← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§26-27

曲解奖赏保护法与对控告莱普提涅斯的反驳

演说者指出炫耀恶行之人罪责更重,指责德摩斯梯尼曲解保障奖赏的法律以替免税辩护并不公地控告莱普提涅斯违宪,并反驳称真正的奖赏必须同时使受领者与城邦共同获益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

δωροδοκεῖν καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθʼ ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον1 καὶ τρέμειν, οἱ δʼ ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτʼ ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδʼ ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν. καὶ μὴν οἷς ἡμᾶς κἀκείνως φενακίζειν ἐπιχειρῶν οἴει λανθάνειν, τούτοις οὐδὲν ἧττον ἁλίσκει πονηρευόμενος καὶ κατʼ αὐτὸς σαυτοῦ μᾶλλον ἢ ἡμῶν αὐτῶν. οὐ γὰρ ὡς ἔννομόν τι καὶ τῆς ἐκεῖθεν ἐξημμένον ἀνάγκης ἔχων ἀτέλειαν δεῖξαι, οὐδὲ τοὺς ταύτης πέρι διαγορεύοντας νόμους εἰς μέσον θεῖναι κἀντεῦθεν, ὡς νομίζεις, ἐξελέγξαι Λεπτίνην, σὺ δὲ καὶ οὕτως σφόδρʼ ἑτέρως ποικίλλεις2 καὶ περιάγεις τὸν λόγον ὡς καὶ πείθειν ἔχειν ἐκ τοῦ παραχρῆμα δοκεῖν καὶ τοὺς μὴ πάνυ τοι προσεσχηκότας ἑτοίμως χειροῦσθαι. εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθʼ ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας διʼ ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθʼ οἷος ἔσται περὶ ὧν συμβουλεύει παρʼ ἡμῶν πεπιστεῦσθαι; οὐ ταῦτα λέγεις ἄνω καὶ κάτω στρέφων καὶ συνεχῶς ἐρωτῶν εἰ μὴ δίκαιον τοὺς εὖ πεπονθότας διὰ τέλους εὖ πάσχοντας εἶναι καὶ μετέχειν εἰς ἅπαν τοῦ γέρως; ἔχε δὴ καὶ σκοπόν. ἐπέταξεν ὁ τοὺς νόμους τιθεὶς μὴ χρῆναι τὰς δωρεὰς ἀφαιρεῖσθαι· ἀτελείας δὲ οὐδʼ ὁντινοῦν τὸ παράπαν ποιεῖται λόγον, ἀλλʼ ἁπλῶς οὑτωσὶ δωρεῶν, πλὴν εἰ λάθρα αὐτὸς λέγοντος ἤκουσας. τί οὖν ἃ μὴ ʼκεῖνος ἐμνήσθη, ταῦτʼ αὐτὸς κακῶς ὑφαρπάζεις, καὶ τὰ μὴ δοκοῦντα τοῖς νόμοις ὡς νόμοις δοκοῦντα λέγεις, ὁμοῦ μὲν τούτους ἐντεῦθεν συκοφαντῶν, ὁμοῦ δὲ καὶ ἡμᾶς ἐλέγχων μηδὲν ἕνεκα νόμων ἐπισταμένους; εἰ δὲ τοῦτο λέγεις, ὡς ἐν τῷ δωρεὰς εἰρηκέναι συμπεριειλήφει καὶ ταύτην· δῶρον γὰρ δή που καὶ τοῦτο· ἐκεῖνο πάντως ἐροῦμεν, ὡς οὐχ ὃ τοὺς μὲν εἰληφότας ἰδίᾳ σεμνύνει, τῷ δὲ παρασχόντι κοινῇ λυμαίνεται δήμῳ, τοῦθʼ ὡς ἀληθῶς δωρεὰ, ἀλλʼ ὃ καὶ τούτοις κἀκείνοις πρὸς κέρδους ἐστίν· ὡς ἐκεῖνό γε δωρεὰ μὲν τοῖς λαβοῦσι, πρὸς δὲ τὴν πόλιν ζημία. ταύτην δῆτα καὶ πάντες οἱ νόμοι φασὶ δωρεὰν, καὶ ὅπως μηδεὶς ἐκπεσεῖται ταύτης ἐφρόντισαν, ἅτε κοινοὶ παιδευταὶ καὶ κηδεμόνες τῶν ἡμῖν προσηκόντων· ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω· εἰ δὲ λυμαίνεται καὶ διαφθείρει καὶ πάντα ποιεῖ, τί παραλογισμοῖς τισι κεχρημένος ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις;3 ὁρᾷς ὅπως διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθεῖς καὶ παίειν ἑτέρους δοκῶν αὐτὸς ὑφίστασαι τὰς πληγὰς, ὑπὸ τοῦ θρασυτάτου τῆς γνώμης καὶ τοῦ φιλονεικεῖν ἔχειν ἀσχέτως μὴ ὅ τι τοῖς σοῖς λόγοις παρὰ τῶν ἄλλων ἀπαντήσεται ξυνιείς; ὁποῖον δὴ κἀκεῖνο, καὶ ταῦτά φασι γυμνασίου. οὐ γὰρ ἀνέχεται Δημοσθένης, ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἑνί γέ τῳ καὶ δυοῖν δόξαι κακὸς, ἀλλʼ ἐκ περιουσίας τοῦτο ὢν ἐληλέγχθαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οἷς κατὰ Λεπτίνου χρησάμενος ἔγνω πᾶσαν μὲν αἰτίαν ἐπενεγκὼν, ἐκ δʼ ἄρα πασῶν ταῖς ἀληθείαις ἀποκρουσθεὶς, ὁ δὲ καὶ παρανόμων ἀξιοῖ τοῦτον γεγράφθαι, ἐφʼ ᾧ καὶ αὐτὸς νῦν μᾶλλον ἢ πρόσθεν τἀληθοῦς καταψευδόμενος ἔσται. τί γάρ φησι; χρὴ τοίνυν Λεπτίνην

