← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§20-21

立像铭文的永恒性与世袭免税之驳斥

演说者指出,授予立像与铭文是比短暂的免税更为永恒且崇高的荣耀,亦足以使后代共享荣光,并通过与奥林匹亚胜利相类比,驳斥了子孙仅凭血统继承免税特权的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

κεχρῆσθαι, καὶ μηδὲν αὐτὴν μηδενὶ τὸ παράπαν βεβλάφθαι τίς ἀτελείας ἀνάγκη καὶ τοῦ τοῖς ἡμετέροις αὐτῶν ἐντεῦθεν λυμαίνεσθαι; ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντʼ ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτʼ εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον.1 οὐ γὰρ μόνον τοὺς εὖ παθόντας ἀφαιρησόμεθα τοῦθʼ, ὡς αὐτὸς οἴεται, οὐδʼ ἧς παρʼ ἡμῶν ἀπέλαυσαν δόξης, ταύτης ἐκπεσοῦνται διὰ τὸν νόμον, ἀλλὰ καὶ καλλίω καὶ περιφανεστέραν ταύτην νῦν κομιοῦνται, ἀντʼ ἀτελείας θαυμαστῶν τινων ἐπιγραμμάτων καὶ εἰκόνων τυχόντες, καὶ κατὰ παντὸς εἰσέπειθʼ ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου·2 ὡς καὶ τοῖς ἐπιγιγνομένοις σαφῶς μανθάνειν ἐξεῖναι ὁπόσον τι τούτοις ἡ πόλις τῆς εἰς αὐτὴν ἕνεκʼ εὐνοίας ἐχρῆτο· ὃ τίνος ἀτελείας οὐ μεῖζον; εἴπερ ἡ μὲν οὐ διηνεκὴς οὐδὲ διὰ πάντων ἥκουσα τῷ γιγνώσκεσθαι, τὸ δʼ ἀθάνατον ὡς εἰπεῖν καὶ οὐδένα τῶν πάντων οἷόν τε λανθάνειν, οὐ μᾶλλόν γε ἢ τὴν πόλιν ὁντινοῦν ἔστι λανθάνειν. οὐκοῦν καὶ Ἐπικέρδης καὶ Λεύκων καὶ ὅστις ἕτερος, εἰ ὅτʼ αὐτοὺς ἡ πόλις ἐτίμα, δυοῖν αἵρεσις ἦν, ἢ ἀτελείας ἢ ἀνδριάντων μετέχειν, οὐκ ἄν μοι δοκοῦσι μηδʼ ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι,3 ἐξὸν πολλῷ τινι μείζονι τετιμῆσθαι καὶ ὃ τοὺς μετασχόντας παραπλησίους εἶναι δοκεῖν ποιεῖ τοῖς θεοῖς· τοὺς τοίνυν τότʼ ἂν οὕτω διατεθέντας καὶ ὅλῳ θυμῷ πρὸς ταῦτʼ ἐσχηκότας εὖ οἶδα καὶ νῦν μὴ μόνον τῆς προσούσης ἀτελείας περὶ πλείονος ἂν πεποιῆσθαι τὴν ἐν ταῖς εἰκόσιν ἐπιτιμίαν, καὶ αὐτοὺς καὶ τούς γʼ αὐτῶν παῖδας, ἐάν γε μὴ περιῶσιν, ἀλλὰ καὶ τοσοῦτον ἡσθῆναι ὡς καὶ πλείστην χάριν ὁμολογῆσαι δή που τῇ πόλει τοῦ τε ταυτὶ διανενοῆσθαι τοῦ τʼ ἐψηφίσθαι συμφέροντα μὲν ἑαυτῇ, συμφέροντα δὲ καὶ σφίσιν αὐτοῖς.

