- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者严厉谴责德摩斯梯尼反对莱普提涅斯废除免税特权之法,指出德摩斯梯尼并非出于城邦公益,而是因迎娶沙布里亚斯之遗孀而谋求维护其子克提西普斯的私利,从而彻底违背了自己过去的原则与言论。
πάντα μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, ἔγωγʼ ἂν ᾤμην ἢ Δημοσθένη ποτὲ τουτονὶ πρὸς τοσοῦτον ἀπονοίας καὶ τοῦ μὴ καλῶς ἔχοντος ἥκειν ὡς καὶ ἀτελείας ἕνεχʼ ἡμῖν συμβεβουλευκέναι προῆχθαι,1 καὶ τοῦτο πολλοῦ τινος εἶναι φάναι, καὶ φέρειν εἰς δόξαν τοῖς δοῦσιν οὐχ ἧττον ἢ τοῖς λαβοῦσιν· οἷς καὶ εἴ τις ἄλλος ἐγχειρεῖν ἠξίου, τοῦτον αὐτὸν πρῶτον ἔδει παντὶ σθένει διακωλύειν πειρᾶσθαι, οὐ μόνον ὅτι τῶν ἀλυσιτελῶν τοῦτʼ ἐστὶ καθάπαξ τῇ πόλει, ὡς προϊόντος ἐπιδείξω τοῦ λόγου· —ὁ δὲ πᾶν τοὐναντίον αὐτῇ καὶ βούλεται καὶ συνεύχεται, καὶ οὕτω τὸν ἀεὶ πολιτεύεται χρόνον ὡς καὶ πεπεῖσθαι λέγειν περὶ αὑτοῦ μὴ ἂν ἕνα μηδένα τῶν πάντων τὰ τοιαῦτα δόξαι βελτίω, καὶ οὐ λέγειν μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις δεικνύναι· —ἀλλʼ ὅτι καὶ μεγίστη τις ἐντεῦθεν γένοιτʼ ἂν τοῖς πράγμασι βλάβη, εἰ τοῦθʼ ἑξῆς διὰ πάντων χωρήσει. νῦν δὲ οἷς τὰ τοιαῦτα συνηγορεῖ, καὶ οἷς πλείω τούτων ἢ πάντων ὧν πώποτʼ εἶπεν ἢ συνεβούλευσε λόγον ποιεῖται, δυοῖν θάτερον λογίζεσθαι δίδωσιν, ἢ ʼκεῖνα μὴ καλῶς εἰρηκέναι ἢ ταῦτʼ οὐκ ὀρθῶς ἐψηφίσθαι· μᾶλλον δὲ εἰ μὲν ὀρθῶς ταῦτʼ ἔχει, κόμπος ἐκεῖνα καὶ οὐδὲν ὑγιὲς, εἰ δʼ ἐκ τῶν ἔργων ἐκείνοις ἡ πίστις, καὶ οὐδʼ ἂν εἷς ἐξ ὧν, ὦ Δημόσθενες, ἔπραξας φήσαι μὴ οὐ ταῦτα προσηκόντως εἰρῆσθαι,2 εὔδηλον πάντως ὡς ἔξω λόγου τὰ τοιαῦτʼ ἐσπουδάκεις, καὶ πρὶν ὑφʼ ὁτουοῦν ἐληλέγχθαι, κατʼ αὐτὸς σαυτοῦ ταυτηνὶ φέρεις τὴν ψῆφον. ἐγὼ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ οὕτω δεινὸν εἶναι τοῦτον ἠξίουν ὡς τοῦ βούλεσθαί τισιν ἕνεκα καταθέσθαι χάριν τῇ πόλει λυμαίνεσθαι, μηδὲ τῶν πρὸς ταύτην δικαίων μείζω τὰ τούτων ποιεῖσθαι, μηδὲ βοηθεῖν τούτοις οἰόμενον δεῖν ἔπειτʼ αὐτῇ πολεμεῖν, ἀλλʼ ὃ μέλλει κοινῇ συνοίσειν, τοῦθʼ ὡς ἔθος αὐτῷ καὶ διανοεῖσθαι καὶ πράττειν ἀεί. ὅπου γὰρ καὶ τῶν ὡς ἀληθῶς ἡμῖν συμφερόντων ἔσθʼ ὅτε, μᾶλλον δʼ ἐν τῷ καθάπαξ, διʼ αὐτὴν ταύτην ὑπερορῶμεν, πῶς