- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:30-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指责德摩斯梯尼无法说出所谓法律针对者的具体姓名,并援引狄奥提玛的先例,论证莱普提涅斯并未剥夺免税之外的各项荣誉,因此其立法绝非僭主式的专横,亦未取消城邦酬谢恩人的权力。
οὐκέτʼ ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι1 Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδʼ ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτʼ αὐτὸς ἑτοιμότατος εἶ, ἀλλʼ ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατʼ ἂν οὐ μικρῶς. νῦν δʼ οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδʼ ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλʼ ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δʼ αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλʼ οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θʼ ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτʼ εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν·2 σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτʼ αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτʼ εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστι διαβάλλων, ὅπως τὸν μὲν, ὦ θεοὶ καὶ νόμοι, δοῦναι δίκην παρασκευάσῃς, ὡς διʼ ὧν εἰσηγεῖται τοῖς πράγμασι δυσμενῆ· ἀτέλειαν δʼ ὥσπερ τινὰ φυγάδα καὶ ὑπερόριον καταγαγεῖν αὖθις τῇ πόλει, προπίνων ἐντεῦθεν Κτησίππῳ τὸ ταύτης συμφέρον. ἀλλὰ γὰρ τὸ προσγράψαι, φησὶ, μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι, ἢ θανάτου τὸν τἀναντία γεγραφότα τιμᾶσθαι, οὐ μόνον τυράννου δίκην τὸ ταῦτʼ ἔχειν συνήθως ἐν τῷ τοῦ καιροῦ φιλοτιμεῖσθαι καλοῦντι, ἀλλὰ καὶ τὸ κατʼ ἐξουσίαν ἀνῃρήκει τῇ πόλει. εἰ μὲν οὖν καθάπαξ ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, Λεπτίνης μεγαλοψυχίας ἀπείργει, ὡς μήτε τοὺς εὐεργέτας ἀντευποιεῖν οἵους τʼ εἶναι μήθʼ ὅλως τοὺς εὖ πάσχειν ἀξίους τοῖς γιγνομένοις δωρεῖσθαι, ἀγνωμοσύνης ἂν εἰκότως φέροιτο μέμψιν καὶ τοῦ μηδέν τι τῶν δεόντων συμβεβουλευκέναι δύνασθαι, καὶ δεῖ τοῦδε τῷ νόμῳ νόμων ἐξούλης λαχεῖν. εἰ δὲ πλὴν ἀτελείας πάντων εἶναι λέγει κυρίους, καὶ σίτησιν ἐν πρυτανείῳ καὶ συνοικίας καὶ ἀρχὰς καὶ γῆς πλέθρα καὶ πάντα τὰ τοιαῦθʼ οἷς ἔξεστι νέμειν, ποῦ ταῦτʼ ἐστὶν ἐγκαλεῖσθαι δίκαιος; ὥσπερ ἂν εἰ καὶ ἰατρὸν ἠξίους κακίζειν, ὡς ἀσιτίαν παντελῆ τοῖς κάμνουσιν ἐπιτάττει, παρὰ τὸ μὴ συγχωρεῖν τοῖς βλάπτουσι χρῆσθαι· ἢ καὶ γεωργὸς ἐδόκει σοι φαῦλος καὶ ταῖς ἀρούραις παντάπασι πολεμῶν ὁ τῶν λυμαινομένων ἐκκαθαίρων τὴν βλάστην. ἐγὼ δὲ καὶ τοῦτο λέγω, ὡς εἰ μὲν παρανόμων, ὦ Δημόσθενες, γράφει τὸν νόμον, τί περὶ τοῦ μέλλοντος δυσχεραίνεις; αὐτὸ γὰρ τοῦτο τὸ παρανομοῦντʼ αὐτὸν εἶναι τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτόν ἐστι·3 μάταιον οὖν περὶ τοῦ μὴ νῦν ὄντος ὡς ἔτʼ ἐσομένου φροντίζειν· εἰ δʼ εὖ ἔχειν τοῦτον ὁμολογεῖς, καὶ τὸ μηκέτʼ ἂν ἐξεῖναι λελύσθαι τοῦτον οὐδὲν ἧττον προσωμολόγηκας· οὐ γὰρ δὴ νῦν μὲν φήσεις τοῦτον
