ἔσθʼ ὅ τι μᾶλλον καθʼ ἡμῶν αὐτῶν ἔσται.

……对正义闭口不提,反而会声称某些不配者获得了免税特权并借此逃避了公共劳役,且他将主要利用这一论调。’ 雅典的公民们,你们看,他断言此人会说出这些话,并主要利用这一论点。然而,他提及不配者并非无缘无故,而是怀着极其险恶的居心,以便在不配者被剥夺免税特权之后,克提西普斯无论凭其自身还是因其父沙布里亚斯之故,都能显得配得上这一特权。然而,雅典的公民们,这个人的图谋终将落空;如果你们秉持正义,践行对城邦最合宜之事,并且痛恨那些企图歪曲事实的人,那么他即便耍弄这些伎俩也不会得到任何好处。因为就连我自己也绝不相信这些论调、绝不予以关注,甚至认为除此以外的任何观点都比这些言论更合情理。因为除了他如我所言策划了这些事、且起因全在克提西普斯之外,即便他竭力以此做文章,我也根本不能承认提及不配者是适时的、符合事实真相的做法。因为如果摆在我们面前的是对出身的审查,且唯有出身高贵者才应当受到奖赏,那么对将要受惠之人进行门第筛选固然是妥当的;但若仅仅是施德者理应受惠,且这是美德的报酬,而且我们知道免税除却作为对功绩的回报之外别无他物,那么在人人皆须因功绩本身受到同等奖赏的场合,我不明白区分适格者与不配者究竟有何意义,无论某人是出身低微且属于下层胞族,还是血统可追溯至科德鲁斯。因为如果阿喀琉斯与忒耳西忒斯同样打败了特洛伊人,那么凭什么阿喀琉斯比忒耳西忒斯更有资格获得希腊人的感恩呢?难道仅仅因为前者源自神祇而后者并非如此吗? 此外,如果唯有适格者才能享有免税,那么将再没有比这更加损害我们自身利益的事了。

§7

πρῶτον μὲν γὰρ οὐδένες, εὖ οἶδα, τῶν πάντων ἔτʼ ἀξιώσουσι λειτουργεῖν καὶ τὰς ἀναγκαίας εἰσφορὰς, ὡς νόμος, εἰσφέρειν, ἀλλὰ φυγῇ τὰ πράγματα φεύξονται, οἱ μὲν ἀτελεῖς διʼ αὐτὸ τοῦτο, οἱ δὲ μὴ τούτου τυχόντες διὰ τὸ μηδὲ τυχεῖν ἂν ὅλως ἐξεῖναι. κἀντεῦθεν τοῖς μὲν βασκανία τις πρὸς ἐκείνους ἔσται καὶ φθόνος καὶ δυσμεναίνειν ἀεὶ καὶ πάντα τρόπον μισεῖν· τῇ πόλει δὲ, ἵνα μηδὲν δυσχερὲς εἴπω, τὸ μένειν ἐπὶ ταὐτοῦ καὶ μὴ πρὸς ἐπίδοσιν ἄγειν διὰ τὴν τούτων ἀργίαν καὶ ἔριν. ἔπειτʼ εἰ καί τινες λειτουργοῦντες ἔσονται· οὗτοι δʼ ἂν εἶεν οἱ μηδὲν ἐξ ἀτελείας εἰργόμενοι· ὅτι μὲν μικρά τις ἔσται καὶ φαύλη καὶ τοῦ μηδενὸς ὡς εἰπεῖν ἀξία ἡ παρὰ τούτων αὕτη συντέλεια καὶ σπουδὴ οὐδεὶς ἀγνοεῖ. πλὴν ἔστω γʼ, εἰ βούλεσθε, καλή τε καὶ πρέπουσα καὶ τοῖς πράγμασιν ἀποχρῶσα· πότερον οὖν τῇ πόλει κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὔξησιν μᾶλλον λειτουργοῦντας ἅπαντας ἴσχειν ἢ τινάς; καὶ κοινῆς καὶ δαψιλοῦς ἀπολαύειν προνοίας ἢ μετρίων δή τινων τυγχάνειν τῶν σπουδαστῶν; καὶ βελτιόνων τε καὶ χειρόνων ἢ τοῦτο αὐτὸ μόνον χειρόνων; καὶ πότερον ἐπαινέτας τοὺς ἄλλους πάντας ἢ μεμφομένους κεκτῆσθαι; ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς βαρβάρους αὐτοὺς εἰκότως ἂν ἡμῖν νεμεσῆσαι, ὅτι διπλοῦ κέρδους ἁπλοῦν ἀνθειλόμεθα, καὶ δέον εὖ πράττειν κατʼ ἄμφω, οἱ δʼ ἀπὸ μέρους ᾠήθημεν δεῖν.4 τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν ἀτελεῖς εἶναι, τοὺς δὲ μὴ, ὡς οὐ μόνον οὐδενὸς ὧν ἄνω καὶ κάτω διέξεισι Δημοσθένης, ἀλλʼ ὧν ἐμοῦ λέγοντος ἠκούσατʼ ἀρτίως, αἰτιώτατον ἔσται τῇ πόλει πάντας ὑμᾶς ἀκριβῶς οἶμαι πεπεῖσθαι, ἀγχίνους τε ὄντας καὶ πρὸς τὴν τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος κρίσιν οἴκοθεν καὶ παρὰ τῆς φύσεως παρεσκευασμένους. τὸ δὲ μηδένα τῶν πάντων ἀτελῆ κατὰ τὸν νόμον μήτε νῦν εἶναι μήτʼ εἰσαῦθις ἂν ταῦτʼ ἔχειν ἐξεῖναι, τοῦτʼ οὖν οὕτω πολλοῦ τινος ἄξιον καὶ γέμον ἐλπίδων καὶ πάσῃ πόλει καὶ πολιτείᾳ διαφερόντως προσῆκον, ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳ

因为首先,我确信,所有人中将再无人愿意承担公共劳役并依法缴纳必要的税款,而是都会逃避事务:享有免税者因这一特权本身而逃避,而未获免税者则因根本不可能获得而逃避。由此,后者对前者将产生某种诽谤与嫉妒,并在各方面始终怀有敌意与憎恨;对于城邦而言,往轻里说,结果也是因两者的怠惰与争执而停滞不前、无法取得发展。其次,即便会有人承担公共劳役——这些人当是丝毫未因免税特权而受阻〔去服役〕之人——谁都清楚,来自这些人的贡赋与热忱必将是微不足道、粗陋且可以说毫无价值的。然而,即便姑且如你们所愿,假定它是体面、得体且足以应付事务的:那么对于城邦来说,是让所有人承担劳役,还是仅让部分人承担,更为优越、更有利且更有利于城邦的发展呢?是享受普遍而充沛的关照,还是仅获得少数平平常常的热心者?是从贤愚双方同时获益,还是仅从卑下的一方获益?是让其余所有人成为赞颂者,还是成为怨怼者?因为我认为,甚至蛮族自身也会合情合理地责怪我们:本应在双重利益上两全其美,我们却舍双取单,认为只顾局部就足够了。因此,雅典的公民们,一部分人享有免税而另一部分人不享有,对城邦而言,不仅不会成为德摩斯梯尼反复唠叨之事中任何一件的起因,反而将成为你们刚才听我所言之事的最大根源;我认为你们所有人都对此深信不疑,因为你们才智敏捷,天生且本能地具备判断美德、正义与利益的能力。而依照法律,所有人中无一人现在享有免税,今后亦不得享有此项权利,这一规定是如此具有重大价值、满载希望,且对于任何城邦与政体都无比合宜,以致当其他法律是针对私事……

语法注4 条
  1. 6οὐδὲν ἔσται πλέον ταῦτʼ αὐτῷ τεχνωμένῳ

    惯用句型 οὐδὲν πλέον ἐστί τινι(“对某人毫无益处/无济于事”)支配与格分词短语 ταῦτʼ αὐτῷ τεχνωμένῳ(“对于策划这些事的他而言”),表示他即便耍弄这些伎俩也不会取得任何成效或利益。

  2. 6ἐπεί τοι καὶ αὐτὸς τοσούτου δέω τούτοις πεπεῖσθαι καὶ προσέχειν τὸν νοῦν ὡς πάντα μᾶλλον ἢ ταῦτʼ ὀρθῶς ἔχειν νομίζειν

    包含惯用表达 τοσούτου δέω + 不定式(“绝不……”、“离……相去甚远”),后接由 ὡς(相当于 ὥστε)引导的结果从属句(支配不定式 νομίζειν)。整句表达强烈的否定与对比:“我不仅绝不相信且不理会这些论点,反而认为除此以外的任何观点都比它们更为正确”。

  3. 6τί γὰρ Ἀχιλλεὺς μᾶλλον Θερσίτου πρὸς τὸ τὴν παρὰ τῶν Ἑλλήνων φέρεσθαι χάριν

    省略主要谓语动词(如 πλεονεκτεῖ 或 ἄξιος ἂν εἴη)的反问句。后接表示关联/目的的介词短语 πρὸς τὸ + 冠词性不定式(φέρεσθαι),构成比较的核心框架:“在获得希腊人的感恩方面,阿喀琉斯凭什么比忒耳西忒斯享有更多优势[更有资格]呢?”

  4. 7δέον εὖ πράττειν κατʼ ἄμφω, οἱ δʼ ἀπὸ μέρους ᾠήθημεν δεῖν

    由非人称绝对宾格 δέον(“本应当……”)引导的从属句,与后文的句式转换(破格,anacoluthon)相对接:主语由 οἱ δέ 承接并转入直陈式过去时(ᾠήθημεν δεῖν)。这一结构有力地突出了两相对比:“本应在两方面都取得繁荣,我们却认为仅在局部如此即可”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:6-7