← 阿里斯·台德斯

反驳德摩斯梯尼论免役

§16-17

莱普提涅斯之法的正当性与对事后立法的驳斥

辩者赞颂莱普提涅斯废除免税特权之法具有正当性,将公共劳役比作城邦不可或缺的灵魂,并驳斥德摩斯梯尼所谓“应等待危机出现后再立法”的主张乃自相矛盾的事后之明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

ἔχουσαν, εἰ δὴ τοῖς νόμοις ἐνῆν, διαγεγράφθαι χρῆναι καθάπαξ τῶν νόμων· τὸ δʼ ὅτι τοιοῦτον, ἐξ ἀντιστρόφου1 πᾶσιν ἐγγεγράφθαι τοῖς νόμοις καὶ πλείστων ὅσων ἠξιῶσθαι τῶν ψηφισμάτων, μᾶλλον δὲ νόμον αὐτὸ γεγενῆσθαι. ὃ πάλαι προσῆκον νῦν ὁ βέλτιστος οὑτοσὶ Λεπτίνης, τοῦτο μὲν ὑπὸ θεῶν κινηθεὶς, τοῦτο δὲ καὶ τούτοις εἴξας τοῖς λογισμοῖς, ἅθʼ ὑπὲρ πάντας φιλόπολις ὢν, ὥσπερ ὄφλημά τι κοινὸν ἀποδεδώκει2 τῇ πόλει, γράψας μηδένα τῶν πάντων ἀτελείας μετέχειν, κἂν εἰ πολλάκις εὐεργετῶν εἴη τὴν πόλιν· οὐ μόνον ἵνα καὶ τῆς ἐκ τούτων προσαπολαύοι συντελείας ἡ πόλις καὶ τὸ λειτουργεῖν ἐξ ὁλοκλήρου γίγνοιτʼ αὐτῇ, ἀλλʼ ὅτι καὶ δέος οὐ μικρὸν ἐντεῦθεν ὑφώρμει μὴ προϊόντος ἄρα τοῦ χρόνου καὶ τῆς ἀτελείας οὕτω διὰ πάντων χωρούσης ἐκλίπῃ καθάπαξ τὸ λειτουργεῖν. καὶ τί πλέον τηνικαῦτʼ ἔσται τῇ πόλει, περὶ τὰ μείζω βλαφθείσῃ καὶ ὧν ἄνευ οὐχ οἷόν τε σεσῶσθαι; ψυχὴ γὰρ πόλει τὸ λειτουργεῖν· καὶ ὡς οὐ περιεῖναι καὶ ζῆν πέφυκε σῶμα ψυχῆς μὴ παρούσης, ὣς δὲ καὶ πόλις μοι δοκεῖ λειτουργιῶν ἀποροῦσα· εἰκότως· εἰ γὰρ χρειῶν οὐδένες ἀνθρώπων ἐλεύθεροι, πλὴν θεῶν, αὗται δὲ τὰς λειτουργίας ἀναγκαίας ὡς οὐκ οἶδʼ εἴ τι ποιοῦσι, τηνικαῦθʼ ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, λειτουργιῶν οὐ δεήσει, ἡνίκα μηδὲ χρειῶν· εἰ δὲ χρειῶν ποτʼ οὐχ οἷόν τε, πῶς οἷόν τε λειτουργιῶν συνιδεῖν οὐκ ἔχω· ὧν διὰ τὰς Δημοσθένους ἀτελείας ἡ πόλις ἐκπεσεῖν κινδυνεύει. ἀλλʼ ἔδει, φησὶν, ἀναμεμενηκότα τὸ μέλλον καὶ τὴν τοῦ λειτουργεῖν ἀπορίαν τηνικαῦτα εἰσάγειν τὸν νόμον. νῦν δʼ οἷς πρὶν ἢ τοῦτο γενέσθαι νομοθετεῖ,3 ἔοικεν οὐκ ἐν καιρῷ προὔχεσθαι ταῦτα. τί οὖν κωλύει καὶ ἡμᾶς, ὦ Δημόσθενες, τοῖς αὐτοῖς πρὸς σὲ τούτοις ἐξ ἀντιστρόφου χρήσασθαι λόγοις, καὶ δικαιότερόν γε ἢ σύ; ὡς ἔδει καὶ σέ γʼ αὐτὸν ἀναμεμενηκότα τὸ μέλλον, εἴ γε καὶ τοῦθʼ ὅλως ἐπὶ τῶν αὐτόθεν μάλιστα δήλων λέγειν ἐχρῆν, τηνικαῦτʼ ἐπιχειρεῖν ἀντιλέγειν τῷ νόμῳ· νῦν δʼ οἷς αὐτὸν πρὶν ἢ τοῦτο γενέσθαι διώκεις ἔοικας οὐκ ἐν καιρῷ τὴν γραφὴν πεποιῆσθαι. εἶτα θαυμάζειν ἔπεισί μοι, πῶς οἴει, ὅτι σοι ταῦτʼ ἔπεισι λέγειν, οὐ μόνον ὅτι τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει,4 ὃ δεινότατόν ἐστι πάντων καὶ συμφορὰ τοῖς χρωμένοις, καὶ προσέτʼ αὐτὸς διαφερόντως κακίζεις, τὸ μετὰ τὰ πράγματα λέγω τῷ βουλεύεσθαι χρῆσθαι, τούτου νῦν ἡμᾶς ὡς δὴ χρηστοῦ τινος ἔχεσθαι πείθων, ἀλλʼ ὅτι καὶ, δεινὸν εἶναι φάσκων, λανθάνεις σαυτὸν ἃ μὴ ἔξεστι φάσκων. οὔτε γὰρ οὐδεὶς, οἶμαι, τῶν πάντων φρενῶν κύριος ὢν, ἐξὸν, ὅπως μὴ πείσεται κακῶς, εὖ βεβουλεῦσθαι, ὁ δʼ ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας,5 ἔπειθʼ ὑπὲρ ἀπαλλαγῆς ἕλοιτʼ ἂν βεβουλεῦσθαι, ὅτʼ οὐδὲ τοῦτʼ ἴσως ἐξέσται· οὔθʼ ἡμεῖς, τὴν κάκιστʼ ἀπολουμένην ἀτέλειαν νῦν ἔχοντες ἐκποδὼν πεποιῆσθαι, εἶτα διὰ τοὺς σοὺς λόγους ἀναμενοῦμεν τὸ μέλλον, ὥσπερ ὅ τί ποτʼ ἐστὶν ἀγνοοῦντες καὶ διὰ τοῦτο τῆς ἐκεῖθεν δεόμενοι πείρας. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης παραπληξίας τοῦτʼ ἄντικρυς εἶναι, περὶ ὧν μάλιστα ἴσμεν, ταῦτʼ ἀφέντας ἃ οὐκ ἴσμεν διώκειν, οὐδὲ τοὺς λόγους καθʼ οὓς ἔδει ταῦθʼ αἱρεῖσθαι γιγνώσκειν ἔχω. εἰ μὲν οὖν ὡς μηδὲν μηδέπω περὶ ἀτελείας σαφὲς εἰδότας παραπέμπεις τῷ χρόνῳ καὶ ταῖς ἔπειτα ψήφοις, ἔοικας ἀγνοεῖν ὅτου χάριν τοὺς κατʼ αὐτῆς ἤδη κεκινήκαμεν λόγους· εἰ δʼ ἐπισταμένους, ὡς ἀληθῶς οὐδὲν ἄλλο μοι δοκεῖς συμβουλεύειν ἢ ἡμῶν αὐτῶν μετὰ τὸ καθάπαξ ἐφθάρθαι πεποιῆσθαι φροντίδα. ἀλλʼ οὔτε σύ γʼ αὐτὸς, εὖ ἴσθι, ἄν σέ τις ἀνέλῃ, ἔπειτʼ εἰς Ἄρειον πάγον οἷός τʼ ἂν εἴης τουτονὶ προκαλεῖσθαι· οὐ μᾶλλόν γε ἢ οἱ μηκέτʼ ὄντες τοὺς ἔτʼ ὄντας ἀδικίας εἰσάγειν· τῆς τʼ ἀτελείας, ὡς ἔφην, ἀνατετραφυίας τὴν πόλιν οὐδὲν πλέον ἔσται πρὸς τὸ τὴν μὲν ἐξελεῖν βεβουλῆσθαι, ἡμᾶς δʼ αὐτοὺς ἀνασώσασθαι, ἀλλὰ μεθʼ ἡμῶν ἀνάγκη, καὶ ταύτην ἐφθάρθαι, καθάπερ τινὰ