你便不再认为有必要言明了:这并非因为你不愿游刃有余地驳倒莱普提涅斯,而是因为你对这些人说不出任何确凿的事实,继而唯恐自己被彻底驳倒。因为如果你真能指名道姓地提及他们,你绝不会甘于沉默,如果他们在场你也绝不会放过——你这个甚至在他们缺席时,也要像对待在场之人一样对他们大加攻讦的人;这不仅因为你自己向来最擅长此道,更因为这本会对你的诉讼大有裨益。然而现在,由于你语焉不详地提出这些人,你不仅让所有人都不相信你,甚至让人觉得这些人根本就不存在,完全是你捏造出来的。因此,德摩斯梯尼啊,你一方面妄图仅凭提及这些人就给莱普提涅斯扣上恶名,另一方面又因拒不指名道姓而企图逃避反驳,结果却在不知不觉中既证明了自己所言不实,又恰恰证明了莱普提涅斯是实事求是地立法,而非屈从于私怨。 人们常说起米利都的狄奥提玛,当她虽能为城邦将瘟疫推迟十年,却未能将其彻底消除时,她甚至不认为自己做成了这件事,也不认为自己在危难关头发挥了作用;因此世人从正反两方面对她议论纷纷:既因她竟能做到这般地步,又因她未能克竟全功,而她自己却满心懊恼,仿佛自己毫无建树一般。相反,你眼看着养育你的城邦因免税特权而缠绵病榻如此之久,自己却既不认为应当使她摆脱这场疾病,按理用你言辞的符咒为她施救——而这本是再容易不过的事;反倒对这位品德高尚的莱普提涅斯——他极其卓越且在诸神庇佑下完成了这一功业——只要可能,你恨不得将他推入西西里的火山口,从四面八方企图驱逐他,用尽一切手段诽谤他,以便——诸神和法律在上啊——让他被当作因所提法案而敌视国政之人受到惩处,同时又把免税特权像流亡者和被逐之人一样重新引回城邦,从而将城邦的利益像敬酒一样拱手奉送给克提西普斯。 他说:‘然而,在法案中追加规定今后不得再授予免税,否则对提出相反建议者处以死刑,这不仅具有僭主的做派——正如在危机召唤人们显露野心时惯常所表现的那样——更是剥夺了城邦的自主决断权。’雅典的男人们,如果莱普提涅斯断然剥夺了我们宽宏大量的胸襟,以致我们既无法回报恩人,也根本无法向那些理应得到善待之人赐予当得的奖赏,那么他理当背负愚蠢的责难,被斥为未能提出任何适切的建议,人们也理当对这部法律提起侵权之诉以捍卫诸法。但如果他说除了免税之外,公民掌握着其余一切大权,可以分赐在议事厅进餐的荣誉、住宅、官职、大片土地以及所有准予分赐的此类赏赐,那凭什么公正地指责他呢?这就像你硬要责怪一位医生,仅仅因为他不准病人摄入有害之物,你就指责他命令病人完全绝食一样;又或者像一个农夫除掉有害植物的萌芽,在你看来越发成了糟蹋田地、与农田势不两立的恶人一样。此外我还要说:德摩斯梯尼啊,如果你控告这项法律违法,你又何必为将来担忧呢?因为他违法立法本身,就意味着这项法律根本就不复存在;因此,为一个现在根本不存在的事物担忧它将来还会存续,完全是徒劳的。但如果你承认这部法律本身是合理的,那么你也同样承认了它不应再被废除;因为你绝不会说目前这部法律
- 30τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτʼ ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι
在表示原因的定语性不定式结构 τῷ ... βούλεσθαι 内部,分词 ἔχων 和代词 αὐτός 与主句谓语动词 ἀξιοῖς 的主语(第二人称单数)保持一致而采用了主格(主格不定式吸引现象)。结合上下文,否定含义延续至 βούλεσθαι,意为“因为你自己不愿随后被彻底驳倒”。
- 30καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν... ἡ δʼ ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν
本句开端是由 φασί 支配的“宾格加不定式”结构(τὴν μὲν ... Διοτίμαν ... νομίσαι),但在插入了冗长的主从从句和 ὥστε 结果从句之后,句式发生了破格转换(anacoluthon),后半句以主格指示代词 ἡ δέ 配合迂回未完成时 δυσχεραίνουσα ἦν 转为独立分句。
- 31αὐτὸ γὰρ τοῦτο τὸ παρανομοῦντʼ αὐτὸν εἶναι τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτόν ἐστι
这是一个主语和表语皆由带有宾格主语的冠词不定式构成的判断等同句(τὸ παρανομοῦντʼ αὐτὸν εἶναι 与 τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτον)。短语 αὐτὸ τοῦτο 起强调作用,确立了两者的逻辑等置:“他违法立案本身,即意味着此法根本就不存在”。
