- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:28-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者反驳称,既然此前并无规定免税的法律存在,莱普提涅斯的立法便非违法,反倒是德摩斯梯尼曲解法律而在自招控告。辩者进一步论证,立法乃普遍劝善而非针对个人的私怨宣泄,从而驳斥了德摩斯梯尼关于该法系出于个人仇恨而立的指责。
μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τὸν παλαιὸν τοῦτον ἔλυσε γραψάμενος· νῦν δὲ μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον ὅμως ἐνομοθέτει, καὶ ταῦτα ἑτέρου κελεύοντος νόμου καὶ κατʼ αὐτὸ τοῦτο ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. χρὴ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλιστα χρὴ τὰ τοιαῦθʼ οὕτως περαίνειν καὶ τοῦτον τὸν τρόπον αἱρεῖσθαι νομοθετεῖν, καὶ τὸν μὴ ταύτῃ γε παρεσκευασμένον, ἀλλʼ ὁμόσε χωροῦντα πρῶτος ἔγωγʼ αὐτὸς ἕλοιμʼ ἂν παρανόμων,1 ὅτι μὴ συνίδοι τὸ δέον. ἀλλʼ οὐ Λεπτίνης τοιοῦτος. πόθεν; πολλοῦ γε καὶ δεῖ· εἰ μὲν γὰρ ἀτέλειαν ὁ νόμος ἐκέλευεν εἶναι, ὁ δʼ οὐ προσεῖχεν, ἀλλὰ καὶ πρὶν ἢ λελυκέναι τὸν νόμον καὶ δεῖξαι μὴ καλῶς εἰρηκότα τἀναντία νομοθετεῖν αὐτὸς ᾤετο χρῆναι, μαρτυρίαν καθʼ ἑαυτοῦ καταλείπει ὅτι παρανομεῖ. νῦν δὲ οὔτε νόμος ἦν ὁ κελεύων οὔθʼ οὗτος δή που παρανομεῖ τοιαῦτα νομοθετῶν· οὐ μᾶλλόν γε ἢ Σόλων ὁ παλαιός· ἀλλʼ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ τἀναντία τοῖς φανεροῖς φρονῶν καὶ τὸ μὲν κοινῇ σῶζον τὴν πόλιν οὐ μὰ Δία σκοπῶν, ὃ δὲ πρὸς ὀλέθρου ταυτηὶ καθειστήκει, πᾶσαν εἰσφέρων ὑπὲρ τούτου σπουδὴν, καὶ τῷ τοῖς λόγοις ᾗ βούλεται δύνασθαι χρῆσθαι νῦν μὲν πρὸς τὸ δοκοῦν ἑαυτῷ μεμνημένος τῶν νόμων, νῦν δὲ τοὺς οὐκ ὄντας νόμους εἰς νόμους τιθείς· ὁποῖος αὐτὸς εἶ. ὥσθʼ ὅταν ταῦτʼ, ὦ Δημόσθενες, λέγῃς, σαυτοῦ κατηγορεῖς, οὐ Λεπτίνου, εἴ γε ὁ μὲν οὐ νόμου δή τινος περὶ ἀτελείας κειμένου, ἀλλʼ ἔθους χθὲς καὶ πρώην, ὦ Ζεῦ, εἰσκεκωμακότος τῇ πόλει τὸν ὑπὲρ τῆς πολιτείας τοῦτον εἰσήνεγκε νόμον, ὃν κάλλιστον καὶ δικαιότατον πάντες ἂν φαῖεν· σὺ δʼ αὐτὸν ἐλέγχειν ἐπιχειρῶν οὐ νόμῳ τοῦτο ποιεῖς, ἀλλὰ κενοῖς τισι λόγοις καὶ μύθοις παράγων, νόμων μὲν καὶ ἀληθείας καθάπαξ ἀποστατοῦσι, ψεύδους δὲ καὶ παρανομίας μεστοῖς, κἂν χρησμῶν οὐδὲν ἧττον τούτοις αὐτὸς ἰσχυρίζῃ.
