← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§24-25

先人范例与驳斥诸邦法规差异论

演说者指出,采纳先人全然弃绝的免税是对先贤的侮辱与效仿上的自相矛盾,并驳斥了德摩斯梯尼以城邦间立法差异为免税辩护的危险诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

δὲ μηδαμοῦ τὸ παράπαν μηδʼ ὁπωστιοῦν μνημονεῦσαι,1 ἡμᾶς δὲ τοὺς τἀκείνων μάλιστα πάντων καὶ στέργοντας καὶ θαυμάζοντας, καὶ νόμον τοῦ τί δεῖ ποιεῖν ταῦθʼ ἡγουμένους, ἔπειτα ταύτῃ κεχρῆσθαι καὶ τὰς τιμὰς ἐντεῦθεν ὁρίζειν, ὥσπερ ἐκείνων κατεγνωκότας, ὅτι μὴ τοῦτο συνεῖδον, ἢ συνιδόντες ὑπὸ βασκανίας ἀπεῖπον. καίτοι ὅταν μὲν τούτους ὡς διὰ πάντων κρατίστους θαυμάζωμεν, καὶ μιμεῖσθαι διὰ πάντων ὀφείλομεν τούτους, ἵνʼ ἃ τοῖς λόγοις κοσμοῦμεν βεβαιῶμεν τοῖς ἔργοις· ὅταν δὲ ἁκείνοις εἰκότως ὡς μὴ καλῶς ἔχοντʼ ἀπείρηται, ταῦθʼ ἡμεῖς ὡς ἔχοντα καλῶς ἀσπαζώμεθα, θατέρῳ δυοῖν ἐνεχόμεθα, ἢ τῷ περὶ τὰς κρίσεις ἐσφάλθαι ἢ περὶ τὰς μιμήσεις ἐψεῦσθαι. ὅλως δὲ εἰ μὲν ἀτέλεια κάλλιστον καὶ λυσιτελέστατον καὶ πολιτικῇ μάλιστα πρέπον, οὐχ ἡμᾶς ἔδει μόνους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ταυτησὶ λόγον ποιεῖσθαι, ὡς ἄν τινος κοινοφελοῦς καὶ διὰ πάντων χωροῦντος. εἰ δʼ οὐδένες ἄχρι τοῦ δεῦρο πλὴν ἡμῶν ἐπὶ ταῦτα προήχθησαν—μηδʼ ἔτʼ ἔπειτα προαχθεῖεν, ὦ δέσποινα Ἀθηνᾶ—τί μόνοι τῶν πάντων ἡμεῖς τὰ τοιαῦτα νοσοῦμεν, ἐκτὸς εἰ μόνοι τῶν πάντων ἡμεῖς μισεῖν ἡμᾶς αὐτοὺς ἀξιοῖμεν; οὐ δή που, φησὶν, οὐδὲ ταῦθʼ ἡμᾶς ἐγκαλεῖσθαι χρεών. εἰ μὲν γὰρ, τῶν αὐτῶν ἐθῶν τε καὶ νόμων ἅπασιν ὄντων, ἔπειθʼ ἡμεῖς μόνοι τῶν πάντων ἀτελείας εἰχόμεθα, πονηροί τινες ἂν ἦμεν εἰκότως, οἷς οὐκ ἐξῆν ἐγχειροῦντες καὶ παρὰ τὸν κοινὸν πολιτευόμενοι νόμον. εἰ δὲ πολλή τις ἐνταῦθα διαφορὰ, καὶ τοὺς μὲν τούτοις, τοὺς δʼ ἐκείνοις ἴσμεν χρωμένους, καὶ πάντας ἁπλῶς οἷς ἐκ πολλοῦ δοκιμάσειαν, τί δεινὸν εἰ παρʼ οὐδέσι τῶν ἄλλων ἀτελείας νομιζομένης, μόνοις ἡμῖν ταύτης ἔνεστι λόγος; οὐδὲ γοῦν Λακεδαιμονίοις οὐδὲ Θηβαίοις οὐδʼ οἷστισιν ἄλλοις ἐγκαλεῖν ἔχομεν διὰ ταῦτα, ἀλλὰ τῷ τῶν πραγμάτων ἐξ ἀρχῆς ἐσχηκότι διδόναι.2 ὡς μὲν οὖν, ὦ Δημόσθενες, ἕκαστοι πρὸς ἀλλήλους ταύτῃ διίστανται ὁμολογῶ καὶ αὐτὸς, ἐπεὶ μηδὲ νομοθέτας κέκτηνται τοὺς αὐτοὺς, ἀλλʼ οἱ μὲν τοὺς, οἱ δὲ τοὺς, ὅπως ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρεσκευάκει. σοῦ δʼ ἂν ἡδέως πυθοίμην, εἰ ἐν οἷς οὗτοι διίστανται, πότερα τῶν λυσιτελούντων ταῦτʼ ἐστὶν ἢ τῶν ἰδίᾳ καὶ κοινῇ λυμαινομένων τοῖς πράγμασιν. εἰ μὲν γὰρ τῶν λυμαινομένων ἐρεῖς, πρῶτον μὲν ἐπιεικῶς ἄτοπον καὶ δεινὸν διὰ τούτων ἡμᾶς ἐπὶ τὰ ἴσα πείθειν ἐπιχειρεῖν καὶ κακῷ τὸ κακὸν, ὡς λόγος, ἰᾶσθαι, ἀλλὰ μὴ διὰ τῶν βελτίστων ἐντεῦθεν ὡς μάλιστʼ ἀπάγειν καὶ τούτοις ὡς οἷόν τε προσάγειν. ἔπειτα μετὰ τῆς ἀτελείας καὶ ταῦτʼ ἐξαίρειν ὥσπερ τινὰς Κῆρας προσῆκε τοῦ βίου καὶ παραπέμπειν εἰκότως εἰς τὸ τῶν ποιητῶν ὄρος καὶ κῦμα· μὴ γὰρ οὖν εἴη μηδὲν τὸ παράπαν, ὃ δημοσίαν ἴσχει τὴν βλάβην. εἰ δὲ ταῦτα μὲν κοινοῦ τινος κέρδους ἕνεχʼ εὑρέθη καὶ τοῦ τὰ γιγνόμενα δύνασθαι συντελεῖν, ἀτελείας δὲ οὐδὲν μᾶλλον ταῖς λειτουργίαις ἐχθρὸν—ὅταν δὲ ταύτας λέγω, τὴν πόλιν λέγω, διʼ ὧν ταύτῃ τὸ σώζεσθαι— τί περιττὰ συλλογίζει καὶ σοφιστὴς ὧν οὐκ ἔξεστι γίγνει, τὴν μὲν πρὸς ἃ μὴ χρὴ παραβάλλων, ἡμᾶς δʼ ἐντεῦθεν ὡς ἀγαθοῦ τινος ταύτης ἀντέχεσθαι πείθων; τὸ δʼ ἐστὶν ἀτεχνῶς ἐπίβουλον καὶ πειρωμένου τὴν πόλιν ἐσχάτοις περιβάλλειν κακοῖς. ὥσπερ γὰρ τὸ τοῖς ἀδικοῦσιν ἐπεξιέναι καὶ πολεμεῖν διὰ πάντων αἱρεῖσθαι οὐδʼ ἂν εἷς φαίη μὰ τοὺς θεοὺς μὴ οὐχὶ τιμῶντος τοῦτʼ εἶναι τοὺς νόμους,3 οὕτως ἐάν τις τοῖς λυμαινομένοις τῇ πόλει μετὰ πολλοῦ τοῦ περιόντος συνηγορῇ, τεκμήριον ἐναργὲς παρέχεται γνώμης οὐχ ὑγιοῦς καὶ τὰ δεινότατα καθʼ ἡμῶν τεχνωμένης. καίτοι ὅταν διὰ τὴν ἐξ αὐτῶν βλάβην ἐκτρεπώμεθα σφᾶς, τίνος ἂν εἰκότως ἄξιος εἴη ὁ διʼ ὧν τούτοις συνηγορεῖ αὐτός τε τοιοῦτος ὢν καὶ τούς γʼ ἄλλους ἐπὶ τὰ ἴσα παροτρύνων; ἐπεὶ καὶ τὸ συκοφαντεῖν καὶ

