← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§18-19

航船比喻的反用与优于免税的名誉奖赏

演说者引用德摩斯梯尼本人的航船比喻加以反驳,主张必须在灾难降临前维护公共劳役制度,以此证明废除免税特权的合理性。他进而论述,立像与赠冠等名誉奖励有别于损害城邦财力的免税,能在不损耗公帑的同时使城邦与受奖者两获其利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

νόσον συνοιχομένην σώματι· ὥστʼ οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ὁ περὶ τοῦ μέλλοντος λόγος. διὸ καὶ τὸ νῦν ἀπολέσομεν κἀκεῖνο οὐχ ἕξομεν. οὐδὲ γὰρ οἷόν τε, ὡς αὐτὸς λέγεις, ἂν τὰ παρόντα τις ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ· ἀλλʼ ἕως ἂν σώζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τε ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρα ἐφεξῆς πρόθυμον εἶναι, καὶ ὅπως μηδεὶς μήθʼ ἑκὼν μήτʼ ἄκων ἀνατρέψει τοῦτο σκοπεῖσθαι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή· εἰκότως. φαρμάκων γοῦν καὶ ποτῶν καὶ σιτίων, πρὶν μὲν ἡμῖν πεπονηρεῦσθαι τὸ σῶμα, μετέχειν οἰόμεθα δεῖν εἰς τὸ μηκέτʼ ἂν ἐνταῦθʼ ἐμπεσεῖν, ἂν δʼ ἄρα πρότερον ἡ νόσος ἐπίῃ, οἱ δὲ πῶς οἴει καὶ τύχην καὶ ἡμᾶς αὐτοὺς δυσχεραίνομεν; καίτοι ὅταν, ὦ Δημόσθενες, σωμάτων καὶ νεῶν καὶ τοιούτων δή τινων ὅπως ἀεὶ κάλλιστα ἔχῃ τοσοῦτον ποιώμεθα λόγον, ἦ πού γε πόλεως τοσαύτης καὶ τηλικαύτης καὶ οὕτω διὰ πάντων κρατίστης, ὡς καὶ θεοὺς, ἵνα μηδὲν πλέον εἴπω, περὶ αὐτῆς ταύτης πρὸς ἀλλήλους ἐρίσαι, οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν.1 ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ἦν καὶ ἀτελείας ἀντιποιεῖσθαι καὶ μηδὲν εἰς τὸ λειτουργεῖν βεβλάφθαι τὴν πόλιν, μανία σαφὴς ἂν ἦν ταῦτα κωλύειν αἱρεῖσθαι, ἃ μήτε τῷ κοινῷ λυμαίνεται καὶ τοῖς μετασχοῦσιν ἔνεστι κέρδος. ὅτε δʼ ἀνάγκη διὰ τὰς ἐν μέρει χάριτας κοινὴν ἡμᾶς ὑποστῆναι ζημίαν, πότερον βέλτιον καὶ λυσιτελέστερον πάντων ὁμοῦ ἢ λόγον ὀλίγων δή τινων σχεῖν; ἄνευ δὲ τούτων ἀτελειῶν μὲν ἐκποδὼν γενομένων οὐδʼ ἡτισοῦν ἔσται ταῖς πόλεσι βλάβη, ἀλλὰ καὶ κέρδος οὔ τοι μικρὸν τὸ πλείους ἂν ἐντεῦθεν τὰς λειτουργίας γενέσθαι, ἐξ ὧν αἱ πόλεις συνίστανται· εἰ δʼ αἱ λειτουργίαι τοῦτʼ αὐτὸ πείσονται, οἰχήσονται μὲν αἱ πόλεις, οἰχήσεται δὲ καὶ τὰ τῶν πόλεων ἆθλα. οὐ γὰρ μόνον ἐξ ἀτελειῶν οὐδὲν αὐταῖς ἔπειθʼ ὑπάρξει, ἀλλὰ καὶ τὸ τάχιστʼ ἐφθάρθαι μᾶλλον αὐταῖς προσυπάρξει, εἴπερ ἐκ μὲν λειτουργιῶν ταῖς πόλεσι σωτηρία, ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτʼ ἔχειν διδόναι προσέσται.2 εἶτα τούτων οὕτως ἐχόντων καὶ τοσαύτης ἑκατέρων οὔσης διαφορᾶς, ὡς τὸ μὲν πλείστην ὄνησιν ἔχειν, τὸ δὲ πᾶν τοὐναντίον, ἔπειθʼ ἡμεῖς Δημοσθένει πεισθέντες ἢ οὐκ οἶδʼ ὅτῳ καὶ φῶ, οὐχ ὃ πρὸς ἡμῶν ἐστιν ἀτεχνῶς, ἀλλʼ ὃ καθʼ ἡμῶν αἱρησόμεθα; καὶ ὃν ἐξ ἀρχῆς ὑπὲρ τῆς ἡμετέρας αὐτῶν ἀσφαλείας τε καὶ προνοίας ἔδει νόμον τεθεῖσθαι, καὶ νῦν αὐτῷ τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτῳ χαίρειν εἰπόντες τὴν ἐπὶ καθαιρέσει τῆς πολιτείας ἀτέλειαν ὡς πάνυ λυσιτελὲς νομιοῦμεν; διʼ ἧς οὐδʼ αὐτὴν ταύτην, ὡς ἔφην, ἔτʼ ἔχειν τοῖς βουλομένοις ἐξέσται, ἀλλὰ πρὸς σφίσιν αὐτοῖς καὶ τήνδε προσαπολοῦσιν καὶ τίσιν οὐκ ἂν δόξαιμεν κακοδαιμονᾶν, εἰ τὸ συμφέρον ἡμῖν παντὸς μᾶλλον εἰδότες, ἡμεῖς δʼ ἐξεπίτηδες δρῶμεν ἃ παντὸς ἡμᾶς μᾶλλον ἐκτρίψει; ὅλως δὲ εἴ τις ἔροιθʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδʼ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν,3 ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδʼ ὅτι τοῦτʼ ἂν φήσαιτʼ· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλʼ ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρʼ αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστʼ ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει

恰如某种与肉体一同消亡的疾病;因此我看不出关于未来的论调究竟有何道理。正因如此,我们既会失掉眼下,也得不到未来。因为正如你自己所说,如果有人把现有的资财耗费在不该耗费之处,就绝不可能在应当耗费之处充裕地拥有所欠缺的资财;相反,只要船只尚且安全,不论是大是小,那时水手、舵手以及所有人等都当竭尽全力,并当留心使无人蓄意或无意地颠覆它;然而一旦海浪吞没船身,一切奔忙便皆属徒劳。理当如此。至少在我们的肉体陷入恶化之前,我们认为应当摄取药物、饮食,以使自己不再陷入那般境地;但如果疾病先行袭来,你想想我们该会如何深切地怨尤命运与我们自身?然而,德摩斯梯尼啊,当我们对肉体、船只以及诸如此类的事物予以如此巨大的关切、以使它们始终处于最佳状态时,面对这样一座如此伟大、如此崇高、在一切方面皆无比卓绝、以至于神灵——且不说更多——都曾为了这同一座城邦而彼此争执的城邦,我们究竟该付出何等巨大的关切,更是难以言尽。 况且,雅典人啊,如果既能主张免税特权,又使城邦在公共劳役方面不受丝毫损害,那么去阻止人们选择那些既不危害公众利益又对享有者有利的事物,便不折不扣是疯癫之举了。然而,既然由于向个别人施恩,我们必然要承担共同的损失,那么究竟是顾全所有人的利益更好、更有益,还是仅仅顾及少数几个人更好、更有益呢?抛开这些不谈,一旦免税被彻底铲除,城邦不仅不会遭受任何损害,反而会获得不小的益处:由此维系城邦的公共劳役将变得更加充裕;但如果公共劳役遭受了这一厄运,城邦固然将归于毁灭,城邦所赐的奖赏也同样会归于毁灭。因为届时城邦不仅不会从免税中获得任何好处,反而会更快地迎来毁灭,倘若城邦的得救确实来自公共劳役,且唯有在公共劳役运作良好之中,才具备赐予这些殊荣的能力。既然如此,在事实如此且二者差异如此悬殊——一者带来最大的益处,另一者则完全相反——的情况下,我们竟要听信德摩斯梯尼或者随你说是谁的蛊惑,去选择绝非有利于我们、反倒是对我们不利的事物吗?并且,将本该自始就为了我们自身的安全与远见而设立的法律、如今据说最优秀的城邦皆在施行的法律弃置不顾,反倒把旨在颠覆政体的免税视为极其有利之物吗?通过这项免税,正如我所言,渴望拥有它的人甚至连它本身也无法继续保有,反而会连同他们自身将它一并毁掉;而在比谁都清楚何者对我们有利的情况下,如果我们故意去做比任何事物都更能彻底毁灭我们的事,在谁看来我们不是陷入了疯癫呢? 总而言之,雅典人啊,如果有人问你们:究竟哪一种对于拥有者而言构成了更崇高、更显赫的荣耀,而对城邦却不带有一丝一毫的困扰——究竟是免税特权以及不再履行公共劳役,还是获得立像之荣并与哈尔摩狄奥斯和阿里斯托革顿一道万世受人敬仰?我深知你们定会回答是后者。理当如此。因为,即使不是这一个或那一个人,而是全体雅典人同时,甚至如果你愿意说,哪怕几乎全人类都从城邦这里分得立像或花冠,对城邦究竟又有何损害呢?相反,由此还会产生万物中最美好的两桩益处:不仅对于受此褒奖的人和给予褒奖的城邦而言都是赞颂与荣耀,而且还将对奋勉于同样勋业产生一种极佳的激励。既然城邦在其他方面本就可以做到,并且能够对当受恩遇之人展现其豁达大度……