收受贿赂、行事放肆、私通敌人、针对任何人配制毒药,指着宙斯起誓,盗匪、破壁窃贼以及任何带有奸恶印记之徒,在他们原本应当遮面发抖的作为上,却反而以此大为自得,以致甘愿在众人面前对此大肆夸耀时,他们便受到更甚的憎恨,并遭受更重的惩处;他们显然患有双重顽疾,即恶德与无耻,且对两者皆毫无所知,反倒以在公众面前自我败露来承受这惩罚。 此外,你企图以此等方式愚弄我们并以为无人察觉的那些论据,正使你同样被确凿地证实是在作恶,且更是在与你自己作对,而非与我们作对。因为你既不能证明免税是合法的、是系于法律必然性之物,又不能将关于免税明文规定的各项法律公之于众,并由此如你所认为的那样去驳斥莱普提涅斯;然而你却极其繁复地曲解并回旋你的论辞,以至于让人觉得你能够当场说服听众,并轻易制服那些并未全神贯注之人。你说:“因为如果法律明确规定,赐予受领者的各项奖赏必须终身稳固,且绝不得以任何方式加以变动;而他却通过此刻的立法,将城邦每逢机会出现时授予某些人的免税,在现今和将来一并彻底废除;那么,他如此违犯法律,并在这一方面理当与违法者一同承受惩罚,随后他又如何能成为因其所谏之言而受到我们信任的人呢?”你岂不正是翻来覆去地说着这些话,并不断质问:受惠之人自始至终蒙受恩泽、永享尊荣,难道不是公道的吗?那么,请你专心听好。立法者固然规定不得剥夺奖赏,但他对免税根本未作任何提及,而仅仅如此简略地谈及奖赏——除非是你自己私下听过他所说的。那么,他未曾提及之事,你为何要恶意曲解窃取,并将法律未曾认可之事当作法律所认可之事来说,由此一方面诬陷法律,另一方面又指责我们对法律一无所知? 但如果你主张,他在提及奖赏时已将免税包含在内——因为这显然也是一种奖赏——我们断然要如此回答:凡是私下尊荣受领者、却在公共方面损害赐予它的民众之物,绝非真正意义上的奖赏,唯有对双方皆带来益处之物才是奖赏;因为前者对接受者而言虽为奖赏,对城邦而言却是损失。实际上所有的法律都将后者称为奖赏,并且法律作为我们应尽义务的共同教导者与监护者,已竭力确保无人会失去此种奖赏。至于免税,若对城邦有利,尽可称其为奖赏,且在享有者手中不得剥夺;但若它带来损害、败坏风气并造成一切恶果,你为何还要运用狡辩,固执地将它如同假冒入籍者和冒名顶替的孩子一般强行过继给法律?你难道看不出,你正借由穿透自己的身躯将利刃刺向他人,自以为在击打别人,实则是你自己承受了打击,并且由于你心性的极度狂妄和按捺不住的好辩,竟完全不明白别人的话语将对你的论辞给予何等回击?另一件事情也正是如此,而且人们称这些不过是辩论演练而已。雅典的男人们,德摩斯梯尼看来容不得自己仅仅被一两个人视为恶劣,而是要以极其充足的证据被证实为如此之徒。因为除了他用以对抗莱普提涅斯的那些论据——他提出了所有的指控,但实际上全都被事实真相击溃——之外,他竟还主张以违宪立法罪起诉莱普提涅斯;在这件事上,他现在甚至比以往更严重地背离了真相。因为他是怎么说的呢?“那么,莱普提涅斯应当……”

语法注3 条
  1. 26ἐγκαλύπτεσθαι δέον

    由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的宾格绝对结构(accusative absolute)。在句中作让步状语(“本应当遮面……”),与后文主句的谓语动词(τοσοῦτον φρονῶσιν)形成强烈的语义对照。

  2. 26οὐ γὰρ ὡς ἔννομόν τι ... σὺ δὲ καὶ οὕτως σφόδρʼ ἑτέρως ποικίλλεις

    一种包含后承式 δέ(apodotic δέ)与破格语法(anacoluthon)的句式:在否定性分词短语(οὐ γὰρ ... ἔχων ... δεῖξαι)之后,主语与限定动词以 σὺ δὲ ... ποικίλλεις 强烈复起,凸显出他在缺乏法律依据与大肆诡辩之间的尖锐反差。

  3. 27ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις

    运用了雅典市民权与身份法专有术语的比喻构词:παρέγγραπτος(非法冒名登入公民名册者)、ὑποβολιμαῖος(冒名顶替的私生子或收养儿)、εἰσποιέω(收养入户/入籍)。此处将法律体系(τοῖς νόμοις)拟人化为宗族家庭,将免税(ταύτην)比作缺乏血统合法性却被强行过继的养子,以斥责其非法的法律解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:26-27