然而他们却完全不曾以任何方式提及免税;而我们这些在世人中最为珍视和景仰他们作为、并将这些视为行事准则的人,随后却运用这免税,并从此确定各项荣誉,宛如在宣判先人有罪,认定他们未曾洞悉此事,抑或洞悉之后出于嫉妒而予以禁止。然而,当我们景仰他们为万事中最卓越之人时,我们也理当在万事中效仿他们,以便用行动来证实我们在言辞中称颂的事物;可是,当那些被他们理所当然地视为不良而遭禁绝的事物,反被我们视作良善而欣然接纳时,我们便陷于两者之一的罪责中:要么在决断上犯了过失,要么在效仿中弄虚作假。 总而言之,雅典的男人们,如果免税是最美好、最有利、且最契合城邦之物,那么不仅应当是我们,而且所有其他城邦之人也理应重视它,将其视为惠及公众并通行于万人的事物。但如果除我们之外,迄今为止尚无任何人走上这条道路——愿他们今后也不致走上此路,雅典娜女神在上!——那么,除非我们是万民之中唯独认为该当憎恨自己者,我们为何唯独患上这般的顽疾?“绝非如此,”他说,“我们在这方面亦不该受到指控。因为如果人人皆有相同的风俗与法律,而随后唯独我们执守免税,我们理所当然会成为奸恶之徒,妄图染指不容许之事,且违背公法以从政。然而,如果在这方面存在极大差异,且我们知道有人使用这些法律,有人使用那些法律,简言之,所有人皆使用其久经考验之法,那么,即便在其他任何人那里皆无免税之规,唯独在我们这里对它加以重视,又有何可惊异的呢?无论如何,我们不能因此去指责拉刻代蒙人,也不能指责忒拜人或任何其他人,而只能将其归因于事态自始所成的状态。”德摩斯梯尼啊,各城邦在这方面彼此互有分歧,这一点我自己亦予承认,因为他们所拥有的立法者本就各不相同,而是依命运与际会之时为各自预备的那样,有人拥有这些立法者,有人拥有那些立法者。但我愿欣然向你请教:在他们彼此分歧的这些事项中,究竟是属于有利之事,还是属于在私在公皆损害国事之事?如果你说属于损害之事,那么首先,试图通过这些例子劝说我们走向同样的事端,并如俗谚所云“以恶治恶”,而不是通过最善之法使我们尽可能脱离那处并尽可能引向善道,这实在是极其荒谬而可怕的;其次,本应当将这些连同免税一并如同人生的灾煞般予以铲除,并理所当然地遣送至诗人们所言的山峦与波涛之中;因为但愿世上根本没有任何招致公众损害之物。但如果这些规制是为了某种公共利益以及使人们能够承担各项义务而创立的,而对于公共职务而言,没有比免税更具敌意的了——当我提及公共职务时,我所指的便是城邦,因为城邦正是通过它们才得以存续——你为何要进行多余的推论,并在不容许的事情上充当诡辩家,将免税与不应相比之物相比较,并以此劝说我们将其视作善事而执守之呢?这纯属图谋不轨,是企图让城邦陷入极度灾祸之人的行径。正如指着诸神起誓,绝无一人会说追究不法之徒并决意在万事中与之抗争者不是在维护法律,同样地,如果有人以极大的卖力为那些损害城邦之人辩护,他便提供了确凿的证据,表明其心术不正,正在策划对我们最可怕的阴谋。然而,当我们因他们带来的危害而回避他们时,那个通过为他们辩护的言辞自身亦成为此类人并煽动其他人走向同样行径的人,理所当然该当承受何等的惩处?因为诬告以及

