- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:32-33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者论证道,与未树敌的往昔立法者不同,莱普提涅斯面对众多反对者,必须追加禁止将来废除该法的条款,并得出结论:德摩斯梯尼的反驳反而讽刺性地确立了该法的正当性与必要性。
λυσιτελεῖν, ὕστερον δὲ οὐκέτι, ἀλλὰ τὸν αὐτὸν διὰ τέλους εἶναι προσῆκεν, εἴ γε μέλλει ταῖς ἀληθείαις τὸ πρόσρημα σώζειν. ἐκεῖνο δʼ ἴσως ἐρεῖς, ὡς εἰ τῷ νόμῳ τὸ δίκαιον πρόσεστι, καὶ σύνοιδε Λεπτίνης βεβαίως καὶ ἀσφαλῶς ἔχοντι, τοῦ χάριν καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας προσδεῖν τούτῳ νομίζει; οὐδεὶς γὰρ τῶν νομοθετῶν περὶ ὧν ἔθεσαν νόμων ταύτην ἔσχον τὴν γνώμην, οὐδʼ ἐγγὺς, ἀλλʼ ἀποχρῆν ᾤονθʼ αὑτοῖς, εἰ μετὰ τοῦ δικαίου πᾶσι προσφέροιντο. νῦν δʼ οἷς αὐτὸς μόνος τὰ τοιαῦτα διανοεῖ ἔοικας οὐκ ἀγαθὴν περὶ τοῦ νόμου δόξαν κεκτῆσθαι. ὡς μὲν οὖν ὁ νόμος κάλλιστα καὶ δικαιότατα καὶ ἀσφαλέστατα πάντων ἔχων κοινοφελές ἐστιν ἀγαθὸν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν ἔφην γέγονε δῆλον, ἀλλὰ καὶ οἷς ἐδείξαθʼ ὑμεῖς, τῷ τοιοῦτον εὐθὺς ὁρμῇ τινι θεοφορήτῳ καὶ ὅλῳ καὶ παντὶ δεδέχθαι θυμῷ, ὡς καὶ τῆς συνήθους χειροτονίας καὶ ψήφου κοινῆς αὐτὸν ἀξιῶσαι. ὅτι δὲ οὐκ ἄπο λόγου καὶ τὸ τοῖς μὲν ἄλλοις ἅπασι νόμοις μηδὲν μηδʼ ὁτιοῦν προσγεγράφθαι, αὐτῷ δὲ μόνῳ τοῦτʼ ἐκ περιουσίας ὑπάρξαι, οὐχ ὅπως εἴσεσθε σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ φήσετʼ, εὖ οἶδα, μὴ χρῆναι ταῦτʼ ἄλλως ἢ τοῦτον ἐσχηκέναι τὸν τρόπον, εἰ τὰς αἰτίας ἀμφοῖν λογιεῖσθε. εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος καὶ ὅστις ἕτερος τῶν νομοθετῶν, οὐδεμιᾶς τινος ἐπικειμένης ἀνάγκης, ἀλλʼ ἀπὸ δημοτικωτάτου τῆς γνώμης ἐπὶ τοὺς νόμους ἧκον καὶ τὰς κοινὰς εἰσηγήσεις, Λεπτίνης δʼ ὑπʼ ἀνάγκης καὶ τοῦ μηκέθʼ οἷός τε εἶναι κινδυνεύουσαν ὁρᾶν ἐξ ἀτελείας τὴν πόλιν. καὶ οἱ μὲν οὐδένα τῶν πάντων διʼ ὧν ἐνομοθέτουν ἐλύπουν· οὐδὲ γὰρ οὐδὲ γερῶν ἀπεστέρουν· ὁ δὲ πᾶν τοὐναντίον πολλοὺς καὶ παντοδαποὺς τοὺς ταύτης διὰ τὸν νόμον ἐκπεπτωκότας ἐκπεπολεμωκὼς ἑαυτῷ· οὔτʼ ἐκείνους ἐχρῆν, διὰ τὸ μηδὲ τηνικαῦτα τοὺς