在通过起诉废除这条旧法之前,不得提出他自己的法律;然而现在,他虽留下了证明自己违法的证据,却依然制定了这条法律,况且另一条法律明文规定,若有人制定的法律与先前既定的法律相抵触,单凭这一点便当承受违法立法的指控。’ 雅典的男人们,诚然,此类事情确实应当按此方式来办,人们也应当选择以此种方式立法;若有人未作这般准备,反而公然背道而驰,我自己愿第一个以违法立法罪将他定罪,因他未能明察所当为之事。然而莱普提涅斯绝非这样的人。何至于此?差得远呢!因为如果法律曾明令规定应当保有免税,而他置之不理,反倒认为在废除该法并证明其表述不当之前,自己就有权制定相反的法律,那么他确实给自己留下了违法的证据。但事实是,既无任何法律作此规定,他制定这样的法律也绝未违法——至少绝不比当年的梭伦更违法。然而若要说出实情,正是你这种人:违背显而易见的事实,指着宙斯起誓,丝毫不着眼于在公共层面上拯救城邦之事,反而为导致城邦毁灭之事倾尽全力;凭借自己随意操弄言辞的伎俩,时而为了符合私意而征引法律,时而将原本不是法律之物当作法律来立——你自身正是这样的人。因此,德摩斯梯尼啊,当你这般言说时,你控告的是你自己,而非莱普提涅斯。因为他是在关于免税根本没有任何既定法律、而只有昨日与前日——宙斯啊——才闯入城邦的陋习这一背景下,为了城邦政制提出了这条人人都称其为最美好、最公正的法律;而你企图驳斥他,却并非依循法律,而是用空洞的说辞与谎话来蛊惑人心,这些话语完全背离了法律与真相,充斥着虚妄与违法,即便你将它们奉若神谕一般极力坚称,也依然如此。
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον·2 ἐπεὶ ὅτι γε τοῦτʼ ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατʼ αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτʼ ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθʼ ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δʼ αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστʼ ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δʼ ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δʼ ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι,3 καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδʼ ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις. ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθʼ οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλʼ ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν
不仅如此,你尤其在这一点上对莱普提涅斯极尽诬蔑之能事,硬说他是出于对某些人的私怨,而非出于对城邦的关顾才制定了这条法律。因为此乃实情,且他并非因你自己所称的那些理由而走向此举,从以下几点便昭然若揭:首先,任何对某人心怀怨恨之人,其言辞只会单独针对那个人,并以压倒一切的热忱企图在各方面证明自己最为高尚,而将对方斥为全无廉耻的人类败类,通过辩驳、谴责、诽谤,利用一切可能的手段加以攻讦,指着宙斯起誓,绝不会去立一部法律。因为这两者绝不可能混为一谈:法律与针对个人的起诉状。后者是对邪恶和某人之恶劣品性的揭露与抨击,而前者则是引导人们向善、阻遏最恶之事的普遍规劝,以期让人趋利避害。那么请问,莱普提涅斯怎可能会放弃追究他原本能够控告的仇人,反而去规劝他们如何成为至善之人,又怎会把那些他极乐意看到其遭殃之人,当作最亲密的朋友来对待呢?绝不可能,绝不可能!如果仅仅因为他制定了任何人均不得免税的法律,从而成为那些享有免税特权之人最大痛苦的根源,你便由此极其轻率地推断出仇恨,那么你差不多也该对所有的立法者做出同样的裁断,并向他们也提起恶意之诉了;因为他们在论述克制、正义以及其他美德时,显然并非毫无保留地受到所有人的欢迎,而只是受到那些品德端正之人的欢迎;至于那些最邪恶、与公序良俗背道而驰之徒,他们对这些法律感到何等厌烦,则是无须多言的。 再者,德摩斯梯尼啊,若有人问你,莱普提涅斯究因厌恶何人而起草了这条法律,我看你是说不上来的。你不过是泛泛地说有那么一些人,但要说出这些人究竟是谁
- 28ἕλοιμʼ ἂν παρανόμων
在法庭诉讼语境中,动词 αἱρέω 表示“起诉并使其定罪”或“在诉讼中胜诉”,属格 παρανόμων 表示罪名(指代违宪立法之诉 γραφὴ παρανόμων)。整句意为“(我自己愿第一个)以违法立法罪将其定罪”。
- 29ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον
承接前文动词 καταψεύδει(“诬指、作伪证控告”),接续 ὡς + 属格分词 τεθεικότος(其逻辑主语为莱普提涅斯),表示控告者所主张的藉口或指控内容。其间以 ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν(出于对某些人的私怨)与 οὐ τῷ... προνοεῖσθαι(而非出于关顾城邦)两组定冠词与格动名词短语相对比,表明立法的动机。
- 29ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι
惯用句式 ὥρα [ἐστί] + 与格 + 不定词表示“正是某人该……的时候/理应如此”。此处采用完成体不定词 ἐψηφίσθαι(“已裁定/表决”),带有讽刺意味地表明:若按德摩斯梯尼的逻辑,他此刻理当对几乎所有立法者都早已做出了同样的判定。