既然免税处于这样的状态,即便它当真载于法律之中,也本该从法律中被彻底抹除;而公共劳役既然具有这般性质,相反地本该被写入一切法律,并配得上数量最多的法令,甚至其本身就应成为法律。这一早该履行的责任,如今这位最为优秀的莱普提涅斯——一方面受神灵触动,另一方面顺从这些考量,以超越众人的爱国之情——宛如清偿了一笔公债般献给了城邦:他起草法令,规定所有人中无一人可享有免税特权,即便他屡次施惠于城邦也不得例外。这不仅是为了使城邦能额外享受到源自这些人的分摊贡献,使履行公共劳役对于城邦而言得以完整完备,更是因为由此潜伏着不小的恐惧:唯恐随着岁月推移、免税以此方式蔓延至万事,公共劳役便会彻底断绝。而在失去了没有它便无法生存的更重大事物、城邦因而受损之时,那时对城邦又何益之有?因为公共劳役乃是城邦的灵魂;正如肉体在没有灵魂存在时依其本性无法存续和生存一样,城邦在缺乏公共劳役时依我之见亦是如此。这是合情合理的:因为倘若人类之中除神灵外无人能免除匮乏与需要,而这些匮乏又使得公共劳役变得无可替代地必要,那么,雅典人啊,只有当我们连匮乏都不再需要之时,我们才无需公共劳役;但如果彻底脱离匮乏在任何时候都是不可能的,我便无法理解如何能够没有公共劳役——而由于德摩斯梯尼所主张的免税,城邦正面临丧失这公共劳役的危险。 “然而,”他说,“本应等待未来,待到公共劳役出现匮乏之时,才在那时引入该法律。”而如今他在这一局面发生之前便行立法,似乎是不合时宜地提出了这些主张。那么,德摩斯梯尼啊,究竟有什么能阻止我们也反过来对你使用完全相同的论调,而且比你用得更加公正呢?本应由你自己等待未来——倘若对于本就昭然若揭的事情竟也当真要说这种话的话——并在那时才着手反对这项法律;然而如今,由于你在这一局面发生之前便对他提起控诉,你似乎正是不合时宜地提出了公诉。接着,令我惊叹不已的是——你想想看!——你竟会想要说出这样的话:这不仅是因为你被你自己的羽翼与言辞所擒获——这是万事中最可怕的,对自食其果者而言更是一场灾难——而且对于你自己所极力谴责之事,我是说“事后方才谋划”,如今你却劝我们把这当作好办法来抓紧;更是因为你口称这是可怕之事,却不知不觉地主张着不可能之事。因为我想,凡心智清明的人,在原本能够妥善谋划以免遭厄运之时,绝无一人会先任由自己遭受厄运,随后又去选择谋划如何摆脱,而届时恐怕连谋划都不被允许了;我们同样绝不会在如今本可将这万恶的免税彻底铲除之时,反倒因你的言辞去坐等未来,仿佛对其性质一无所知、因而需要通过日后的经历来了解一样。因为除了放弃我们最明了之事去追逐我们所不知之事直截了当属于极度疯癫之外,我甚至完全无法理解究竟凭什么理由当去作此选择。因此,如果你是以我们对免税一无所知为由,将我们推托给时间与日后的投票,你似乎便不知道我们为何早已展开针对它的辩驳;但如果你是在我们深知其害的前提下如此建言,在我看来,你实在无异于劝我们在彻底毁灭之后再去为自身操心。但你要深知,倘若有人杀害了你,事后你也绝不可能将此人传唤到这战神山法庭面前,正如已死之人绝不能以不法行为控告尚在人世之人一样;正如我所言,一旦免税颠覆了城邦,即便日后想要废除它并拯救我们自身,也将于事无补,相反,它必然会同我们一道毁灭,恰如某种……