ἀντιλέγοντας ἴσχειν, πρόνοιαν τοῦ μέλλοντος ἡντινοῦν πεποιῆσθαι· οὔκουν οὐδὲ πεποίηνται· οὔτε τούτῳ, διὰ τὸ πολλούς τινας τούτους κεκτῆσθαι, σεσιγῆσθαι τὸ μέλλον·1 οὔκουν οὐδὲ σεσίγηται· ἀλλʼ ὥσπερ τις ἄριστος ἰατρὸς, οὐ νόσους ἀκούμενος μόνον, ἀλλὰ καὶ φάρμακα ἄττα πρὸς τὸ μέλλον ἐπιδιδοὺς, καὶ προσέτι κελεύων μὴ διʼ ὧν ἡ νόσος ἐπῄει σιτίων, τούτων μηδʼ ὁπωστιοῦν διὰ βίου μετέχειν ἐξεῖναι, ἐφʼ ᾧ μὴ τῶν αὐτῶν καὶ αὖ πεπειρᾶσθαι· ὣς δὲ καὶ Λεπτίνης γράψας μηδένα εἶναι ἀτελῆ, ὁ δὲ μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι προσγράφει, τό τε νῦν εἶναι τό τʼ εἰσαῦθις εἶναι καθάπαξ ἀσφαλιζόμενος, καὶ τὰ μὲν τῆς πόλεως ἀεὶ προμηθούμενος, τὰ δὲ καὶ τοὺς εἰς νέωτα παραπλησίους Δημοσθένει τὰ τοιαῦτʼ ἐσομένους ἀνείργων. εἰκὸς γὰρ, εἰκὸς, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὸν ἀεὶ χρόνον καὶ χρηστοὺς καὶ φαύλους ἐνεῖναι τῇ πόλει. εἰ δὲ καὶ τυραννίδος εἰς θέσιν νόμων ἐδέησεν εἱστισοῦν, τί καινὸν εἰ καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἐδεήθη Λεπτίνης; ἀλλʼ οὐ περὶ τῷ νόμῳ μὰ τοὺς θεοὺς, ὡς ἄν τις φαίη, δεδιώς· ὁ γὰρ παρʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς ὑμετέρας ψήφου παντὸς μᾶλλον ἐπὶ τῷ βέλτιστος εἶναι τὸ συγκεχωρηκὸς ἐσχηκὼς, τί παρὰ τοῦτο ὄφελος,2 ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα ληρῇ; οὕτως, ὦ Δημόσθενες, ἃ μὲν ὑπὲρ αὐτὸς σαυτοῦ λέγειν ἐδόκεις, ταῦθʼ ὑπὲρ Λεπτίνου λέγων ὡς κάλλισθʼ εὑρέθης· καὶ οἷς τοῦτον αἱρήσειν ἤλπισας, τούτοις αὐτὸς καθάπαξ ἑάλως. καὶ ἀτελείας μὲν, ὑπὲρ ἧς πάντʼ αὐτὸς καὶ ποιεῖν καὶ λέγειν ᾥου δεῖν, ταύτης οὐδὲν ἐξωλέστερον ὦπται· ὃν δʼ εἰσενήνοχε νόμον Λεπτίνης, τούτου μηδὲν ἀναγκαιότερον χρῆσθαι. ὥστε σοι καὶ χάριν ἂν εἰκότως ἔχοι Λεπτίνης οἷς ὅτι πλέον ἐντεῦθεν τοῦτον σεμνύνεις3 ἢ εἰ συνειρήκεις τὸ ἐξ ἀρχῆς. τότε μὲν γὰρ καὶ χαρίζεσθαι ἂν ἴσως ἐδόκεις καί τις ἀφῆκε βέλος ἐξ ἀφανοῦς, νυνὶ δὲ ἀνύποπτος ἡ μαρτυρία, ὡς ἄρα τῶν βελτίστων καὶ λυσιτελεστάτων ἁνὴρ, τῷ καὶ παρὰ τῶν ἐχθρῶν αὐτῷ ταῦτʼ ἐψηφίσθαι.