οὐκ ἀλογία σαφὴς ἑτέρῳ τῳ κατʼ αὐτῆς χαρίζεσθαι; ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτʼ ἤδη πράττειν αἱρεῖσθαι, ὥσθʼ ὅσον πρόσθεν χρηστὸς ἦν καὶ δημοτικὸς καὶ τῆς πολιτείας ἀκριβὴς σπουδαστὴς, τοσοῦτον νῦν ἐξέστη τῆς ὑποθέσεως, καὶ τοὐναντίον ἢ πρόσθεν τοῖς πράγμασι χρῆται· οὐχ ἃ τῇ πόλει συμφέρει, ἀλλʼ ἃ τῷ Χαβρίου παιδὶ, ἢ εἰ βούλεσθε, οἷ αὐτῷ—τὴν γὰρ δὴ τούτου μητέρα μετὰ τὴν ἐκείνου τελευτὴν αὐτὸς γεγαμήκει— ταῦθʼ ἡμᾶς πείθειν ἐθέλων, μονονουχὶ ταῦτʼ ἐν τούτοις βοῶν, ὡς οὐδένα ποιοῦμαι τῆς πόλεως λόγον, ἀλλὰ λῆρος πάντʼ ἐμοὶ πρὸς τὸ γένος. ἀμέλει καὶ ὃν ἐξ ἀρχῆς ἔδει κεῖσθαι τῇ πόλει νόμον, μηδένα τῶν πολιτῶν ἀτελῆ μήτʼ εἶναι μήτʼ ἂν γενέσθαι, τοῦτον3 ἤδη καλῶς ὑπὸ Λεπτίνου τεθέντα, ὡς καὶ πάντων τῶν εὖ φρονούντων, ὡς εἰκὸς, αὐτὸν ἐπαινούντων, καὶ πάνυ τοι συνηδομένων αὐτῷ τε καὶ τῷ νόμῳ, τῷ μὲν τῆς κοινῆς ὠφελείας, τῷ δὲ τοῦ πρόνοιαν ταυτησὶ πεποιῆσθαι, μόνος οὗτος, ἢν εὖ πάθωμεν ὡς ἔοικε δυσχεραίνων, ἀντὶ τοῦ συγκροτεῖν αὐτὸν καὶ θαυμάζειν καὶ ὅπως εἰς ἀεὶ κύριος ἔσται παρασκευάζειν. ὁ δὲ καὶ ὅπως ἄκυρος ἔσται πάντα ποιεῖ· οὐ τὸ ξυμφέρον, ὡς ἂν εἴποι τις, ἀγνοῶν· τίς γὰρ τούτου τὰ τοιαῦτα δεινότερος; ἀλλʼ ὅπως εἰς τὴν πατρῴαν ἀτέλειαν καὶ αὖθις ἐγκαταστήσῃ Κτήσιππον, οὐκ εἰδὼς ὡς ἐν μὲν τῷ τὴν πόλιν εὖ πράττειν καὶ αὐτὸν εὖ πράττειν ἀνάγκη, ἐν δὲ τῷ τὸν μὲν νῦν εὖ ἔχειν ἐθέλειν, τὴν δὲ μὴ, καὶ αὐτὸν ὅσον οὐκ ἤδη τῶν αὐτῶν πεπειρᾶσθαι. ἔτι τοίνυν εἰ μὲν, ὦ Δημόσθενες, οὐκ εὖ ἔχειν ὁ νόμος ἐδόκει οὐδὲ τοῦ γιγνομένου διὰ πάντων τυγχάνειν, ἀλλὰ φλυαρίαν ταῦτʼ εἶναι καὶ οὐδὲν ὑγιὲς, αὐτόν σε πρῶτον ἐχρῆν εἰς μέσον παριόντα διακωλύειν τοῦτον, αἰτιᾶσθαι, παρανόμων γράφεσθαι, οὐ τούτους ἢ ʼκείνους ἐξ ἀφανοῦς καθιέντα διʼ αὐτῶν ἐλέγχειν τοῦτον πειρᾶσθαι, καὶ κατὰ τοῦδε σφίσι συνηγορεῖν. σοὶ γὰρ, εἴπερ τῳ, τὰ τοιαῦτα μάλιστα μέλει. οἷς δὲ τότε μὲν σιγᾶν ᾤου δεῖν, νυνὶ δὲ μετʼ αὐτῶν αὐτὸν διαβάλλειν, ἀμφότερα βεβαιοῖς, τόν τε νόμον ὡς κάλλιστα ἔχειν, αὐτόν τέ σε μάτην κατʼ αὐτοῦ κεκινῆσθαι· ὅς γε καὶ ἵνα μὴ τοῦ μὲν Κτησίππου μόνου δόξας ἀντιποιεῖσθαι, τὸ δὲ τῆς πόλεως παρὰ