展现其豁达大度,且城邦自身完全不受任何人损害,那么免税究竟有何必要,何须由此损害我们自身的利益呢?因此,德摩斯梯尼为了免税而极尽辞色所提出的那些论点——声称如果我们收回已经赐予的事物,将是世上最荒谬之事,且配不上我们在一切事上所展现的豁达大度——以这种方式对他而言便化为了泡影。因为,绝非如他所认为的那样,我们仅仅是从受恩者那里剥夺此物,他们也不会因这项法律而丧失从我们这里享有的名望,反而如今他们将获得更为美好、更为显著的名望:借由获得某些精妙的铭文与立像来取代免税,并在其后的万世之中公然挺立;以使后世之人也能清楚知晓,城邦因他们对它的善意而给予了何等巨大的礼遇。而这难道不超越任何免税特权吗?既然免税既非恒久,亦非为人熟知而普世传扬;相反,立像之荣可谓不死不朽,绝不会被世上任何人忽视,正如同城邦本身绝不会被任何人忽视一样。因此,无论是埃庇克耳得斯还是留孔,抑或其他任何人,如果在城邦当初褒奖他们之时有两项选择——或是享有免税,或是享有立像——在我看来,他们甚至连听都不屑于听免税之事,既然原本可以凭借伟大得多的事物受奖,且那事物能使享有者被视作仿佛与神灵无异。因此,当年本会有此心态、全心向往这些荣誉的人,我深知,即便在如今,他们自身,乃至在〔他们〕已不在人世的情况下其子嗣,也定会认为立像所附带的名分远比现有的免税更为宝贵;他们甚至会欣喜万分,因而对于城邦既谋划了这些、又表决通过了既有利于城邦自身又有利于他们自身的法令,无疑会致以最深切的谢意。

§21

ἀλλʼ ὅταν, φησὶ, ταῦτα δῶμεν, οἱ τούτων παῖδες, ὅτι μὴ κἀνταῦθα κοινωνεῖν ἔθʼ ἕξουσι τοῖς πατράσιν, ὥσπερ ἐν ἀτελείᾳ, ἅτε τὰ μέγιστʼ ἠδικημένοι, βοήσονται. πρῶτον μὲν οὖν, ὦ οὗτος, οὐκ οἶμαί τινʼ αὐτῶν τὸ παράπαν δυσχερανεῖν διὰ τὸ καὶ τοῖς υἱέσιν εὖ μάλα προσεῖναι τῶν γεγεννηκότων τὴν δόξαν, ἀλλʼ ὡς εἰκὸς αὐτοὺς ἀγαπήσειν, εἰ μόνον τηλικούτων πατέρων προσαγορεύοιντο παῖδες· ὡς γὰρ τὸ πατρὸς ἢ μητρὸς κακὰ συνειδέναι, κατὰ τοὺς ποιητὰς, καὶ τούς γε θρασυσπλάγχνους δουλοῖ, οὕτως ἡ τούτων, εὔκλεια καὶ λαμπρότης ζηλωτοὺς, ἄγαν παρασκευάζει τοὺς ἐξ αὐτῶν, ἔπειτʼ εἰ μὲν ἁπάντων ὧν ἀξιοῖ τοὺς εὐεργέτας ἡ πόλις καὶ τοῖς ἐκ τούτων ἀνάγκη μετεῖναι καὶ ταῦθʼ ὥσπερ τις κλῆρος εἰς τοὺς ἐκγόνους κάτεισιν, εἰκότα ἂν καὶ οὗτοι λέγειν δοκοῖεν τούτων στερόμενοι· εἰ δʼ ἐπὶ μόνης μὲν ἀτελείας τοῦτʼ ἦν, ἑτέρου δὲ οὐδενὸς, αὕτη δὲ νῦν καθάπαξ ἀνῄρηται, οὔτʼ ἔχει λόγον τὰ τοιαῦτα ζητεῖν ἐθέλειν τῶν τε τῆς ἀτελείας κἀν τοῖς ἄλλοις μεμνῆσθαι. καὶ σύν γε ἔτι παραπλήσιον ἔσται ὥσπερ ἂν εἴ τις ὀλυμπιονίκου πατρὸς ὢν, ἔπειτʼ ἀξιοῖ διὰ τὴν φύσιν καὶ τοῦ κοτίνου μετέχειν· ἀλλʼ ἀκούσεται πάντως ὅ γε τοιοῦτος ὡς οὐ γένους, ἀλλʼ ἄθλων ἐστὶ τὰ γέρα, καὶ ὁ τούτων ἐπιθυμῶν ἐκείνοις ἐπαποδύσεται πρῶτον, κᾆθʼ οὕτω καὶ πρὸς ταῦτα χωρήσει. εἰ τοίνυν τὰ μικρὰ καὶ οὐ τοσούτου δή τινος λόγου—τί γὰρ δὴ πρὸς ἀνδριάντα θαλλός;4 εἴπερ ὁ μὲν διαρκὲς, θαλλὸς δὲ κατʼ αὐτὸν δὴ μόνον τὸν τοῦ προσίεσθαι χρόνον ἔχει τὸ κέρδος· — εἰ τοίνυν ἐξ ἄρα τοῦ πεφυκέναι ταῦτʼ οὐχ οἷόν τε λαβεῖν μὴ καὶ πόνων ἡγησαμένων, πῶς οἷόν τε ἀκονιτὶ κεκαρπῶσθαι τὰ μείζω; καὶ μὴν εἰ ἃ τοῖς πατράσι δίδοται γέρα, τούτων ἔπειθʼ οἱ παῖδες ἀξιοῦσι μετέχειν διὰ τὴν φύσιν, τί μὴ καὶ τῶν ἀτυχημάτων αὐτοῖς ἀξιοῦσι μετέχειν ἀπὸ