语法注5 条
  1. 16ἐξ ἀντιστρόφου

    副词短语,意为“相反地”或“反过来”。它在此处体现了一种对称反转的逻辑:一方面用于免税与公共劳役的对比(承接前文的 τὴν μέν... 与此处的 τὸ δʼ...),另一方面用于后文中将德摩斯梯尼的指责完全反套到其自身头上(ἐξ ἀντιστρόφου χρήσασθαι λόγοις)。

  2. 16ὥσπερ ὄφλημά τι κοινὸν ἀποδεδώκει

    过去完成时 ἀποδεδώκει(第三人称单数)生动地表明,起草法令(γράψας)这一举措就如同已经替全城偿清了一笔公共债务。ὄφλημα(债务、责任)隐喻公民出于爱国心而对城邦所欠下的公共义务。

  3. 16νῦν δʼ οἷς πρὶν ἢ τοῦτο γενέσθαι νομοθετεῖ

    中性复数与格关系代词 οἷς 用作原因与格(表示“因……”,“在……这一点上”),无先行词,指“因他在事情发生之前便立法的这一举措,(显得不合时宜)”。

  4. 17τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει

    典出伊索寓言与埃斯库罗斯的著名希腊谚语(老鹰被附有自己羽毛的箭所射中)。此处指德摩斯梯尼陷入了自己言论的罗网,用自己的逻辑困住了自己。

  5. 17ὁ δʼ ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας

    承接前文让步性质的宾格绝对分词短语 ἐξὸν... εὖ βεβουλεῦσθαι(在原本能够妥善谋划之时),ὁ δέ 以破格或强调性的方式重新提起主语,并统领分词 ἐάσας(先放任自己受害),进而引出主句的潜在希求法谓语 ἕλοιτʼ ἂν βεβουλεῦσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg053.humanitext-grc2:16-17