← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§22-23

依血统继承免税的矛盾与先祖先例

演说者指出若凭血统继承荣誉则亦当分担厄运,以此揭露恩人子嗣要求免税的自相矛盾,进而援引极盛时期的先祖虽赐予立像与封神等崇高殊荣,却绝不赋予免税以防损害城邦财政的先例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

τῆς αὐτῆς ταύτης αἰτίας; οὐ γὰρ ἐν μὲν τοῖς βελτίστοις εἰσὶ παῖδες, ἐν δὲ τοῖς πονηροτάτοις οὐκέτι, ἀλλὰ καὶ πολὺ μᾶλλον ἐνταῦθα δεῖ τούτους τὸ πεφυκὸς ἐνδεδεῖχθαι, εἰ μὴ μέλλοιεν ἔλαττον ἔχειν τῶν φίλων, οὓς αἱ συμφοραὶ παριστᾶσιν· εἰ δʼ οὐδʼ ἂν ἐν ὀνείροις συνατυχεῖν αὐτοῖς ἕλοιντο, οὔκουν γε ἑκόντες εἶναι,1 ὥς γε ἐγὼ νομίζω, πῶς ταῖς τούτων εὐπραγίαις δεῖν οἴονται χρῆσθαι; πῶς δʼ οὐ σφίσιν αὐτοῖς περιπίπτουσιν, ὅταν ταῦτʼ ἀξιῶσιν, εἴπερ ἐπὶ μὲν τῶν φαυλοτάτων ἀρνοῦνται τὴν φύσιν, ἐπὶ δὲ τῶν εὖ ἐχόντων ἄνω καὶ κάτω2 ταυτησὶ λόγον ποιοῦνται; ὅλως δὲ εἰ μὲν ὀρθῶς καὶ δικαίως ταύτην προΐσχονται, δεῖ δή που ταύτης διὰ πάντων ἔχεσθαι καὶ μὴ νῦν μὲν, νῦν δʼ οὔ· εἰ δὲ κέρδους ἕνεκα μόνου πρὸς αὐτὴν καταφεύγουσιν, ἄλλως δὲ οὐδαμῶς, λανθάνουσι σφᾶς αὐτοὺς ταύτης οὐδὲν ἧττον ἀλλοτριοῦντες ἢ συνιστάντες· οὔκουν οὐδὲ προσέχειν τὸν νοῦν αὐτοῖς δεῖ τὰ τοιαῦτα προκαλουμένοις. ἔτι τοίνυν κἀκεῖθεν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ ἔχοιτʼ ἂν συνιδεῖν ὃ λέγω καὶ τὸ συμφέρον ἐξ ἀνάγκης νομοθετεῖν, ὅτι πλὴν ἀτελείας πάντα τἄλλα πρὸς τοὺς εὐεργέτας ἔσθʼ ἡμῖν ποιητέα, ἂν τοὺς ἡμετέρους προγόνους ὁποῖοί τινες περὶ ταῦτʼ ἦσαν ἐνθυμηθῶμεν, ὅτε καὶ τὰ τῆς πόλεως ὡς μάλιστα ἤνθει, καὶ τὸ πρὸς ταύτην ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι φιλοτιμότερόν πως καὶ μετὰ μείζονος ἀπήντα παρασκευῆς. ἐκεῖνοι τοίνυν καὶ ἀγχινοίᾳ καὶ συνέσει καὶ τοῖς ἄλλοις ἀγαθοῖς τῶν ἁπανταχῆ πάντων κρατοῦντες καὶ πᾶσαν πολιτικῆς ἀρετῆς ἐπιστήμην ἐν τῇ ψυχῇ φέροντες, μᾶλλον δʼ αὐτὸ τοῦτο ψυχὴ τῶν πραγμάτων καὶ δοκοῦντες καὶ ὄντες, οὐ μόνον ὅπως ἑαυτῆς ἀξίως ἡ πόλις εὖ πράττοι καὶ διαγίγνοιτο, ἀλλʼ ὅπως καὶ τῶν παρὰ τῆς τύχης εὐποιιῶν μειζόνων ἀεὶ διὰ πάντων πειρῷτο, τοῦτʼ ἔχοντες