是有益的,其后却不再有益;如果它确实要在实质上保持其名实相符,就理当自始至终保持不变。 你或许会说这样的话:“如果法律本身具备正义,而莱普提涅斯也深知它坚定且稳固,那他凭什么认为这部法律还需要未来的安全保障呢?因为在制定法律的人当中,没有任何人对他们所立的法持有这种看法,甚至连相近的看法也没有,他们反倒认为,只要自己在一切事上秉持正义,就足以心安理得了。然而现在,正因为唯独你抱有这等心思,看来你对这部法律并没有什么好评价。”雅典的男人们,这部法律由于具备最卓越、最公正、最稳固的品质,因而是有利于城邦的至善,这不仅从我方才所言中已经昭然若揭,而且从你们自己所表明的态度中也显露无遗——你们立即以一种受神灵启示般的冲动和全身心的热忱接纳了它,甚至认为它配得上通常的举手表决和公众的选票。但是,至于为什么在所有其他法律上都没有附加任何条款,唯独在这部法律上却有这样绰绰有余的附设,雅典的男人们,只要你们权衡两者的原因,你们不仅能心明眼亮,而且我深知你们还会说,事情决不可能不是这个样子。因为梭伦、吕库古以及立法者中的其他人,并不是在任何迫不得已的危殆之下,而是出于最符合民主原则的心意来制定法律和提出公共提案的;而莱普提涅斯则是在必然性的逼迫下,因无法再坐视城邦因免税特权而陷入险境才立法的。前人在立法时未曾使任何一个人感到痛苦——因为他们没有剥夺任何人的特权;而后者却完全相反,因为这部法律,他使许多被剥夺此项特权的各色人等与自己反目成仇。因此,前者因为当时没有任何反对者,本就无需对未来做任何防备——事实上他们也确实未作防备;而后者因为拥有如此众多的敌对者,便绝不能对未来保持沉默——事实上他也确实没有保持沉默。相反,就像一位最优秀的医生,不仅医治疾病,而且还为未来配给若干药物,更进而命令终身不得以任何方式享用那些曾导致疾病侵袭的食物,以免再次经受同样的痛苦;莱普提涅斯也是如此,在提议废除一切人的免税特权之后,他又追加提议今后不得再授予免税,从而一劳永逸地确保了现在与未来,一方面时刻为城邦深谋远虑,另一方面也遏制了来年那些在这些事务上企图效仿德摩斯梯尼的人。因为在城邦中始终既存在贤良之辈又存在卑劣之徒,这本是情理之中,或者说是完全必然的。如果立法确实需要带有某种强制性的僭主色彩,那么莱普提涅斯为了公共利益而谋求未来的稳固,又有什么不可思议呢?凭诸神作证,这绝不是像某些人可能说的那样,是因为他自己对这部法律有所胆怯;因为既然它已经从你们这里、雅典的男人们,首先从你们的投票中获得了被公认为最善之法的承认,那么在此承认面前,哪怕某某人胡言乱语,又能起什么作用呢? 因此,德摩斯梯尼啊,你自以为是在为自己辩护的话,结果却被证明是在极其漂亮地为莱普提涅斯辩护;而你指望用来定他罪的东西,恰恰让你自己被彻底驳倒了。至于免税特权——你认为自己理当为之倾尽全力去行事和言说的事物——已被证明没有比它更为祸患无穷的了;而莱普提涅斯所引入的法律,则已被证明没有比它更需要采用的了。因此,莱普提涅斯完全有理由对你心怀感激,因为你经由这场论争使他获得的尊荣,远胜于你从一开始就为他辩护所能带来的效果。因为在当时,你或许还会被看作是在徇私讨好,或许还会有人暗箭伤人;但现在,证明此人确实属于最优秀、最有利之士的证言已无可置疑,因为这一裁决甚至是由他的敌人为他投下的。
- 32εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος... οὔτʼ ἐκείνους ἐχρῆν... οὔτε τούτῳ... σεσιγῆσθαι τὸ μέλλον
句首由条件连词 εἰ 引领的对照(Σόλων μὲν... Λεπτίνης δέ...)在经过长篇的名词短语与分词短语铺垫后,发生句式破格(anacoluthon),直接并入主句结构 οὔτʼ ἐκείνους ἐχρῆν... οὔτε τούτῳ... [ἐχρῆν] σεσιγῆσθαι。整个长句的逻辑骨架为因果性对照:“既然梭伦等人处于情况X,而莱普提涅斯处于情况Y,那么前者无需预备未来,后者也不应在未来之事上保持沉默”。
- 33τί παρὰ τοῦτο ὄφελος
介词短语 παρὰ τοῦτο 表示比较或对照(“与此相比 / 在此面前”,指民众与其投票的认可)。修辞疑问句中 ὄφελος 省略了动词 ἐστί,整体构成反诘:“面对这般认可,即便某人胡言乱语,又能起什么作用呢?”
- 33οἷς ὅτι πλέον ἐντεῦθεν τοῦτον σεμνύνεις
关系代词与格 οἷς 或是包含了先行词,或是吸引了表示原因的指示代词 τούτοις(意为“因……之故”)。连词 ὅτι 引领名词性从句或原因从句(“你因而越发荣耀了他”),整句作 χάριν ἔχειν(心怀感激)的原因宾语。
