- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露德摩斯梯尼借口免税特权关乎国益,实为沙布里亚斯之子谋取私利以掩人耳目的狡诈行径,并痛斥其凭空捏造谎言诋毁莱普提涅斯。
φαῦλον ποιεῖσθαι,1 εἶτα πρὸς τῷ μηδὲν ὧν βούλει κατωρθωκέναι καὶ ὧν μὴ βούλει, τούτων αἴτιος αὐτῷ κατασταίης, τὸν δῆμον εἰς ὀργὴν κεκινηκὼς, ταῦτʼ οὖν δεδιὼς δεινότατα πάντων ἐξεῦρες, ὅπως καὶ τὴν ὑπόνοιαν ταύτην εὐχερῶς ἀποκρούσῃ καὶ πρὸς ἃ δεῖται τῷ Χαβρίου συνάρῃ· πρῶτα μὲν ὡς μάλιστα τῇ πόλει συμφέρειν τὴν ἀτέλειαν φήσας καὶ τούτοις τὸν ἀκροατὴν ὑφελόμενος, ἔπειτα τούτου μνησθείς. καίτοι ὅταν οὐ θαρρούντως οὐδʼ ἐλευθέρως, ἀλλὰ δεδιότως τε καὶ ὑπούλως καὶ μετὰ τοῦ πάνυ τοι λανθάνειν ἐθέλειν ἐπὶ ταῦτα χωρῇς, ἔοικας ὧν λέγεις πρῶτος αὐτὸς ἐπιλαμβάνεσθαι καὶ μισεῖν καὶ διὰ τοῦθʼ οὕτως σχηματίζειν τε καὶ προάγειν τὸν λόγον. ἀλλὰ μὴν εἰ κατηγοροῦντος καὶ συκοφαντοῦντος ταύτην ἅπαντες ἴσμεν διαφορὰν, τὸ τὸν μὲν τὰ οὐκ ὄντα συμπλάττειν, τὸν δὲ τοῖς οὖσι κακοῖς ἢ φαινομένοις ἐπιπηδᾶν, καὶ τὸν μὲν, εἰ καὶ μὴ δικαίας, ἀλλʼ οὖν ἔσθʼ ὅτʼ ἀξιοῦμεν συγγνώμης, τῷ μηδὲν οἴκοθεν καὶ παρʼ ἑαυτοῦ συντιθέναι, ἀλλὰ τοῖς οὖσι κεχρῆσθαι, τῷ δὲ ἀπρόσωπος ἡ κακία, ποτέρας βούλει μερίδος θησόμεθα σέ; πότερον τῆς μετρίας καὶ παραίτησιν δεχομένης, ἢ τῆς φαυλοτάτης τε καὶ κακίστης καὶ παντὸς μίσους ἀξίας, ἢ καὶ ἀμφοτέρων ὁμοῦ, ὡς ἔγωγε οἶμαι καὶ νῦν ἀποδείξω; οἷς μὲν γὰρ τὸν νόμον, ὃν μάλιστα θαυμάζειν ἐχρῆν διὰ τὸ τῇ πόλει συμφέρειν, τοῦτον ὡς μηδενὸς ἄξιον διαγράφειν ἐθέλεις, κακίζων καὶ κατατρέχων καὶ μηδενός τινος κατʼ αὐτοῦ φειδόμενος ῥήματος, οὐ μόνον κατηγόρων, ἀλλὰ καὶ βασκάνων δόξαν λαμβάνεις. ὅτι δὲ πρὸς τοῖς εἰρημένοις, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκοφαντῶν οἷς ἐν ἀρχῇ τοῦ λόγου κέχρηται δείκνυται2 αἰσχυνοίμην ἂν ἐμαυτὸν εἰ τοῦτʼ ἀποδεικνύναι διὰ πλείστου πειρῴμην. αὐτὰ γὰρ ταῦτʼ ἐστὶ καὶ συκοφαντία περιφανὴς καὶ ἀπόδειξις ἐναργὴς τοῦ μηδὲν συκοφαντίας ἐλλείπειν. ἃ γὰρ οὐκ ἂν οὔτʼ ἐνεθυμήθη Λεπτίνης οὔτʼ εἰ κατὰ νοῦν ἔσχε δοκεῖ μοί ποτʼ ἂν εἰρηκέναι, ὡς οὐχ ἱκανὰ πρὸς ὃ βούλοιτο δρᾶσαι, ταῦθʼ οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἂν ἀτεχνῶς εἰρηκότος κατηγορεῖ, ταυτόν τι ποιῶν ὥσπερ ἂν εἴ τις πρὸς ἀνταγωνιστὴν ἰσχυρὸν καὶ ἄμαχον ἔχων, φαρμάκοις ἀνελεῖν τοῦτον ἠξίου, ὅτι μὴ χερσὶν οἷός τʼ ἦν· καὶ σὺ τοίνυν αὐτὸς οὐκ ἔχων ἄλλως ἐξελέγξαι τὸν νόμον πλάττεις αἰτίας διὰ κενῆς, τὰ μὲν αὐτὸς κακουργῶν καὶ πονηρευόμενος, ἔστι δʼ ἃ καὶ παρʼ αὐτὸς σαυτοῦ συντιθεὶς καὶ συρράπτων. οὐκοῦν θάτερον τούτων ἡμῖν εἰκάζειν παρέχεις, ἢ μηδʼ ὁπωστιοῦν ἐντυχεῖν τῷ βιβλίῳ, ἢ, εἴ μοι δίδως εἰπεῖν, ἐντετυχηκὼς καὶ θαυμάσας τὸ τῶν βασκαινόντων καὶ αὐτὸς πεπονθέναι, ἐκστῆναί πως ὑπὸ λύπης σαυτοῦ, ὅτι σοι πρᾶγμα πάλαι προσῆκον Λεπτίνης ἤδη παραλαβὼν ἤνυσεν, ὥστε μηδὲ καθαρῶς ἐντεῦθεν τοῦ νόμου μεμνῆσθαι δύνασθαι. εἰ γὰρ ὁ μὲν τοῦ μὴ παντάπασιν ἂν ἐπιλελοιπέναι τὰς λειτουργίας τὴν πόλιν,3 τούτου χάριν ἐγεγράφει τὸν νόμον, ὁρῶν ὑπὸ πλήθους ἀτελειῶν ταυτασὶ σπανιζούσας καὶ τὴν τῆς πόλεως εὐδαιμονίαν ὥσπερ ἐντεῦθεν ὑποδιδοῦσαν, ὁ δὲ τοῦθʼ ἑκὼν σιωπῶν, φάσκει δὲ διά τινας ἀναξίους εὑρομένους ἀτέλειαν ταυτὶ νενομίσθαι, πῶς οὐχ ὃ λέγω συνίστησι; πῶς δὲ οὐκ αὐτὸς ἐξελέγχεται μήτε τὰ ὄντα λέγων καὶ προσέθʼ ἡμᾶς ὥσπερ τινὰς παῖδας φενακίζειν ἐπιχειρῶν; καὶ ὅτι ταῦτα λέγων οὐδὲν ἀληθὲς λέγει δῆλον ἔκ τε ὧν ἔφην καὶ οἷς αὐτὸς τὸν Λεπτίνην εἰσάγει οὐ ταῦτʼ εἰρηκότα, ἀλλʼ ὡς ἔοικεν εἰσέπειτʼ ἐροῦντα. φησὶ γοῦν ἔστι δʼ οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον
为了不显得仅仅是在为克提西普斯一人争夺利益,而将城邦的利益弃若敝屣,进而不仅未能达成你所期望的任何目的,反而因激起民众的愤怒而成为使他遭受你不愿见到的祸患的罪魁祸首——正是由于害怕这些,你才想出了万般中最狡黠的计策,以便既能轻易化解这一嫌疑,又能协助沙布里亚斯的儿子达成其所需:首先宣称免税特权对城邦最为有利,以此拉拢听众,随后才提及此人。然而,当你不是坦荡直率、而是畏首畏尾、阴险诡诈且极力掩人耳目地展开这些论述时,你似乎正是第一个指责并憎恶自己所言内容的人,因而才以这种方式粉饰并推进演说。其实,如果我们众人都知晓告发者与诬告者之间的这一区别——前者针对的是确凿存在或显而易见的恶行,而后者则是凭空捏造事实;对于不从自身凭空构陷、而是利用既有事实的人,我们有时即便认为不尽合乎正义,但也允许情有可原,而对于后者,其恶毒则是赤裸裸的——那么你希望我们把你归入哪一类呢?是归入值得宽恕的温和一类,还是归入最卑劣、最邪恶且应受万般痛恨的一类,抑或是正如我所认为并即将证明的那样,兼具两者的特质?因为对于这项因有利于城邦而最应受到钦佩的法律,你却企图将其贬为毫无价值而予以废除,肆意诋毁攻击,不惜使用任何攻击性词句,这使你不仅赢得了告发者的名声,更落下了恶毒诽谤者的恶名。 雅典的公民们,至于他在演说开端所使用的论调中同样暴露出的诬告行径,若我还要耗费冗长篇幅去加以证明,我甚至会为自己感到羞愧。因为这些言论本身就是昭然若揭的诬告,是丝毫不遗漏任何诬告伎俩的明证。莱普提涅斯绝不会想到、且依我看即便心中有所思索也绝不会说出口的事(因为那根本不足以实现其意图),雅典的公民们,这个人却指控说仿佛莱普提涅斯确实如此直白地说过一样;这无异于一个人面对强大而不可战胜的对手,由于无法徒手取胜,便企图用毒药将其除掉。因此,你自己由于无法用其他方法驳倒该法,便凭空捏造罪名,一部分是出于你自己的险恶用心与作恶,另一部分则是你自己凭空拼凑缝合的谎言。由此,你只能让我们做出两种推测之一:要么是你根本没有阅读过法案文本;要么,若允许我直言的话,你在阅读并惊叹之后,自身也染上了嫉妒者的恶疾,因莱普提涅斯抢先完成了本该属于你的功绩而悲愤交加、神魂颠倒,以致你从此甚至无法清晰地记起法律的内容。因为,若是一方为了使城邦不至于彻底匮乏公共劳役而起草了该法律(由于大量的免税特权导致这些劳役日益匮乏,城邦的繁荣仿佛也因此逐渐减退),而另一方却故意对此保持沉默,声称制定这些法律仅仅是因为某些不配者获得了免税,这难道不正好证实了我所说的话吗?他自己既不说真话,又企图把我们当成幼童一样戏弄,这难道不也是不打自招吗? 并且,他在说这些话时毫无真实可言,这不仅从我所言的内容中一目了然,从他自己引入莱普提涅斯的方式中也同样显而易见——他并不是把莱普提涅斯描绘为已经说了这些话,而是似乎将来要说这些话。他至少是这样说的: ‘雅典的公民们,这一点并非不明白:莱普提涅斯,即便另有他人为该法辩护,正当的……’
- 4φαῦλον ποιεῖσθαι
与上一段落末尾的介词 παρὰ 结合,构成固定短语 παρὰ φαῦλον ποιεῖσθαι(“轻视”、“等闲视之”),作为前文 ἵνα μή 引导的不定式结构的一部分。
- 4ὅτι δὲ πρὸς τοῖς εἰρημένοις, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκοφαντῶν οἷς ἐν ἀρχῇ τοῦ λόγου κέχρηται δείκνυται
句首的 ὅτι 从句作为话题引出/前置从句,关联后文的结论主句 αἰσχυνοίμην ἂν ἐμαυτὸν εἰ τοῦτʼ ἀποδεικνύναι διὰ πλείστου πειρῴμην。分词 συκοφαντῶν 是动词 δείκνυται 的补充从属分词,意为“表明他在……中也在进行诬告”。
- 5τοῦ μὴ παντάπασιν ἂν ἐπιλελοιπέναι τὰς λειτουργίας τὴν πόλιν
带有冠词的属格从句,与后文的 τούτου χάριν 构成同位语以表示目的。在不定式结构中,τὴν πόλιν 为主语对格,τὰς λειτουργίας 为宾格;小词 ἄν 与完成时不定式 ἐπιλελοιπέναι 连用,表示潜在或担忧的结果(“以免城邦彻底缺乏公共劳役”)。