προὔργου, αὐτοί τε πάνθʼ ὑπὲρ αὐτῆς καὶ ποιεῖν καὶ λέγειν ᾤοντο χρῆναι, μηδὲν τῶν ὅσα πρὸς εὐδαιμονίαν τοῦ κοινοῦ φέρει μηδʼ ὁπωστιοῦν παριέντες, τούς τε πρὸς αὐτὴν ὁτιοῦν ἀγαθὸν διαπραξαμένους, καὶ πολίτας λέγω καὶ ξένους, καὶ γενομένους τοῖς πράγμασιν ἐν καιρῷ, ὁμοῦ μὲν ἀμειβόμενοι τῆς σπουδῆς, ὁμοῦ δὲ καὶ πρὸς τὸ μέλλον καὶ αὐτοὺς καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα καὶ μείζω παρακαλοῦντες, μεγίσταις ὅτι μάλιστα καὶ φιλοτιμοτάταις ἐδωροῦντο τουτουσὶ ταῖς τιμαῖς, τοῦτο μὲν χαλκοῦς ἐπʼ ἀγορᾶς ἱστάντες, τοῦτο δὲ παρέδρους τοῖς ἐν ἀκροπόλει θεοῖς καθιστάντες, τοὺς δὲ μεγάλων καὶ θαυμαστῶν καὶ τῶν αὐτῶν τοῖς θεοῖς ἀξιοῦντες τῶν προσρημάτων, ἔστι δʼ οἷς καὶ χρήματα ὅτι πλεῖστα διδόντες· καὶ γὰρ πλέθρα τῆς μὲν πεφυτευμένης, τῆς δὲ καὶ ψιλῆς· οἱ δὲ σίτησιν ἢ στεφάνους ᾑροῦντο καὶ ἄττα τοιάδε. ταῦτʼ ἦσαν αἱ τηνικαῦτα τῆς πόλεως ἀμοιβαὶ πρὸς τοὺς ἑκάστοτʼ εἰς αὐτὴν καλοὺς κἀγαθούς. οὕτως Ἐρεχθεὺς ὁ τῆς Ἀθηνᾶς, οὕτως Ἁρμόδιος καὶ Ἀριστογείτων· Περικλέα δὲ τὸν Ξανθίππου τίς οὐκ οἶδε τῶν πάντων Ὀλύμπιον προσρηθέντα κατὰ ταὐτὰ τῷ Διί; ἀτελείας δὲ οὐδʼ εἱστισοῦν μὰ τοὺς θεοὺς λόγος τότʼ ἦν οὐδʼ ἐξέτασις, οὐδʼ ἠξίουν ἐντεῦθεν δή που ποιεῖσθαι τὰς δωρεὰς, οὐχ ὅτι ταύτην ἠγνόουν, ἀλλʼ ὅτι σαφῶς ᾔδεσαν ὡς ἐν μὲν τῷ ταῦθʼ ἅπερ ἔφην διδόναι οὐδʼ ὁτιοῦν ἔσται βλάβος τῇ πόλει, ἐν δὲ τῷ τοὺς δεῖνας ἢ τοὺς δεῖνας εἰς ἀτέλειαν ἄγειν οὐ μικρά τις ζημία. ἡ γὰρ τῶν λειτουργιῶν κατὰ βραχὺ δήπουθεν σπάνις καὶ τὸ ταῦθʼ ἅπερ ἔφην ἔχειν διδόναι προϊόντος ἀναιρήσει τοῦ χρόνου, πάντων ἀτελῶν καταστάντων. ἔπειτα κἀκεῖνο προσῄδεσαν καὶ σφόδρα γε πεφυκὸς ἐν ἀτόποις, εἰ ὧν ἐνεδείξαντό τινες ἀγαθῶν εἰς τὴν πόλιν, τούτων ἕνεκʼ αὐτῇ παραίτιοι κατασταῖεν ζημίας διὰ τὰς ἀτελείας, δέον,3 εἰ ταῦτʼ ἔπειτʼ ἔμελλον ἔσεσθαι, μηδὲ τὴν ἀρχὴν εἰς εὐεργέτας τελέσαι. πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν οὕτω διακειμένους τῶν πάλαι μηδεμιᾶς μὲν ἡστινοσοῦν ὑπερβολῆς ἐν ταῖς ἀμοιβαῖς ἀποσχέσθαι, ἀτελείας