语法注3 条
  1. 18οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν

    主句 ἦ πού γε πόλεως τοσαύτης ... οὐδʼ ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν 与前文的时间从句 ὅταν ... τοσοῦτον ποιώμεθα λόγον 构成按理推论(a fortiori)的呼应结构。动词 ὀφείλομεν 承前省略了不定式短语 [λόγον ποιεῖσθαι],句首的属格 πόλεως 则作为该省略短语的宾格性属格(或附属于 ὅσον [λόγον] 以表示关切的对象)。

  2. 19ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτʼ ἔχειν διδόναι προσέσται

    此处两个带冠词不定式短语承担着不同的句法功能。在介词短语 ἐν δὲ τῷ ταύτας εὖ ἔχειν 中,与格带冠词不定式 εὖ ἔχειν 以对格 ταύτας(指代前文的 λειτουργιῶν)作为其意义上的主语(“在公共劳役运转良好之中”)。而主句谓语 προσέσται 的主语则是主格带冠词不定式短语 τὸ ταῦτʼ ἔχειν διδόναι,其中 ἔχειν 与补充不定式 διδόναι 连用,表示能力(“有能力赐予这些奖赏”)。

  3. 19πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν

    疑问连词的复述重开(epanalepsis)。第一个 πότερον 紧随动词 εἴ τις ἔροιθʼ 之后引出选择性间接疑问句,但由于在陈述具体选项前插入了解释评判标准的从属成分(τοῖς μὲν ἔχουσι... τῇ δὲ πόλει...),因而在引出首个具体选项(ἀτέλεια... ἢ τὸ τυγχάνειν...)之前再次复述 πότερον 以接续中断的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:18-19