他说:“然而,一旦我们赐予这些,他们的子嗣便会高声疾呼自己遭受了极大的不公,因为在立像这件事上,他们不能再像享有免税那样与父辈共享。”首先,这位朋友,我认为他们中的任何人都绝不会感到不快,因为父辈的盛名本就极充分地延及子孙,相反他们理当感到知足,只要能被称为如此伟大父辈的子嗣即可。因为正如诗人们所说,深知父母的恶行,纵使是胆魄过人之士也会为之沦为卑屈的奴隶;同样,父辈的美名与光辉也会使他们的后裔成为极其令人艳羡的对象。其次,如果城邦认为恩人配享的一切殊荣,其后代都必然有份,且这些荣誉如同一份份遗产传给子孙,那么他们在被剥夺这些时,似乎还算言之成理。但如果这种情况仅仅存在于免税特权之上,而不存在于任何其他事物,且这一免税如今已被一举废除,那么想要谋求此类特权,并在其他荣誉中继续提起免税的规矩,便是毫无道理的了。而且,这还将完全类似于某人身为奥林匹亚获胜者的后代,却进而要求凭借血统同样分得野橄榄冠;然而这样的人必然会听到答复说:奖赏不属于血统,而属于竞技本身,渴望奖赏者必须先为了那些竞技而宽衣奋战,然后方可迈向这些荣誉。因此,如果对于微小且无甚重大价值之物——因为与立像相比,橄榄枝又算得了什么?前者是永久的,而橄榄枝仅在受领之时才具有价值——如果凭借出身在没有辛劳作为前导的情况下尚且无法获得这些,又怎能不费吹灰之力就坐享更伟大的事物呢?再者,如果赐给父辈的奖赏,子嗣进而要求凭血统分一杯羹,那他们为何不要求连同父辈的厄运也一并从……

语法注4 条
  1. 20ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντʼ ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτʼ εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον.

    句首的关系分句 ἃ ... προΐσχεται 被主句中的复指代词 ταῦτʼ 承接。分词 φάσκων 与主语德摩斯梯尼一致,充实了关系从句的内容;主句谓语的核心是 εἰς κενὸν ... καθειστήκει(落空、化为泡影)。

  2. 20καὶ κατὰ παντὸς εἰσέπειθʼ ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου

    介词短语 κατὰ παντὸς τοῦ χρόνου(在今后的所有岁月中)之间插入了副词 εἰσέπειθʼ、分词 ἑστήξοντες 和副词 δημοσίᾳ,构成了明显的语序割裂(hyperbaton)。形容词 παντός 与名词 τοῦ χρόνου 构成了框形包孕结构。

  3. 20οὐκ ἄν μοι δοκοῦσι μηδʼ ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι

    人称句式(δοκοῦσι)支配带有虚拟小词 ἄν 的完成时不定词 δεδέχθαι。小词 ἄν 在语义上修饰 δεδέχθαι,相当于独立句中过去反事实条件句的归结从句('在我看来他们绝不会接受……')。

  4. 21τί γὰρ δὴ πρὸς ἀνδριάντα θαλλός;

    省略系动词(ἐστί)的修辞反问句。介词 πρός 表示对照与比较('与……相比'),意为'若与青铜立像相比,橄榄枝又算得了什么?'。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:20-21