雅典的公民们,我宁愿预料任何事情,也决想不到这位德摩斯梯尼竟会达到如此狂妄与不义的境地,以致被引诱为了免税特权而向我们进言,宣称这是极有价值的事,且给予者与接受者同样能由此获得声望。即使有其他人企图染指此事,他本人也应当首先全力设法阻止,这不仅因为此事对城邦全无益处(正如我在演说展开时所要证明的那样)——但他对城邦所希冀并祈求的却完全相反,并且他一贯如此从政,以致自信地宣称在所有人中没有一人对此类事务的主张能比他更好,而且不仅在口头上这么说,还用行动加以证明——不仅如此,更因为如果这种做法全面推行下去,将对城邦政务造成极大的损害。但如今,他为这类事情辩护,把这些事看得比他生平所说或所建议的一切还要重,这使我们不得不在两者之中做出推断:要么是他过去的演说不妥,要么是如今的表决不当。或者说,如果现在的做法正确,那么过去的言论就是虚张声势、毫无实质;但如果根据事实可以确信过去的言论,而任何人依据你所做的事,德摩斯梯尼啊,都不能否认那些话确实讲得合宜,那么完全明显的是,你热衷于此类事务完全不合常理,在被任何人反驳之前,你本人就已经对自己投下了这一有罪的票决。 雅典的公民们,我本以为他不至于如此卑劣,竟为了向某些人讨好而损害城邦,把那些人的私利置于对城邦的正义之上,以为必须协助他们就进而向城邦开战;相反,他本应像他平素的习惯那样,始终思考并实行那将带来共同利益的事。因为既然为了城邦自身,我们有时——或者不如说一概——连那真正有利于我们自己的事也会忽视,那么为了迎合他人而损害城邦,岂不是明白的荒谬?然而,他如今不仅不选择这样做,反而此前表现得多么正直、亲民且忠实维护宪制,如今就在同等程度上背弃了自己的宗旨,以与过去截然相反的方式对待国政。他不是为了城邦的利益,而是为了沙布里亚斯的儿子的利益,或者如果你愿意的话,是为了他自己的利益——因为在那人〔沙布里亚斯〕死后,他自己娶了这人〔其子〕的母亲——而试图说服我们,在这些人面前他简直就在叫嚷:“我对城邦不屑一顾,与家族利益相比,一切对我来说都是儿戏。”当然,对于原本就应当为城邦立下的法律,即任何公民都不得享有也不得获得免税特权,如今既然已由莱普提涅斯妥善确立,并且正如理所应当的那样,所有明智之士都赞赏它,对莱普提涅斯和该项法律都极为欣慰——对一方是因为共同的益处,对另一方是因为预先顾及了此事——然而只有这个人,似乎因我们得到好处而心生不悦,不仅不予以鼓掌称赞并设法使该法永远有效,反而千方百计要使其失效。他这样做,并非像有人可能说的那样是不懂什么是利益——因为在此类事情上谁能比他更精明?——而只是为了让克提西普斯再次恢复其继承自父亲的免税特权。他不知道,城邦昌盛,他自己也必然昌盛;而若期望个人如今过得安逸而城邦不得安宁,他自己也很快会尝到同样的苦果。 再者,德摩斯梯尼啊,如果这项法律显得不妥,也不符合普遍适用的原则,而是荒唐空洞、毫无道理,那么你本人首先就应当走到众人当中去阻止它、指责它,并提起违宪指控,而不是从暗处指使这群人或那群人,企图通过他们来驳倒该法,并协助他们对抗这位立法者。因为如果有谁关心此类事情,那最关心的非你莫属。然而,你当时认为应当保持沉默,如今却与他们一同诋毁该法,这就证实了双重事实:既证明了该法律极为完善,又证明了你自己反对它是徒劳无益的。正是你,为了不显得仅仅是在为克提西普斯一人争夺利益,而将城邦的利益抛在一边……
- 1ὡς καὶ ἀτελείας ἕνεχʼ ἡμῖν συμβεβουλευκέναι προῆχθαι
由 ὡς 引导的结果从句,呼应前文的 πρὸς τοσοῦτον ἀπονοίας... ἥκειν。不定词 προῆχθαι 作被动态理解(“被引诱/推向[如此地步]”),其逻辑主语为前文受格的 Δημοσθένη,后续连带完成时不定词 συμβεβουλευκέναι 表示其被引向的行为。
- 2μὴ οὐ ταῦτα προσηκόντως εἰρῆσθαι
由于支配分句中包含否定词(οὐδʼ ἂν εἷς... φήσαι),在随后的间接引语不定词 εἰρῆσθαι 前采用了双重否定 μὴ οὐ,意为“没有人能否认那些话讲得合宜”。
- 3ὃν ἐξ ἀρχῆς ἔδει κεῖσθαι τῇ πόλει νόμον... τοῦτον
先行词 νόμον 以受格形式被纳入关系从句 ὃν... κεῖσθαι 之中(先行词吸引),随后在主句中由指示代词 τοῦτον 予以承接。整句形成了一个较长的破格句(anacoluthon),最终在 ὁ δὲ καὶ ὅπως ἄκυρος ἔσται πάντα ποιεῖ 中落实主要行动。