是出于这完全相同的原因呢?因为绝不是在最好的境况中他们才是子嗣,而在最坏的境况中便不再是了;相反,如果他们不愿比那些在灾难中侍立身旁的友人更为逊色,他们在这里反而更应当展现其与生俱来的血统。但如果他们甚至在梦中都不愿选择与父亲同遭厄运——至少绝非情愿,正如我所认为的那样——他们又怎能认为自己理应坐享父亲的顺境呢?如果在最糟糕的境况中他们否认血缘天性,而在富足之时却又将其颠来倒去、挂在嘴边,那么当他们提出这种要求时,又怎能不自相矛盾呢?总而言之,如果他们提出这一血统是出于正确与正当,那么理当自始至终坚持它,而不是此时如此、彼时不然;但如果他们仅仅为了利益才投奔血统,在其他情况下则绝非如此,他们便未曾意识到,自己在确立血统的同时,也正在同样程度地将自己与血统隔绝开来。因此,对他们提出此类要求,根本无需理会。 此外,雅典的男人们,如果诸位回忆起我们的祖先在这类事情上是何等样人,诸位便最能从那里体会我所言之理,并领悟为何必然要立法规定符合利益之事——即除免税之外,其他一切荣誉我们都应当施予恩人。当时城邦的基业正处在极盛之时,对城邦展现善意和竞逐荣誉,也开展得更为踊跃,且伴以更盛大的规模。那些祖先在机敏、睿智以及其他一切美德上都冠绝各地的所有人,在灵魂中承载着有关城邦美德的全部知识,或者说他们自身无论在看来还是在实际上,本就是国事的灵魂。他们不仅将城邦能够配得上自身地繁荣昌盛并延续下去视为当务之急,而且力图使城邦自始至终不断从命运那里承受更大的恩惠;他们认为必须由自己为城邦去实行和宣讲一切,绝不以任何方式放过任何有助于公共福祉的事物;对于那些为城邦立下任何功勋的人——无论是公民还是外邦人——以及在危急关头挺身协助国事的人,他们一方面酬谢其热忱,另一方面也为了未来而号召他们自身及他人去建立同等乃至更伟大的功业,以竭尽所能的最崇高、最彰显荣誉的奖赏馈赠这些人:或是在集市上为他们树立铜像,或是让他们在卫城上作为神灵的协从,或是认为某些人配享伟大、惊人且与神灵同等的名号,也有人被赐予极其丰厚的财资;因为赐予了数普勒特隆的土地,有栽种林木的,也有平整开阔的,另有一些人则选择了公膳或冠冕及诸如此类之物。这些便是当时城邦对那些历来忠良之士的回报。雅典娜的厄瑞克透斯便是如此,哈尔摩狄奥斯与阿里斯托革顿亦是如此;而世人之中又有谁不知晓,克珊提珀斯之子伯里克利与宙斯一样被冠以“奥林匹亚者”的称号?然而指着诸神起誓,当时根本没有任何关于免税的言论或审查,他们也绝未曾认为应当从免税之中进行赏赐——这并非因为他们不知晓免税,而是因为他们清楚地知道,赐予我方才提及的那些事物对城邦毫无任何损害,但若将某些特定之人带入免税之中,其危害却绝非微不足道。因为若人人皆获免税,公共职务的逐渐匮乏在岁月的推移中必将最终剥夺城邦赐予我方才所说的那些荣誉的能力。再者,他们还深知那在本质上极其荒谬的一点:如果某些人因其向城邦展现的善行,反倒由于免税而成为致使城邦受损的祸首——倘若事态随后注定会变成这般,那么他们当初原本就不该位列恩人之中。那么,昔日那些心怀这般抱负的先人,在回报上未曾有任何克制,却对免税……这难道不是极其荒谬的吗?

语法注4 条
  1. 22ἑκόντες εἶναι

    带有限定意义的绝对不定式习惯用语,意为“至少情愿地”或“自发地”,常与否定词(此处为 οὔκουν)连用以加强否定的语气。

  2. 22ἄνω καὶ κάτω

    成语性副词短语,字面意为“上上下下”,在此修饰 λόγον ποιοῦνται,表示在言论中“颠来倒去地”、“不断地反复提及”。

  3. 23δέον

    非人称动词 δεῖ 的绝对宾格结构,表示未曾实现的责任或本该如此的义务(“本应当……的时候”)。

  4. 22ἀπὸ τῆς αὐτῆς ταύτης αἰτίας

    承接前一语段末尾以前置词 ἀπό 中断的结构,补完该介词短语,指明在关于分担父辈厄运的反问句中的依据(“出于这完全相同的原因”)。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:22-23