语法注3 条
  1. 24δὲ μηδαμοῦ τὸ παράπαν μηδʼ ὁπωστιοῦν μνημονεῦσαι

    承接前一段落末尾主句 πῶς οὖν οὐκ ἄτοπον 所统摄的“带对格的不定式”结构。此处与前面的 τοὺς μὲν ... ἀποσχέσθαι 形成对比,并与后文的 ἡμᾶς δὲ ... κεχρῆσθαι 共同构成一连串并列对比结构。

  2. 25ἀλλὰ τῷ τῶν πραγμάτων ἐξ ἀρχῆς ἐσχηκότι διδόναι

    承接前面的否定分句 οὐδὲ ... ἐγκαλεῖν ἔχομεν(“我们无法指责……”),以对比方式表示“只能归因于……”。不定式 διδόναι 搭配与格,表示“将……归因于、归咎于”,继承了前面 ἔχομεν(或隐含的 δεῖ)的支配力量。

  3. 25μὴ οὐχὶ τιμῶντος τοῦτʼ εἶναι τοὺς νόμους

    由于先行主句 οὐδʼ ἂν εἷς φαίη(“没有人会说……”)含有否定,故其后的不定式补足子句使用双重否定 μὴ οὐ。同时,属格分词 τιμῶντος 为表语性特征属格,意为“属于尊重法律之人的特征(作为)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:24-25